Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ναί· ἀλλʼ ἄνισόν ἐστιν ἀκούσαντα τὰ τοῦ πλησίον ἀπόρρητα αὐτὸν ἐν τῷ μέρει μηδενὸς μεταδιδόναι αὐτῷ.

— μὴ γάρ σε παρεκάλουν, ἄνθρωπε; μὴ γὰρ ἐπὶ συνθήκαις τισὶν ἐξήνεγκας τὰ σαυτοῦ, ἵνʼ ἀκούσῃς ἐν τῷ μέρει καὶ τὰ ἐμά;

εἰ σὺ φλύαρος εἶ καὶ πάντας τοὺς ἀπαντήσαντας φίλους εἶναι δοκεῖς, θέλεις καὶ ἐμὲ ὅμοιόν σοι γενέσθαι; τί δʼ, εἰ σὺ καλῶς μοι πεπίστευκας τὰ σαυτοῦ, σοὶ δʼ οὐκ ἔστι καλῶς πιστεῦσαι, θέλεις με προσπεσεῖν;

οἷον εἰ πίθον εἶχον ἐγὼ μὲν στεγνόν, σὺ δὲ τετρυπημένον καὶ ἐλθὼν παρακατέθου μοι τὸν σαυτοῦ οἶνον, ἵνα βάλω εἰς τὸν ἐμὸν πίθον, εἶτʼ ἠγανάκτεις ὅτι μὴ κἀγὼ σοὶ πιστεύω τὸν ἐμαυτοῦ οἶνον· σὺ γὰρ τετρυπημένον ἔχεις τὸν πίθον.