Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

πόθεν; οὐδʼ ἐγγύς. ἐκεῖνο γοῦν βλέπετε μᾶλλον, εἰ ἐφʼ ὃ ἔρχεσθε τοῦτο ὑμῖν γίνεται. θέλετε λαλεῖν περὶ τῶν θεωρημάτων. τί οὖν; οὐ φλυαρότεροι γίνεσθε; οὐχὶ δὲ παρέχει τινὰ ὕλην ὑμῖν πρὸς τὸ ἐπιδείκνυσθαι τὰ θεωρημάτια; οὐ συλλογισμοὺς ἀναλύετε, μεταπίπτοντας; οὐκ ἐφοδεύετε Ψευδομένου λήμματα, ὑποθετικούς; τί οὖν ἔτι ἀγανακτεῖτε εἰ ἐφʼ ἃ πάρεστε, ταῦτα λαμβάνετε;

ναί· ἀλλʼ ἂν ἀποθάνῃ μου τὸ παιδίον ἢ ὁ ἀδελφὸς ἢ ἐμὲ ἀποθνῄσκειν δέῃ ἢ στρεβλοῦσθαι, τί με τὰ τοιαῦτα ὠφελήσει;