Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

εἶτα λέγουσιν οὐδεὶς ὠφελεῖται ἐκ τῆς σχολῆς. τίς γὰρ ἔρχεται εἰς σχολήν, τίς γάρ, ὡς θεραπευθησόμενος; τίς ὡς παρέξων αὑτοῦ τὰ δόγματα ἐκκαθαρθησόμενα, τίς συναισθησόμενος τίνων δεῖται;

τί οὖν θαυμάζετʼ, εἰ ἃ φέρετʼ εἰς τὴν σχολήν, αὐτὰ ταῦτα ἀποφέρετε πάλιν; οὐ γὰρ ὡς ἀποθησόμενοι ἢ ἐπανορθώσοντες ἢ ἄλλʼ ἀντʼ αὐτῶν ληψόμενοι ἔρχεσθε.