Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

μὴ γὰρ ἐπὶ τοῦτο ἦλθες, μὴ γὰρ τούτου ἕνεκά μοι παρακάθησαι, μὴ γὰρ διὰ τοῦτό ποτε λύχνον ἧψας ἢ ἠγρύπνησας; ἢ εἰς τὸν περίπατον ἐξελθὼν προέβαλές ποτε σαυτῷ φαντασίαν τινὰ ἀντὶ συλλογισμοῦ καὶ ταύτην κοινῇ ἐφωδεύσατε;

ποῦ ποτε; εἶτα λέγετε ἄχρηστα τὰ θεωρήματα. τίσιν; τοῖς οὐχ ὡς δεῖ χρωμένοις. τὰ γὰρ κολλύρια οὐκ ἄχρηστα τοῖς ὅτε δεῖ καὶ ὡς δεῖ ἐγχριομένοις, τὰ μαλάγματα δʼ οὐκ ἄχρηστα, οἱ ἁλτῆρες οὐκ ἄχρηστοι, ἀλλὰ τισὶν ἄχρηστοι, τισὶν πάλιν χρήσιμοι.