Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί λέγουσιν οἱ ἐκεῖ ἄνθρωποι περὶ ἐμοῦ; νῦν οἴονταί με προκόπτειν καὶ λέγουσιν ὅτι ἥξει ἐκεῖνος πάντα εἰδώς.

ἤθελόν πώς ποτε πάντα μαθὼν ἐπανελθεῖν, ἀλλὰ πολλοῦ πόνου χρεία καὶ οὐδεὶς οὐδὲν πέμπει καὶ ἐν Νικοπόλει σαπρῶς λούει τὰ βαλανεῖα καὶ ἐν οἴκῳ κακῶς καὶ ὧδε κακῶς.