Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τί οὖν ἔτι θαυμάζεις, εἰ, ὅπου μὲν ἔμαθεν, ἐκεῖ διαφέρει τῶν ἄλλων, ὅπου δʼ οὐ μεμελέτηκεν, ἐκεῖ τοῖς πολλοῖς ὁ αὐτός ἐστιν;

ὡς ὁ κιθαρῳδὸς οἶδεν κιθαρίζειν, ᾁδει καλῶς, στατὸν ἔχει καλὸν καὶ ὅμως εἰσερχόμενος τρέμει· ταῦτα γὰρ οἶδεν, ὄχλος δὲ τί ἐστιν οὐκ οἶδεν οὐδʼ ὄχλου βοὴ οὐδὲ κατάγελως.

ἀλλʼ οὐδʼ αὐτὸ τὸ ἀγωνιᾶν τί ἐστιν οἶδεν, πότερον ἡμέτερον ἔργον ἐστὶν ἢ ἀλλότριον, ἔστιν αὐτὸ παῦσαι ἢ οὐκ ἔστιν. διὰ τοῦτο ἐὰν μὲν ἐπαινεθῇ, φυσηθεὶς ἐξῆλθεν· ἐὰν δὲ καταγελασθῇ, τὸ φυσημάτιον ἐκεῖνο ἐκεντήθη καὶ προσεκάθισεν.

τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν. τίνα θαυμάζομεν; τὰ ἐκτός. περὶ τίνα σπουδάζομεν; περὶ τὰ ἐκτός. εἶτʼ ἀποροῦμεν, πῶς φοβούμεθα ἢ πῶς ἀγωνιῶμεν;

τί οὖν ἐνδέχεται, ὅταν τὰ ἐπιφερόμενα κακὰ ἡγώμεθα; οὐ δυνάμεθα μὴ φοβεῖσθαι, οὐ δυνάμεθα μὴ ἀγωνιᾶν.

εἶτα λέγομεν κύριε ὁ θεός, πῶς μὴ ἀγωνιῶ; μωρέ, χεῖρας οὐκ ἔχεις; οὐκ ἐποίησέν σοι αὐτὰς ὁ θεός; εὔχου νῦν καθήμενος, ὅπως αἱ μύξαι σου μὴ ῥέωσιν· ἀπόμυξαι μᾶλλον καὶ μὴ ἐγκάλει.

τί οὖν; ἐνταῦθά σοι οὐδὲν δέδωκεν; οὐ δέδωκέ σοι καρτερίαν, οὐ δέδωκέ σοι μεγαλοψυχίαν, οὐ δέδωκεν ἀνδρείαν; τηλικαύτας ἔχων χεῖρας ἔτι ζητεῖς τὸν ἀπομύξοντα;

ἀλλʼ οὐδὲ μελετῶμεν ταῦτα οὐδʼ ἐπιστρεφόμεθα. ἐπεὶ δότε μοι ἕνα, ᾧ μέλει πῶς τι ποιήσῃ, ὃς ἐπιστρέφεται οὐ τοῦ τυχεῖν τινος, ἀλλὰ τῆς ἐνεργείας τῆς αὑτοῦ· τίς περιπατῶν τῆς ἐνεργείας τῆς αὑτοῦ ἐπιστρέφεται; τίς βουλευόμενος αὐτῆς τῆς βουλῆς, οὐχὶ δὲ τοῦ τυχεῖν ἐκείνου περὶ οὗ βουλεύεται;

κἂν μὲν τύχῃ, ἐπῆρται καὶ λέγει πῶς γὰρ ἡμεῖς καλῶς ἐβουλευσάμεθα; οὐκ ἔλεγόν σοι, ἀδελφέ, ὅτι ἀδύνατόν ἐστιν ἡμῶν τι σκεψαμένων μὴ οὕτως ἐκβῆναι; ἂν δʼ ἑτέρως χωρήσῃ, τεταπείνωται τάλας, οὐχ εὑρίσκει οὐδὲ τί εἴπῃ περὶ τῶν γεγονότων. τίς ἡμῶν τούτου ἕνεκα μάντιν παρέλαβεν;