Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

τίς ἡμῶν οὐκ ἐνεκοιμήθη ὑπὲρ ἐνεργείας; τίς; ἕνα μοι δότε, ἵνα ἴδω τοῦτον, ὃν ἐκ πολλοῦ χρόνου ζητῶ, τὸν ταῖς ἀληθείαις εὐγενῆ καὶ εὐφυᾶ· εἴτε νέον εἴτε πρεσβύτερον, δότε.

τί οὖν ἔτι θαυμάζομεν εἰ περὶ μὲν τὰς ὕλας τετρίμμεθα, ἐν δὲ ταῖς ἐνεργείαις ταπεινοί, ἀσχήμονες, οὐδενὸς ἄξιοι, δειλοί, ἀταλαίπωροι, ὅλοι ἀτυχήματα; οὐ γὰρ μεμέληκεν ἡμῖν οὐδὲ μελετῶμεν.

εἰ δὲ μὴ τὸν θάνατον ἢ τὴν φυγὴν ἐφοβούμεθα, ἀλλὰ τὸν φόβον, ἐμελετῶμεν ἂν ἐκείνοις μὴ περιπίπτειν ἃ φαίνεται ἡμῖν κακά.

νῦν δʼ ἐν μὲν τῇ σχολῇ γοργοὶ καὶ κατάγλωσσοι, κἂν ζητημάτιον ἐμπέσῃ περί τινος τούτων, ἱκανοὶ τὰ ἑξῆς ἐπελθεῖν· ἕλκυσον δʼ εἰς χρῆσιν καὶ εὑρήσεις τάλανας ναυαγούς. προσπεσέτω φαντασία ταρακτικὴ καὶ γνώσῃ, τί ἐμελετῶμεν καὶ πρὸς τί ἐγυμναζόμεθα.

λοιπὸν ὑπὸ τῆς ἀμελετησίας προσεπισωρεύομεν ἀεί τινα καὶ προσπλάσσομεν μείζονα τῶν καθεστώτων.

εὐθὺς ἐγώ, ὅταν πλέω, κατακύψας εἰς τὸν βυθὸν ἢ τὸ πέλαγος περιβλεψάμενος καὶ μὴ ἰδὼν γῆν ἐξίσταμαι καὶ φανταζόμενος, ὅτι ὅλον με δεῖ τὸ πέλαγος τοῦτο ἐκπιεῖν, ἂν ναυαγήσω, οὐκ ἐπέρχεταί μοι, ὅτι μοι τρεῖς ξέσται ἀρκοῦσιν. τί οὖν με ταράσσει; τὸ πέλαγος; οὔ, ἀλλὰ τὸ δόγμα.

πάλιν ὅταν σεισμὸς γένηται, φαντάζομαι ὅτι ἡ πόλις ἐπιπίπτειν μοι μέλλει· οὐ γὰρ ἀρκεῖ μικρὸν λιθάριον, ἵνʼ ἔξω μου τὸν ἐγκέφαλον βάλῃ;

τίνα οὖν ἐστι τὰ βαροῦντα καὶ ἐξιστάντα ἡμᾶς; τίνα γὰρ ἄλλα ἢ τὰ δόγματα; τὸν γὰρ ἐξιόντα καὶ ἀπαλλαττόμενον τῶν συνήθων καὶ ἑταίρων καὶ τόπων καὶ συναναστροφῆς τί ἐστι τὸ βαροῦν ἄλλο ἢ δόγμα;

τὰ γοῦν παιδία εὐθὺς ὅταν κλαύσῃ μικρὰ τῆς τιτθῆς ἀπελθούσης, πλακούντιον λαβόντα ἐπιλέλησται.