Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἀργύριον οὐ λαμβάνω. διὰ τί; κέκρικα. ἴσθι ὅτι ᾧ τόνῳ νῦν χρῇ πρὸς τὸ μὴ λαμβάνειν, οὐδὲν κωλύει σε ἀλόγως ποτὲ ῥέψαι πρὸς τὸ λαμβάνειν καὶ πάλιν λέγειν ὅτι κέκρικα,

ὥσπερ ἐν νοσοῦντι καὶ ῥευματιζομένῳ σώματι ποτὲ μὲν ἐπὶ ταῦτα ποτὲ δʼ ἐπʼ ἐκεῖνα ῥέπει τὸ ῥεῦμα. οὕτως καὶ ἀσθενὴς ψυχή, ὅπου μὲν κλίνει, ἄδηλον ἔχει· ὅταν δὲ καὶ τόνος προσῇ τῷ κλίματι τούτῳ καὶ τῇ φορᾷ, τότε γίνεται τὸ κακὸν ἀβοήθητον καὶ ἀθεράπευτον.

ποῦ τὸ ἀγαθόν; — ἐν προαιρέσει. — ποῦ τὸ κακόν; — ἐν προαιρέσει. — ποῦ τὸ οὐδέτερον; — ἐν τοῖς ἀπροαιρέτοις.

— τί οὖν; μέμνηταί τις ἡμῶν ἔξω τούτων τῶν λόγων; μελετᾷ τις αὐτὸς ἐφʼ αὑτοῦ τοῦτον τὸν τρόπον ἀποκρίνεσθαι τοῖς πράγμασιν ὡς ἐπὶ τῶν ἐρωτημάτων· ἆρά γε ἡμέρα ἐστίν; ναί. τί δέ; νύξ ἐστιν; οὔ. τί δʼ; ἄρτιοί εἰσιν οἱ ἀστέρες; οὐκ ἔχω λέγειν.

ὅταν σοι προφαίνηται ἀργύριον, μεμελέτηκας ἀποκρίνεσθαι τὴν δέουσαν ἀπόκρισιν, ὅτι οὐκ ἀγαθόν; ἤσκηκας ἐν ταύταις ταῖς ἀποκρίσεσιν ἢ πρὸς μόνα· τὰ σοφίσματα;

τί οὖν θαυμάζεις, εἰ, ὅπου μὲν μεμελέτηκας, ἐκεῖ κρείττων γένῃ σεαυτοῦ, ὅπου δʼ ἀμελετήτως ἔχεις, ἐκεῖ δʼ ὁ αὐτὸς διαμένεις;

ἐπεὶ διὰ τί ὁ ῥήτωρ εἰδὼς ὅτι γέγραφε καλῶς, ὅτι ἀνείληφε τὰ γεγραμμένα, φωνὴν εἰσφέρων ἡδεῖαν ὅμως ἔτι ἀγωνιᾷ; ὅτι οὐκ ἀρκεῖται τῷ μελετῆσαι.

τί οὖν θέλεις; ἐπαινεθῆναι ὑπὸ τῶν παρόντων. πρὸς μὲν οὖν τὸ δύνασθαι μελετᾶν ἤσκηται, πρὸς ἔπαινον δὲ καὶ ψόγον οὐκ ἤσκηται.

πότε γὰρ ἤκουσεν παρά τινος, τί ἐστιν ἔπαινος, τί ἐστι ψόγος, τίς ἑκατέρου φύσις; τοὺς ποίους τῶν ἐπαίνων διωκτέον ἢ τοὺς ποίους τῶν ψόγων φευκτέον; πότε δʼ ἐμελέτησεν ταύτην τὴν μελέτην ἀκόλουθον τούτοις τοῖς λόγοις;