Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

θέλεις οὖν καὶ ἡμεῖς τοῖς παιδίοις ὁμοιῶμεν; οὔ, νὴ τὸν Δία. οὐ γὰρ ὑπὸ πλακουντίου τοῦτο πάσχειν ἀξιῶ, ἀλλʼ ὑπὸ δογμάτων ὀρθῶν.

τίνα δʼ ἐστὶ ταῦτα; ἃ δεῖ τὸν ἄνθρωπον ὅλην τὴν ἡμέραν μελετῶντα μηδενὶ προσπάσχειν τῶν ἀλλοτρίων, μηθʼ ἑταίρῳ μήτε τόπῳ μήτε γυμνασίοις, ἀλλὰ μηδὲ τῷ σώματι τῷ αὑτοῦ, μεμνῆσθαι δὲ τοῦ νόμου καὶ τοῦτον πρὸ ὀφθαλμῶν ἔχειν. τίς δʼ ὁ νόμος ὁ θεῖος;

τὰ ἴδια τηρεῖν, τῶν ἀλλοτρίων μὴ ἀντιποιεῖσθαι, ἀλλὰ διδομένοις μὲν χρῆσθαι, μὴ διδόμενα δὲ μὴ ποθεῖν, ἀφαιρουμένου δέ τινος ἀποδιδόναι εὐλύτως καὶ αὐτόθεν, χάριν εἰδότα οὗ ἐχρήσατο χρόνου, εἰ θέλεις μὴ κλάειν τὴν τιτθὴν καὶ μάμμην.

τί γὰρ διαφέρει, τίνος ἥττων ἐστὶ καὶ ἐκ τίνος κρέμαται; τί κρείττων εἶ τοῦ διὰ κοράσιον κλάοντος, εἰ διὰ γυμνασίδιον καὶ στωίδια καὶ νεανισκάρια καὶ τοιαύτην διατριβὴν πενθεῖς;

ἄλλος ἐλθὼν ὅτι οὐκέτι τὸ τῆς Δίρκης ὕδωρ πίνειν μέλλει. τὸ γὰρ Μάρκιον χεῖρόν ἐστι τοῦ τῆς Δίρκης; ἀλλʼ ἐκεῖνό μοι σύνηθες ἦν.

καὶ τοῦτο πάλιν ἔσται σοι σύνηθες. εἶτʼ ἂν μὲν τοιούτῳ προσπάθῃς, καὶ τοῦτο πάλιν κλαῖε καὶ ζήτει στίχον ὅμοιον τῷ Εὐριπίδου ποιῆσαι

θερμάς τε τὰς Νέρωνος Μάρκιόν θʼ ὕδωρ.
ἴδε πῶς τραγῳδία γίνεται, ὅταν εἰς μωροὺς ἀνθρώπους πράγματα τὰ τυγχάνοντʼ ἐμπέσῃ.

πότε οὖν Ἀθήνας πάλιν ὄψομαι καὶ τὴν ἀκρόπολιν; τάλας, οὐκ ἀρκεῖ σοι ἃ βλέπεις καθʼ ἡμέραν; κρεῖττόν τι ἔχεις ἢ μεῖζον ἰδεῖν τοῦ ἡλίου, τῆς σελήνης, τῶν ἄστρων, τῆς γῆς ὅλης, τῆς θαλάσσης;

εἰ δὲ δὴ παρακολουθεῖς τῷ διοικοῦντι τὰ ὅλα κἀκεῖνον ἐν σαυτῷ περιφέρεις, ἔτι ποθεῖς λιθάρια καὶ πέτραν κομψήν; ὅταν οὖν μέλλῃς ἀπολιπεῖν αὐτὸν τὸν ἥλιον καὶ τὴν σελήνην, τί ποιήσεις;

κλαύσεις καθήμενος ὡς τὰ παιδία; τί οὖν ἐν τῇ σχολῇ ἐποίεις, τί ἤκουες, τί ἐμάνθανες; τί σαυτὸν φιλόσοφον ἐπέγραφες ἐξὸν τὰ ὄντα ἐπιγράφειν; ὅτι εἰσαγωγὰς ἔπραξάς τινας καὶ Χρυσίππεια ἀνέγνων, φιλοσόφου δʼ οὐδὲ θύραν παρῆλθον.