Discourses

Epictetus

Epictetus. Epicteti dissertationes ab Arriano digestae, editio maior. Schenkl, Heinrich. editor. Leipzig: Teubner, 1916.

ἄνευ πάσης αἰτίας ἐξάγεις ἡμῖν ἄνθρωπον ἐκ τοῦ ζῆν φίλον καὶ συνήθη, τῆς αὐτῆς πόλεως πολίτην καὶ τῆς μεγάλης καὶ τῆς μικρᾶς·

εἶτα φόνον ἐργαζόμενος καὶ ἀπολλύων ἄνθρωπον μηδὲν ἠδικηκότα λέγεις ὅτι τοῖς κριθεῖσιν ἐμμένειν δεῖ.

εἰ δʼ ἐπῆλθέν σοί πώς ποτʼ ἐμὲ ἀποκτεῖναι, ἔδει σε ἐμμένειν τοῖς κριθεῖσιν;

ἐκεῖνος μὲν οὖν μόγις μετεπείσθη. τῶν δὲ νῦν τινας οὐκ ἔστι μεταθεῖναι. ὥστε μοι δοκῶ ὃ πρότερον ἠγνόουν νῦν εἰδέναι, τί ἐστι τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον· μωρὸν οὔτε πεῖσαι οὔτε ῥῆξαι ἔστιν.

μή μοι γένοιτο φίλον ἔχειν σοφὸν μωρόν. δυσμεταχειριστότερον οὐδέν ἐστιν. κέκρικα. καὶ γὰρ οἱ μαινόμενοι· ἀλλʼ ὅσῳ βεβαιότερον κρίνουσι τὰ οὐκ ὄντα, τοσούτῳ πλείονος ἐλλεβόρου δέονται.

οὐ θέλεις τὰ τοῦ νοσοῦντος ποιεῖν καὶ τὸν ἰατρὸν παρακαλεῖν; νοσῶ, κύριε· βοήθησόν μοι. τί με δεῖ ποιεῖν σκέψαι· ἐμόν ἐστι πείθεσθαί σοι.

οὕτως καὶ ἐνταῦθʼ. ἃ δεῖ με ποιεῖν οὐκ οἶδα, ἐλήλυθα δὲ μαθησόμενος. οὔ, ἀλλὰ περὶ τῶν ἄλλων μοι λέγε. τοῦτο δὲ κέκρικα.

περὶ ποίων ἄλλων; τί γάρ ἐστι μεῖζον ἢ προὐργιαίτερον τοῦ πεισθῆναί σε, ὅτι οὐκ ἀρκεῖ τὸ κεκρικέναι καὶ τὸ μὴ μεταθέσθαι;

οὗτοι οἱ μανικοὶ τόνοι, οὐχ ὑγιεινοί. ἀποθανεῖν θέλω, ἄν με τοῦτο ἀναγκάσῃς. διὰ τί, ἄνθρωπε; τί ἐγένετο; κέκρικα. ἐσώθην, ὅτι οὐ κέκρικας ἐμὲ ἀποκτεῖναι.