Quis dives salvetur

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Τί γὰρ ἔτι δεῖ; θεῶ τὰ τῆς ἀγάπης μυστήρια, καὶ τότε ἐποπτεύσεις τὸν κόλπον τοῦ πατρός, ὃν ὁ μονογενὴς θεὸς μόνος ἐξηγήσατο.

184
ἐστι δὲ καὶ αὐτὸς ὁ θεὸς ἀγάπη καὶ δι᾿ ἀγάπην ἡμῖν ἐθεάθη. καὶ τὸ μὲν ἄρρητον αὐτοῦ πατήρ. τὸ δὲ εἰς ἡμᾶς συμπαθὲς γέγονε μήτηρ. ἀγαπήσας ὁ πατὴρ ἐθηλύνθη. καὶ τούτου μέγα σημεῖον ὃν αὐτὸς ἐγέννησεν ἐξ αὑτοῦ· καὶ ὁ τεχθεὶς ἐξ ἀγάπης καρπὸς ἀγάπη. διὰ τοῦτο καὶ αὐτὸς κατῆλθε. διὰ τοῦτο ἄνθρωπον ἐνέδυ. διὰ τοῦτο τὰ ἀνθρώπων ἑκὼν ἔπαθεν. ἵνα πρὸς τὴν ἡμετέραν ἀσθένειαν οὓς ἠγάπησε μετρηθεὶς ἡμᾶς πρὸς τὴν ἑαυτοῦ δύναμιν ἀντιμετρήσῃ. καὶ μέλλων σπένδεσθαι καὶ λύτρον ἑαυτὸν ἐπιδιδοὺς καινὴν ἡμῖν διαθήκην καταλιμπάνει· »ἀγάπην ὑμῖν δίδωμι τὴν ἐμήν.« τίς δέ ἐστιν αὕτη καὶ πόση; ὑπὲρ ἡμῶν ἑκάστου κατέθηκε τὴν ψυχὴν τὴν ἀνταξίαν τῶν ὅλων· ταύτην ἡμᾶς ὑπὲρ ἀλλήλων ἀνταπαιτεῖ. εἰ δὲ τὰς ψυχὰς ὀφείλομεν τοῖς ἀδελφοῖς. καὶ τοιαύτην τὴν συνθήκην πρὸς τὸν σωτῆρα ἀνθωμολογήμεθα. ἔτι τὰ τοῦ κόσμου. τὰ πτωχὰ καὶ ἀλλότρια καὶ παραρρέοντα. καθείρξομεν ταμιευόμενοι; ἀλλήλων ἀποκλείσομεν, ἃ μετὰ μικρὸν ἕξει τὸ πῦρ; θείως γε καὶ ἐπιπνόως ὁ Ἰωάννης »ὁ μὴ φιλῶν« φησὶ »τὸν ἀδελφὸν ἀνθρωποκτόνος ἐστί«, σπέρμα τοῦ Κάιν, θρέμμα τοῦ διαβόλου. θεοῦ σπλάγχνον οὐκ ἔχει, ἐλπίδα κρειττόνων οὐκ ἔχει. ἄσπορός ἐστιν, ἄγονός ἐστιν. οὐκ ἔστι κλῆμα τῆς ἀεὶ ζώσης ὑπερουρανίας ἀμπέλου, ἐκκόπτεται, τὸ πῦρ ἄθρουν ἀναμένει.

Σὺ δὲ μάθε τὴν »καθ᾿ ὑπερβολὴν ὁδόν«, ἣν δείκνυσι Παῦλος ἐπὶ σωτηρίαν· »ἡ ἀγάπη τὰ ἑαυτῆς οὐ ζητεῖ«, ἀλλ᾿ ἐπὶ τὸν ἀδελφὸν ἐκκέχυται· περὶ τοῦτον ἐπτόηται, περὶ τοῦτον σωφρόνως μαίνεται. »ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· ἡ τελεία ἀγάπη ἐκβάλλει τὸν φόβον· οὐ περπερεύεται, οὐ φυσιοῦται. οὐκ ἐπιχαίρει τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει. πάντα πιστεύει, πάντα ἐλπίζει. πάντα ὑπομένει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, προφητεῖαι καταργοῦνται. γλῶσσαι παύονται, ἰάσεις ἐπὶ γῆς καταλείπονται. μένει δὲ τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ ἐν τούτοις ἡ ἀγάπη.« καὶ δικαίως· πίστις μὲν γὰρ ἀπέρχεται, ὅταν αὐτοψίᾳ πεισθῶμεν

185
ἰδόντες θεόν, καὶ ἐλπὶς ἀφανίζεται τῶν ἐλπισθέντων ἀποδοθέντων, ἀγάπη δὲ εἰς πλήρωμα συνέρχεται καὶ μᾶλλον αὔξεται τῶν τελείων παραδοθέντων. ἐὰν ταύτην ἐμβάληταί τις τῇ ψυχῇ, δύναται, κἂν ἐν ἁμαρτήμασιν ᾖ γεγεννημένος, κἂν πολλὰ τῶν κεκωλυμένων εἰργασμένος, αὐξήσας τὴν ἀγάπην καὶ μετάνοιαν καθαρὰν λαβὼν ἀναμαχέσασθαι τὰ ἐπταισμένα.
957 P
μηδὲ γὰρ τοῦτο εἰς ἀπόγνωσίν σοι καὶ ἀπόνοιαν καταλελείφθω, εἰ καὶ τὸν πλούσιον μάθοις ὅστις ἐστὶν