Quis dives salvetur

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

ὁ χώραν ἐν οὐρανοῖς οὐκ ἔχων καὶ τίνα τρόπον τοῖς οὖσι χρώμενος ἄν τις τό τε ἐπίρρητον τοῦ πλούτου καὶ χαλεπὸν εἰς ζωὴν διαφύγοι καὶ δύναιτο τῶν αἰωνίων [τῶν] ἀγαθῶν ἐπαύρασθαι, εἴη δὲ τετυχηκὼς ἢ δι᾿ ἄγνοιαν ἢ δι᾿ ἀσθένειαν ἢ περίστασιν ἀκούσιον μετὰ τὴν σφραγῖδα καὶ τὴν λύτρωσιν περιπετής τισιν ἁμαρτήμασιν ἢ παραπτώμασιν, ὡς ὑπενηνέχθαι τέλεον, ὅτι οὗτος κατεψήφισται παντάπασιν ὑπὸ τοῦ θεοῦ. παντὶ γὰρ τῷ μετ᾿ ἀληθείας ἐξ ὅλης τῆς καρδίας ἐπιστρέψαντι πρὸς τὸν θεὸν ἀνεῴγασιν αἱ θύραι καὶ δέχεται τρισάσμενος πατὴρ υἱὸν ἀληθῶς μετανοοῦντα· ἡ δ᾿ ἀληθινὴ μετάνοια τὸ μηκέτι τοῖς αὐτοῖς ἔνοχον εἶναι, ἀλλὰ ἄρδην ἐκριζῶσαι τῆς ψυχῆς ἐφ᾿ οἷς ἑαυτοῦ κατέγνω θάνατον ἁμαρτήμασιν· τούτων γὰρ ἀναιρεθέντων αὖθις εἰς σὲ θεὸς εἰσοικισθήσεται. μεγάλην γάρ φησι καὶ ἀνυπέρβλητον εἶναι χαρὰν καὶ ἑορτὴν ἐν οὐρανοῖς τῷ πατρὶ καὶ τοῖς ἀγγέλοις ἑνὸς ἁμαρτωλοῦ ἐπιστρέψαντος καὶ μετανοήσαντος. διὸ καὶ κέκραγεν· »ἔλεον θέλω καὶ οὐ θυσίαν· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν· κἂν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν ἔριον, ὡς χιόνα λευκανῶ, κἂν μελάντερον τοῦ σκότους, ὡς ἔριον λευκὸν ἐκνίψας ποιήσω.« θεῷ γὰρ μόνῳ δυνατὸν ἄφεσιν ἁμαρτιῶν παρασχέσθαι καὶ μὴ λογίσασθαι παραπτώματα, ὅπου γε καὶ ἡμῖν παρακελεύεται τῆς ἡμέρας ἑκάστης ὁ κύριος ἀφιέναι

186
τοῖς ἀδελφοῖς μετανοοῦσιν. εἰ δὲ ἡμεῖς πονηροὶ ὄντες ἴσμεν ἀγαθὰ δόματα διδόναι. πόσῳ μᾶλλον »ὁ πατὴρ τῶν οἰκτιρμῶν«. ὁ ἀγαθὸς πατὴρ »πάσης παρακλήσεως«. ὁ πολύσπλαγχνος καὶ πολυέλεος πέφυκε μακροθυμεῖν· τοὺς ἐπιστρέψαντας περιμένει· ἐπιστρέψαι δέ ἐστιν ὄντως ἀπὸ τῶν ἁμαρτημάτων τὸ παύσασθαι καὶ μηκέτι βλέπειν εἰς τὰ ὀπίσω.

Τῶν μὲν οὖν προγεγενημένων θεὸς δίδωσιν ἄφεσιν. τῶν δὲ ἐπιόντων αὐτὸς ἕκαστος ἑαυτῷ. καὶ τοῦτ᾿ ἔστι μεταγνῶναι τὸ καταγνῶναι τῶν παρῳχημένων καὶ αἰτήσασθαι τούτων ἀμνηστίαν παρὰ πατρός, ὃς μόνος τῶν ἁπάντων οἷός τέ ἐστιν ἄπρακτα ποιῆσαι τὰ πεπραγμένα ἐλέῳ τῷ παρ᾿ αὑτοῦ καὶ δρόσῳ πνεύματος ἀπαλείψας τὰ προημαρτημένα. »ἐφ᾿ οἷς γὰρ ἂν εὕρω ὑμᾶς«, φησίν, »ἐπὶ τούτοις καὶ κρινῶ·« καὶ παρ᾿ ἕκαστα βοᾷ τὸ τέλος πάντων· ὥστε καὶ τῷ τὰ μέγιστα εὖ πεποιηκότι κατὰ τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ πρόσθεν πόνοι, ἐπὶ τῆς καταστροφῆς τοῦ δράματος ἐξάθλῳ γενομένῳ, τῷ τε χεῖρον

958 P
καὶ ἐπισεσυρμένως βιώσαντι πρότερον ἔστιν ὕστερον μετανοήσαντι πολλοῦ χρόνου πολιτείαν πονηρὰν ἐκνικῆσαι τῷ μετὰ τὴν μετάνοιαν χρόνῳ· ἀκριβείας δὲ δεῖ πολλῆς, ὥσπερ τοῖς μακρᾷ νόσῳ πεπονηκόσι σώμασι διαίτης χρεία καὶ προσοχῆς πλείονος. ὁ κλέπτης, ἄφεσιν βούλει λαβεῖν; μηκέτι κλέπτε· ὁ μοιχεύσας, μηκέτι πυρούσθω· ὁ πορνεύσας,
187
λοιπὸν ἁγνευέτω· ὁ ἁρπάσας, ἀποδίδου καὶ προσαποδίδου· ὁ ψευδομάρτυς. ἀλήθειαν ἄσκησον· ὁ ἐπίορκος, μηκέτι ὄμνυε· καὶ τὰ ἄλλα πάθη σύντεμε, ὀργήν, ἐπιθυμίαν, λύπην. φόβον, ἵνα εὑρεθῇς ἐπὶ τῆς ἐξόδου πρὸς τὸν ἀντίδικον ἐνταῦθα διαλελύσθαι φθάνων. ἔστιν μὲν οὖν ἀδύνατον ἴσως ἀθρόως ἀποκόψαι πάθη σύντροφα, ἀλλὰ μετὰ θεοῦ δυνάμεως καὶ ἀνθρωπείας ἱκεσίας καὶ ἀδελφῶν βοηθείας καὶ εἰλικρινοῦς μετανοίας καὶ συνεχοῦς μελέτης κατορθοῦται.