Quis dives salvetur

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ἐνεργοὶ οὗτοι πάντες [οἱ] στρατιῶται καὶ φύλακες βέβαιοι. οὐδεὶς ἀργός, οὐδεὶς ἀχρεῖος. ὃ μὲν ἐξαιτήσασθαί σε δύναται παρὰ θεοῦ. ὅ δὲ παραμυθήσασθαι κάμνοντα, ὃ δὲ δακρῦσαι καὶ στενάξαι συμπαθῶς ὑπὲρ σοῦ πρὸς τὸν κύριον τῶν ὅλων, ὅ δὲ διδάξαι τι τῶν πρὸς τὴν σωτηρίαν χρησίμων, ὃ δὲ νουθετῆσαι μετὰ παρρησίας, ὃ δὲ συμβουλεῦσαι μετ᾿ εὐνοίας, πάντες δὲ φιλεῖν ἀληθῶς, ἀδόλως, ἀφόβως. ἀνυποκρίτως, ἀκολακεύτως. ἀπλάστως. ὦ γλυκεῖαι θεραπεῖαι φιλούντων, ὦ μακάριοι διακονίαι θαρρούντων, ὦ πίστις εἰλικρινὴς θεὸν μόνον δεδιότων, ὦ λόγων ἀλήθεια παρὰ τοῖς ψεύσασθαι μὴ δυναμένοις, ὦ κάλλος ἔργων παρὰ τοῖς θεῷ διακονεῖν πεπεισμένοις. πείθειν θεόν, ἀρέσκειν θεῷ· οὐ σαρκὸς τῆς σῆς ἅπτεσθαι δοκοῦσιν. ἀλλὰ τῆς ἑαυτοῦ ψυχῆς ἕκαστος, οὐκ ἀδελφῷ λαλεῖν, ἀλλὰ τῷ βασιλεῖ τῶν αἰώνων ἐν σοὶ κατοικοῦντι.

Πάντες οὖν οἱ πιστοὶ καλοὶ καὶ θεοπρεπεῖς καὶ τῆς προσηγορίας ἄξιοι, ἣν ὥσπερ διάδημα περίκεινται. οὐ μὴν ἀλλ᾿ εἰσὶν ἤδη τινὲς καὶ τῶν ἐκλεκτῶν ἐκλεκτότεροι, καὶ τοσούτῳ μᾶλλον ᾗ ἧττον ἐπίσημοι, τρόπον τινὰ ἐκ τοῦ κλύδωνος τοῦ κόσμου νεωλκοῦντες ἑαυτοὺς καὶ ἐπανάγοντες ἐπ᾿ ἀσφαλές, οὐ βουλόμενοι δοκεῖν ἅγιοι. κἂν εἴπῃ τις, αἰσχυνόμενοι, ἐν βάθει γνώμης ἀποκρύπτοντες τὰ ἀνεκλάλητα μυστήρια. καὶ τὴν αὑτῶν εὐγένειαν ὑπερηφανοῦντες ἐν κόσμῳ βλέπεσθαι, οὓς ὁ λόγος »φῶς τοῦ κόσμου« καὶ »ἅλας τῆς γῆς« καλεῖ. τοῦτ᾿ ἔστι τὸ σπέρμα, εἰκὼν καὶ ὁμοίωσις θεοῦ, καὶ τέκνον αὐτοῦ γνήσιον καὶ κληρονόμον, ὥσπερ ἐπί τινα ξενιτείαν ἐνταῦθα πεμπόμενον ὑπὸ μεγάλης οἰκονομίας καὶ ἀναλογίας τοῦ πατρός· δι᾿ ὃ καὶ τὰ φανερὰ καὶ τὰ ἀφανῆ τοῦ κόσμου δεδημιούργηται, τὰ μὲν εἰς δουλείαν, τὰ δὲ εἰς ἄσκησιν. τὰ δὲ εἰς μάθησιν αὐτῷ. καὶ πάντα, μέχρις ἂν ἐνταῦθα τὸ σπέρμα μένῃ. συνέχεται, καὶ συναχθέντος αὐτοῦ πάντα τάχιστα λυθήσεται.

956 P