Quis dives salvetur
Clement of Alexandria
Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.
Πῶς οὖν ὁ ἄνθρωπος ταῦτα δίδωσιν; ὅτι διὰ τὴν ἐκείνου τιμὴν καὶ εὔνοιαν καὶ οἰκείωσιν ὁ κύριος δίδωσι· »δώσω γὰρ οὐ μόνον τοῖς φίλοις, ἀλλὰ καὶ τοῖς φίλοις τῶν φίλων.« καὶ τίς οὗτός ἐστιν ὁ φίλος τοῦ θεοῦ; σὺ μὲν μὲν μὴ κρῖνε, τίς ἄξιος καὶ τίς ἀνάξιος· ἐνδέχεται γάρ σε διαμαρτεῖν περὶ τὴν δόξαν· ὡς ἐν ἀμφιβόλῳ δὲ τῆς ἀγνοίας ἄμεινον καὶ τοὺς ἀναξίους εὖ ποιεῖν διὰ τοὺς ἀξίους ἢ φυλασσόμενον·
Τοῦτο τὸ σχῆμα τὸ βλεπόμενον ἐξαπατᾷ τὸν θάνατον καὶ τὸν διάβολον· ὁ γὰρ ἐντὸς πλοῦτος καὶ τὸ κάλλος αὐτοῖς ἀθέατός ἐστι· καὶ μαίνονται περὶ τὸ σαρκίον, οὗ καταφρονοῦσιν ὡς ἀσθενοῦς. τῶν ἔνδον ὄντες τυφλοὶ κτημάτων, οὐκ ἐπιστάμενοι πηλίκον τινὰ »θησαυρὸν ἐν ὀστρακίνῳ σκεύει« βαστάζομεν, δυνάμει θεοῦ πατρὸς καὶ αἵματι θεοῦ παιδὸς καὶ δρόσῳ πνεύματος ἁγίου περιτετειχισμένον. ἀλλὰ σύ γε μὴ ἐξαπατηθῇς. ὁ γεγευμένος ἀληθείας καὶ κατηξιωμένος τῆς μεγάλης λυτρώσεως, ἀλλὰ τὸ ἐναντίον τοῖς ἄλλοις ἀνθρώποις σεαυτῷ κατάλεξον στρατὸν ἄοπλον, ἀπόλεμον, ἀναίμακτον, ἀόργητον, ἀμίαντον, γέροντας