Eclogae propheticae

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Ἐν πολλῷ δὲ τῷ βίῳ μακαριστὸς οὐ διὰ τὸ μακρὸν [γενόμενος] ζῆν, ᾧ γε καὶ διὰ τὸ ζῆσαι εὖ ὑπῆρξεν ἀξίῳ τοῦ ζῆν ἀεὶ γενέσθαι. οὐδένα λελύπηκεν. ὅτι μὴ τῷ λόγῳ παιδεύων τοὺς ἡλκωμένους τὴν καρδίαν. καθάπερ μέλιτι σωτηρίῳ, γλυκεῖ τε ὄντι καὶ δηκτικῷ. ὥστε παντὸς μᾶλλον ὁ γνωστικὸς τὸ πρέπον ἂν μετὰ τοῦ κατὰ λόγον φυλάσσοι. τοῦ γὰρ ἐμπαθοῦς παντὸς περιτμηθέντος καὶ περιαιρεθέντος ἁπάσης τῆς ψυχῆς τῷ κρατίστῳ, καθαρῷ γενομένῳ καὶ ἠλευθερωμένῳ εἰς υἱοθεσίαν, τοῦ λοιποῦ σύνεστίν τε καὶ βιοῖ.

Πυθαγόρας ἠξίου μὴ μόνον λογιώτατον, ἀλλὰ καὶ πρεσβύτατον ἡγεῖσθαι τῶν σοφῶν τὸν θέμενον τὰ ὀνόματα τοῖς πράγμασι. δεῖ τοίνυν τὰς γραφὰς ἀκριβῶς διερευνωμένους, ἐπειδὴ ἐν παραβολαῖς εἰρῆσθαι ἀνωμολόγηνται. ἀπὸ τῶν ὀνομάτων θηρᾶσθαι τὰς δόξας, ἃς τὸ ἅγιον πνεῦμα περὶ τῶν πραγμάτων ἔχον. εἰς τὰς λέξεις ὡς εἰπεῖν τὴν αὑτοῦ διάνοιαν ἐκτυπωσάμενον, διδάσκει. ἵνα ἡμῖν ἀκριβῶς

147
ἐξεταζόμενα διαπτύσσηται μὲν τὰ ὀνόματα πολυσήμως εἰρημένα, τὸ δ᾿ ἐγκεκρυμμένον ἐν πολλοῖς τοῖς σκέπουσι ψηλαφώμενον καὶ καταμανθανόμενον ἐκφαίνηται καὶ ἀναλάμψῃ. [οὕτ]ὡς γὰρ καὶ ὁ μόλιβδος τοῖς τρίβουσιν ἐξανθεῖ λευκὸν ἐκ μέλανος, τὸ ψιμύθιον. οὕτως καὶ ἡ γνῶσις, φέγγος καὶ λαμπρότητα καταχέουσα τῶν πραγμάτων, ἡ τῷ ὄντι θεία σοφία εἴη ἄν, τὸ φῶς τὸ εἰλικρινές, τὸ φωτίζον τοὺς καθαροὺς τῶν ἀνθρώπων ὡς κόρην ὀφθαλμοῦ εἰς ὄψιν καὶ κατάληψιν τῆς ἀληθείας βεβαίαν.

Ἀναψάμενοι τοίνυν τῆς ἀρχῆς τοῦ φωτὸς ἐκείνου ἐκ τοῦ πόθου τοῦ περὶ αὐτὸ αὐτῷ ὡς ἔνι μάλιστα ἐξομοιοῦσθαι πειρώμενοι, φωτὸς ἔμπλεοι, φῶτες Ἰσραηλῖται τῷ ὄντι γινόμεθα. φίλους γὰρ εἶπεν καὶ ἀδελφοὺς τοὺς ἐχομένους τῆς πρὸς τὸ θεῖον ἀφομοιώσεως κατὰ ἐπιθυμίαν καὶ δίωξιν.

* * ἣν τόποι μὲν καθαροὶ καὶ λειμῶνες ἐδέξαντο, φωνὰς καί τινας ὄψεις ἁγίων φασμάτων ἔχοντες, ἄνθρωπος δὲ ὁ ἀκριβῶς κεκαθαρμένος ἅπας διδασκαλίας καὶ δυνάμεως θεϊκῆς καταξιωθήσεται.

Οἶδα δὲ ἐγὼ ὅτι τὰ τῆς γνώσεως μυστήρια τοῖς μὲν πολλοῖς χλεύην φέρει καὶ μάλιστα μὴ κεκαττυμένα σοφιστικῇ τροπολογίᾳ. τοὺς δὲ ὀλίγους καθάπερ φῶς ἐπεισενεχθὲν ἐξαίφνης συμποσίῳ τινὶ συνηρεφεῖ ἐκπλήξει τὰ πρῶτα, ἔπειτα ἐθίσαντες καὶ συντραφέντες καὶ ἐγγυμνα

999 P
σάμενοι τῷ λογισμῷ ὡς ὑφ᾿ ἡδονῆς εὐφραινόμενοι καὶ ἀγαλλιώμενοι * * τὸν κύριον. ὡς γὰρ ἡ ἡδονὴ τὴν τῆς ἀλγηδόνος ἀπαλλαγὴν οὐσίαν ἔχει, οὕτως ἡ γνῶσις τῆς ἀγνοίας τὴν ὑπεξαίρεσιν. ὡς γὰρ οἱ μάλιστα καθεύδοντες οἴονται μάλιστα ἐγρηγορέναι, ἐναργεστέραις ὑποπίπτοντες καὶ ἀπερισπάστοις ταῖς ὄναρ φαντασίαις, οὕτως οἱ μάλιστα ἀγνοοῦντες μάλιστα εἰδέναι νομίζουσι.
148
μακάριοι δὲ οἱ ἐξ ύπνου τοῦδε καὶ τῆς παραφροσύνης ἀνεγειρόμενοι καὶ ἀναβλέψαντες τὸ φῶς καὶ τὴν ἀλήθειαν.