Eclogae propheticae

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Δεῖ τοίνυν ἐπ᾿ ἴσης τῷ βουλομένῳ τὸ πειθόμενον ἔχειν τὸν μαθητὴν καὶ τῷ πόθῳ τὴν πίστιν ἐγκαταμίξαντα γυμνάζειν καὶ μελετᾶν, ἑκάστοτε πρὸς ἑαυτὸν τὴν τῶν θεωρημάτων ἀλήθειαν ἐξετάζοντα· ἐπειδὰν δὲ εὖ ἔχειν αὐτῷ δοκῇ, τότε δὴ καὶ εἰς τὰς τῶν πέλας ζητήσεις καθιέναι· ἐπεὶ καὶ οἱ νεοττοὶ προαποπειρῶνται τοῦ πετάσαι ἐπὶ τῆς καλιᾶς γυμνάσαντες τὰ πτερά.

Ἡ γὰρ ἀρετὴ ἡ γνωστικὴ πανταχοῦ καλὸν καὶ πρᾶον καὶ ἀβλαβὲς καὶ ἄλυπον καὶ μακάριον καὶ παρεσκευασμένον ἄριστα μὲν ὁμιλεῖν παντὶ τῷ θείῳ, ἄριστα δ᾿ ἀνθρώποις, θεωρητικὸν ὁμοῦ καὶ πρακτικόν, ἄγαλμα θεῖον τὸν ἄνθρωπον κατασκευάζουσα καὶ φιλόκαλον ἀπεργαζομένη δι᾿ ἀγάπης· τὸ γὰρ καλὸν ὡς ἐκεῖ σοφίᾳ θεωρητὸν καὶ νοητόν, ἐνταῦθα σωφροσύνῃ καὶ δικαιοσύνῃ διὰ πίστεως πρακτόν, ἐν σαρκὶ μελετήσαντος ἀγγελικὴν ὑπουργίαν, ὥσπερ ἐν τόπῳ διαφανεῖ καὶ ἀμιάντῳ τῷ σώματι τὸν νοῦν καθιερώσαντος.

Πρὸς δὲ Τατιανὸν λέγοντα εὐκτικὸν εἶναι τὸ »γενηθήτω φῶς« λεκτέον· εἰ τοίνυν εὐχόμενος ᾔδει τὸν ὑπερκείμενον θεόν, πῶς λέγει »ἐγὼ θεὸς καὶ πλὴν ἐμοῦ ἄλλος οὐδείς«;

Εἶπε μὲν ὡς κολάσεις εἰσὶ βλασφημιῶν, φλυαρίας, ἀκολάστων ῥημάτων, λόγῳ κολαζομένων καὶ παιδευομένων· ἔφασκεν δὲ καὶ διὰ τὰς τρίχας κολάζεσθει καὶ τὸν κόσμον τὰς γυναῖκας ὑπὸ δυνάμεως τῆς ἐπὶ τούτοις τεταγμένης, ἣ καὶ τῷ Σαμψὼν δύναμιν παρεῖχε ταῖς θριξίν, ἥτις κολάζει τὰς διὰ κόσμου τριχῶν ἐπὶ πορνείαν ὁρμώσας.

Καθάπερ ἀγαθοῦ ἀπορροίᾳ ἀγαθύνονται, οὕτως καὶ κακοῦ κακοῦνται. καλὴ ἡ κρίσις τοῦ θεοῦ, ἥ τε διάκρισις ἡ τῶν πιστῶν ἀπὸ τῶν ἀπίστων ἥ τε πρόκρισις ὑπὲρ τοῦ μὴ μείζονι περιπεσεῖν κρίσει ἥ τε κρίσις παίδευσις οὖσα.

149