Eclogae propheticae

Clement of Alexandria

Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.

Οὕτως γοῦν καὶ ὅταν ὁ θεὸς λέγηται »πῦρ καταναλίσκον«, οὐ κακίας. ἀλλὰ δυνάμεως ὄνομα καὶ σύμβολον ἐκδεκτέον· ὡς γὰρ τὸ

996 P
πῦρ ἰσχυρότατον τῶν στοιχείων καὶ πάντων κρατοῦν, οὕτω καὶ ὁ θεὸς παντοδύναμος καὶ παντοκράτωρ, ὁ δυνάμενος κρατῆσαι, κτίσαι, ποιῆσαι. τρέφειν, αὔξειν, σῴζειν, σώματος καὶ ψυχῆς ἐξουσίαν ἔχων. ὡς οὖν τῶν στοιχείων ὑπερέχει τὸ πῦρ. οὕτως θεῶν τε καὶ δυνάμεων καὶ ἀρχῶν ὁ παντοκράτωρ. διπλῆ τε ἡ δύναμις τοῦ πυρός, ἣ μὲν πρὸς δημιουργίαν καὶ πέπανσιν καρπῶν καὶ ζῴων γένεσιν καὶ τροφὴν ἐπιτήδειος, ἧς εἰκὼν ὁ ἥλιος, ἣ δὲ πρὸς ἀνάλωσιν καὶ φθοράν, ὡς τὸ πῦρ τὸ ἐπίγειον. »πῦρ« οὖν ὅταν λέγηται ὁ θεὸς »καταναλίσκον«, δύναμις ἰσχυρὰ καὶ ἀπροσάντητος, ᾗ μηδὲν ἀδύνατον, ἀλλὰ καὶ τὸ ἀπολέσαι δυνατόν. περὶ τοιαύτης δυνάμεως καὶ ὁ σωτὴρ λέγει· »πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν«, δηλονότι δύναμιν τῶν μὲν ἁγίων καθαρτικήν. τῶν δὲ ὑλικῶν, ὡς μὲν ἐκεῖνοί φασιν, ἀφανιστικήν, ὡς δὲ ἡμεῖς ἂν φαίημεν, παιδευτικήν. ἔχει δὲ καὶ φόβον τὸ πῦρ καὶ διάχυσιν τὸ φῶς.

Οὐκ ἔγραφον δὲ οἱ πρεσβύτεροι μήτε ἀπασχολεῖν βουλόμενοι τὴν διδασκαλικὴν τῆς παραδόσεως φροντίδα τῇ περὶ τὸ γράφειν ἄλλῃ φροντίδι, μηδὲ μὴν τὸν τοῦ προσκέπτεσθαι τὰ λεχθησόμενα καιρὸν καταναλίσκοντες εἰς γραφήν. τάχα δὲ οὐδὲ τῆς αὐτῆς φύσεως κατόρθωμα τὸ συντακτικὸν καὶ διδασκαλικὸν εἶδος εἶναι πεπεισμένοι τοῖς εἰς τοῦτο πεφυκόσι συνεχώρουν. τὸ μὲν γὰρ ἀκωλύτως καὶ μετὰ ῥύμης φέρεται ῥεῦμα τοῦ λέγοντος, καί που τάχα καὶ συναρπάσαι δυνάμενον, τὸ δὲ ὑπὸ τῶν ἐντυγχανόντων ἑκάστοτε βασανιζόμενον, ἀκριβοῦς τῆς ἐξετάσεως τυγχάνον, ἄκρας καὶ τῆς ἐπιμελείας ἀξιοῦται, καὶ

145
ἔστιν οἷον εἰπεῖν ἔγγραφος διδασκαλίας βεβαίωσις, καὶ εἰς τοὺς ὀψιγόνους οὕτως διὰ τῆς συντάξεως παραπεμπομένης τῆς φωνῆς. ἡ γὰρ τῶν πρεσβυτέρων παρακαταθήκη διὰ τῆς γραφῆς λαλοῦσα ὑπουργῷ χρῆται τῷ γράφοντι πρὸς τὴν παράδοσιν εἰς σωτηρίαν τῶν ἐντευξομένων. καθάπερ οὖν ἡ μαγνῆτις λίθος τὴν ἄλλην ὕλην παραπεμπομένη μόνον ἐφέλκεται δι᾿ ἐπιτηδειότητα τὸν σίδηρον, οὕτως καὶ τὰ βιβλία πολλῶν ὄντων τῶν ἐντυγχανόντων τοὺς οἵους τε συνιέναι μόνους ἐπισπᾶται. ὁ γὰρ τῆς ἀληθείας λόγος τοῖς μὲν »μωρία«, τοῖς δὲ »σκάνδαλον«, ὀλίγοις δὲ »σοφία« οὕτως καὶ »δύναμις« εὑρίσκεται »θεοῦ«· φθόνος δὲ ἀπείη γνωστικοῦ. διὰ τοῦτο γὰρ καὶ ζητεῖ πότερον
997 P
χεῖρον, ἀναξίῳ δοῦναι ἢ ἀξίῳ μὴ παραδοῦναι. καὶ κινδυνεύει ὑπὸ πολλῆς τῆς ἀγάπης οὐ μόνον παντὶ τῷ προσήκοντι, ἀλλ᾿ ἔσθ᾿ ὅτε καὶ ἀναξίῳ λιπαρῶς δεομένῳ κοινωνήσειν, οὐ διὰ τὴν δέησιν (οὐ γὰρ φιλοδοξεῖ), ἀλλὰ διὰ τὴν ἐπιμονὴν τοῦ δεομένου μελετῶντος εἰς πίστιν διὰ πολλῆς τῆς δεήσεως.

Εἰσὶ δ᾿ οἳ λέγοντες εἶναι γνωστικοὶ τοῖς οἰκείοις φθονοῦσι μᾶλλον ἤ τοῖς ἐκτός. ὡς δὲ ἡ θάλασσα ἀνίεται πᾶσιν, ἀλλ᾿ ὃ μὲν νήχεται, ὃ δὲ ἐμπορεύεται, ὃ δὲ ἀγρεύει τοὺς ἰχθῦς, καὶ ὡς ἡ γῆ κοινή, ἀλλ᾿ ὃ μὲν ὁδεύει, ὃ δὲ ἀροῖ, θηρᾷ δὲ ἕτερος, καί τις ἄλλος μέταλλα ἐρευνᾷ, ὃ δὲ οἰκοδομεῖ, οὕτως καὶ τῆς γραφῆς ἀναγινωσκομένης ὃ μὲν εἰς πίστιν, ὃ δὲ εἰς ἦθος ὠφελεῖται, ἀφαιρεῖται δὲ ἄλλος δεισιδαιμονίαν διὰ τῆς ἐπιγνώσεως τῶν πραγμάτων· ὁ δὲ ἀθλητής, γνωρίσας τὸ στάδιον τὸ Ὀλυμπιακόν, ἐπαποδύεται τῇ διδασκαλίᾳ καὶ ἀγωνίζεται καὶ νικηφόρος γίνεται, τοὺς ἀντιπάλους καὶ κατατρέχοντας τῆς γνωστικῆς ὁδοῦ παρακρουσάμενος καὶ καταγωνισάμενος. ἀναγκαία γὰρ ἡ γνῶσις καὶ πρὸς ψυχῆς γυμνασίαν καὶ πρὸς σεμνότητα ἤθους, ἀξιεντρεπτοτέρους ποιοῦσα τοὺς πιστοὺς καὶ τῶν πραγμάτων ἀκριβεῖς θεατάς. ὡς γὰρ οὐκ ἔστι πιστεῦσαι ἄνευ κατηχήσεως, οὕτως οὐδὲ καταλαβέσθαι ἄνευ γνώσεως.

146

Ὄντων γὰρ εὐχρήστων καὶ ἀναγκαίων εἰς σωτηρίαν, οἷον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἀλλὰ καὶ τῆς ἡμετέρας ψυχῆς. δεῖ πάντως καὶ τὸν περὶ αὐτῶν λόγον, ὅς ἐστι γνωστικός, εὔχρηστον ὁμοῦ καὶ ἀναγκαῖον τυγχάνειν. τοῖς δὲ καὶ τὴν προστασίαν ἐπανῃρημένοις τοῦ ὠφελεῖν εὔχρηστος ἡ πολυπειρία πρὸς τὸ μὴ διαλαθεῖν τι τῶν δοκούντων παρ᾿ ἄλλοις ἀναγκαίως καὶ πολυμαθῶς ἐπεγνῶσθαι. φέρει δὲ καὶ ἄλλως συγγυμνασίαν ψυχῆς ζητητικῆς ἡ τῆς ἑτεροδόξου διδασκαλίας ἔκθεσις. καὶ ἀνεξαπάτητον τῆς ἀληθοῦς τηρεῖ τὸν μαθητήν, περισαλπίζεσθαι πάντοθεν ἤδη προμεμελετηκότα τοῖς πολεμικοῖς ὀργάνοις.

Τοῦ γνωστικοῦ μόνου, καθάπερ λέγουσι τὴν Κρήτην ἄγονον εἶναι θηρίων ὀλεθρίων,

348 S
ὁ βίος καθαρὸς ἀπὸ παντὸς πονηροῦ ἔργου τε καὶ νοήματος καὶ λόγου, οὐδὲ ἐχθρὸν ἔχοντος τὸ παράπαν, ἀλλὰ καὶ φθόνου καὶ μίσους καὶ βλασφημίας πάσης καὶ διαβολῆς ἐκτὸς ὄντος.
998 P