De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Οὐδεὶς μὲν οὖν οὐδὲ τῶν ἄλλων τὴν μαρμαρυγὴν ὑπήνεγκε τοῦ κάλλους, ἀλλ’ οἱ μὲν ἀπεστράφησαν, ὡς ἀκτῖνος ἡλιακῆς ἐμπεσούσης, οἱ δὲ καὶ προσεκύνησαν. Ἔπαθόν τι καὶ παῖδες. Μιθριδάτης δέ, ὁ Καρίας

p.71
ἔπαρχος, ἀχανὴς κατέπεσεν, ὥσπερ τις ἐξ ἀπροσδοκήτου σφενδόνῃ βληθείς, καὶ μόλις αὐτὸν οἱ θεραπευτῆρες ὑποβαστάζοντες ἔφερον.

Ἐπόμπευε δ᾽ εἴδωλον Χαιρέου πρὸς τὴν ἐν τῷ δακτυλίῳ σφραγῖδα διατυπωθέν· καλλίστην δὲ οὖσαν τὴν εἰκόνα προσέβλεψεν οὐδεὶς Καλλιρρόης παρούσης, ἀλλ’ ἐκείνη μόνη τοὺς ἁπάντων ἐδημαγώγησεν ὀφθαλμούς.

Πῶς ἄν τις διηγήσαιτο κατ’ ἀξίαν τὰ τελευταῖα τῆς πομπῆς; Ἐπεὶ γὰρ ἐγένοντο τοῦ τάφου πλησίον, οἱ μὲν κομίζοντες τὴν κλίνην ἔθηκαν, ἀναβᾶσα δὲ ἐπ’ αὐτὴν ἡ Καλλιρρόη Χαιρέᾳ περιεχύθη καὶ καταφιλοῦσα τὴν εἰκόνα “σὺ μὲν ἔθαψας ἐμὲ πρῶτος ἐν Συρακούσαις,

ἐγὼ δὲ ἐν Μιλήτῳ πάλιν σέ. Μὴ γὰρ μεγάλα μόνον, ἀλλὰ καὶ παράδοξα δυστυχοῦμεν· ἀλλήλους ἐθάψαμεν. Οὐκ ἔχει δὲ ἡμῶν οὐδέτερος οὐδὲ τὸν νεκρόν. Τύχη βάσκανε, καὶ ἀποθανοῦσιν ἡμῖν ἐφθόνησας κοινὴν γῆν ἐπιθέσθαι καὶ φυγάδας ἡμῶν ἐποίησας καὶ τοὺς νεκρούς.” Θρῆνον ἐξέρρηξε τὸ πλῆθος καὶ πάντες οὐχ ὅτι τέθνηκε Χαιρέαν ἠλέουν, ἀλλ’ ὅτι τοιαύτης γυναικὸς ἀφῄρητο.

Καλλιρρόη μὲν οὖν ἐν Μιλήτῳ Χαιρέαν ἔθαπτε, Χαιρέας δὲ ἐν Καρίᾳ δεδεμένος εἰργάζετο. Σκάπτων δὲ τὸ σῶμα ταχέως ἐξετρυχώθη· πολλὰ γὰρ αὐτὸν ἐβάρει, κόπος, ἀμέλεια, τὰ δεσμά, καὶ τούτων μᾶλλον ὁ ἔρως. Ἀποθανεῖν δὲ βουλόμενον αὐτὸν οὐκ εἴα λεπτή τις ἐλπίς, ὅτι τάχα ποτὲ Καλλιρρόην ὄψεται.

ʽΠολύχαρμος οὖν, ὁ συναλοὺς αὐτῷ φίλος, βλέπων Χαιρέαν ἐργάζεσθαι μὴ δυνάμενον, ἀλλὰ πληγὰς λαμβάνοντα καὶ προπηλακιζόμενον αἰσχρῶς, λέγει πρὸς τὸν ἐργοστόλον “χωρίον ἡμῖν ἀπομέρισον ἐξαίρετον, ἵνα μὴ τὴν τῶν ἄλλων δεσμωτῶν ῥᾳθυμίαν ἡμῖν καταλογίζῃ· τὸ δὲ ἴδιον μέτρον αὐτοὶ ἀποδώσομεν πρὃ??ʼ

p.72
ἡμέραν.” Πείθεται καὶ δίδωσιν.

Ὁ δὲ Πολύχαρμος, οἷα δὴ νεανίας ἀνδρικὸς τὴν φύσιν καὶ μὴ δουλεύων ἔρωτι, χαλεπῷ τυράννῳ, τὰς δύο μοίρας αὐτὸς σχεδὸν εἰργάζετο μόνος, πλεονεκτῶν ἐν τοῖς πόνοις ἡδέως, ἵνα περισώσῃ τὸν φίλον.

Καὶ οὗτοι μὲν ἦσαν ἐν τοιαύταις συμφοραῖς, ὀψὲ μεταμανθάνοντες τὴν ἐλευθερίαν· ὁ δὲ Μιθριδάτης ὁ σατράπης ἐπανῆλθεν εἰς Καρίαν οὐ τοιοῦτος, οἷος εἰς Μίλητον ἐξῆλθεν, ἀλλ’ ὠχρός τε καὶ λεπτός, οἷα δὴ τραῦμα ἔχων ἐν τῇ ψυχῇ θερμόν τε καὶ γλυκύ.