De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Ταύτην μὲν οὖν τὴν νύκτα Καλλιρρόη διῆγεν ἐν θρήνοις, Χαιρέαν ἔτι ζῶντα πενθοῦσα· μικρὸν δὲ καταδραθοῦσα ὄναρ ἑώρα λῃστήριον βαρβάρων πῦρ ἐπιφέροντας, ἐμπιμπραμένην δὲ τριήρη, Χαιρέᾳ δὲ βοηθοῦσαν ἑαυτήν.

Ὁ δὲ Διονύσιος ἐλυπεῖτο μὲν ὁρῶν τρυχομένην τὴν γυναῖκα, μὴ ἄρα τι καὶ τοῦ κάλλους αὐτῇ παραπόληται, λυσιτελεῖν δὲ ὑπελάμβανε εἰς τὸν ἴδιον ἔρωτα, τὸν πρότερον ἄνδρα βεβαίως αὐτὴν ἀπογνῶναι.

Θέλων οὖν ἐνδείξασθαι στοργὴν καὶ μεγαλοψυχίαν ἔφη πρὸς αὐτὴν “ἀνάστηθι, ὦ γύναι, καὶ τάφον κατασκεύασον τῷ ταλαιπώρῳ. Τί τὰ μὲν ἀδύνατα σπεύδεις, ἀμελεῖς δὲ τῶν ἀναγκαίων; νόμιζε ἐφεστηκότα σοι λέγειν αὐτὸν ʽθάπτε με, ὅττι τάχιστα πύλας Ἀίδαο περήσω.ʼ καὶ γὰρ εἰ μὴ τὸ σῶμα εὕρηται τοῦ δυστυχοῦς, ἀλλὰ νόμος οὗτος ἀρχαῖος Ἑλλήνων, ὥστε καὶ τοὺς ἀφανεῖς τάφοις κοσμεῖν.”

Ἔπεισε ταχέως, τὸ γὰρ πρὸς ἡδονὴν εἶχεν ἡ συμβουλία. Φροντίδος οὖν ἐμπεσούσης ἐλώφησεν ἡ λύπη, καὶ ἐξαναστᾶσα τῆς κλίνης κατεσκόπει χωρίον, ἐν ᾧ ποιήσει τὸν τάφον. Ἤρεσε δ’ αὐτῇ πλησίον τοῦ νεὼ τῆς Ἀφροδίτης, ὥστε καὶ τοὺς αὖθις ἔχειν ἔρωτος ὑπόμνημα.

Διονύσιος δὲ ἐφθόνησε Χαιρέᾳ τῆς γειτνιάσεως καὶ τὸν τόπον τοῦτον ἐφύλαττεν ἑαυτῷ. Θέλων οὖν ἅμα καὶ τριβὴν ἐγγενέσθαι τῇ φροντίδι

p.70
“βαδίζωμεν, ὦ γύναι” φησὶν “εἰς ἄστυ, κἀκεῖ πρὸ τῆς πόλεως ὑψηλὸν καὶ ἀρίδηλον κατασκευάσωμεν τάφον, ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη. Καλοὶ δὲ Μιλησίων εἰσὶ λιμένες, εἰς οὓς καθορμίζονται καὶ Συρακούσιοι πολλάκις. Οὔκουν οὐδὲ παρὰ τοῖς πολίταις ἀκλεᾶ τὴν φιλοτιμίαν ἕξεις.”

Ὁ λόγος ἤρεσε Καλλιρρόῃ, καὶ τότε μὲν ἐπέσχε τὴν σπουδήν· ἐπειδὴ δὲ ἧκεν εἰς τὴν πόλιν, ἐπί τινος ὑψηλῆς ᾐόνος οἰκοδομεῖν ἤρξατο τάφον, πάντα ὅμοιον τῷ ἰδίῳ τῷ ἐν Συρακούσαις, τὸ σχῆμα, τὸ μέγεθος, τὴν πολυτέλειαν, καὶ οὗτος δέ, ὡς ἐκεῖνος, ζῶντος. Ἐπεὶ δὲ ἀφθόνοις ἀναλώμασι καὶ πολυχειρίᾳ ταχέως τὸ ἔργον ἠνύσθη, τότε ἤδη καὶ τὴν ἐκκομιδὴν ἐμιμήσατο τὴν ἐπ’ αὐτῷ.

Προηγγέλλετο μὲν γὰρ ἡμέρα ῥητή, συνῆλθε δὲ εἰς ἐκείνην οὐ μόνον τὸ Μιλησίων πλῆθος ἀλλὰ καὶ τῆς Ἰωνίας σχεδὸν ὅλης. Παρῆσαν δὲ καὶ δύο σατράπαι κατὰ καιρὸν ἐπιδημοῦντες, Μιθριδάτης ὁ ἐν Καρίᾳ καὶ Φαρνάκης δὲ ὁ Λυδίας.

Ἡ μὲν οὖν πρόφασις ἦν τιμῆσαι Διονύσιον, ἡ δὲ ἀλήθεια Καλλιρρόην ἰδεῖν. Ἦν δὲ καὶ κλέος μέγα τῆς γυναικὸς ἐπὶ τῆς Ἀσίας πάσης καὶ ἀνέβαινεν ἤδη μέχρι τοῦ μεγάλου βασιλέως ὄνομα Καλλιρρόης, οἷον οὐδὲ Ἀριάδνης οὐδὲ Λήδας. Τότε δὲ καὶ τῆς δόξης εὑρέθη κρείττων· προῆλθε γὰρ μελανείμων, λελυμένη τὰς τρίχας· ἀστράπτουσα δὲ τῷ προσώπῳ καὶ παραγυμνοῦσα τοὺς βραχίονας ὑπὲρ τὴν Λευκώλενον καὶ Καλλίσφυρον ἐφαίνετο τὰς Ὁμήρου.