De Chaerea et Callirhoe

Chariton of Aphrodisias

Chariton, of Aphrodisias. Erotici Scriptores Graeci, Volume 2. Hercher, Rudolf, editor. Leipzig: Teubner, 1859.

Τηκόμενος δὲ ὑπὸ τοῦ Καλλιρρόης ἔρωτος πάντως ἂν ἐτελεύτησεν, εἰ μὴ τοιᾶσδέ τινος ἐτύγχανε παραμυθίας. Τῶν ἐργατῶν τινὲς τῶν ἅμα Χαιρέᾳ δεδεμένων ʽἓξ καὶ δέκα δ’ ἦσαν τὸν ἀριθμὸν ἐν οἰκίσκῳ σκοτεινῷ καθειργμένοἰ νύκτωρ διακόψαντες τὰ δεσμὰ τὸν ἐπιστάτην ἀπέσφαξαν, εἶτα δρασμὸν ἐπεχείρουν.

Ἀλλ’ οὐ διέφυγον, οἱ γὰρ κύνες οἱ φυλάσσοντες ἐμήνυσαν αὐτούς. Φωραθέντες οὖν ἐκείνης τῆς νυκτὸς ἐδέθησαν ἐπιμελέστερον ἐν ξύλῳ πάντες, μεθ̓ ἡμέραν δὲ ὁ οἰκονόμος ἐμήνυσε τῷ δεσπότῃ τὸ συμβάν, κἀκεῖνος οὐδὲ ἰδὼν αὐτοὺς οὐδὲ ἀπολογουμένων ἀκούσας εὐθὺς ἐκέλευσε τοὺς ἓξ καὶ δέκα τοὺς ὁμοσκήνους ἀνασταυρῶσαι.

Προήχθησαν οὖν πόδας τε καὶ τραχήλους συνδεδεμένοι, καὶ ἕκαστος αὐτῶν τὸν σταυρὸν ἔφερε· τῇ δὲ ἀναγκαίᾳ τιμωρίᾳ καὶ τὴν ἔξωθεν φαντασίαν σκυθρωπὴν προσέθηκαν οἱ κολάζοντες εἰς φόβου παράδειγμα τοῖς ὁμοίοις. Χαιρέας μὲν οὖν ἀπαγόμενος ἐσίγα, Πολύχαρμος δὲ τὸν σταυρὸν βαστάζων “διὰ σὲ” φησίν, “ὦ Καλλιρρόη, ταῦτα πάσχομεν.

Σὺ πάντων ἡμῖν τῶν κακῶν αἰτία.” Τοῦτον δὲ τὸν λόγον ὁ οἰκονόμος ἀκούσας ἔδοξεν εἶναί τινα γυναῖκα τὴν συνειδυῖαν τοῖς τετολμημένοις.

p.73
Ὅπως οὖν κἀκείνη κολασθῇ καὶ ζήτησις γένηται τῆς ἐπιβουλῆς, ταχέως τὸν Πολύχαρμον ἀπορρήξας τῆς κοινῆς ἁλύσεως πρὸς Μιθριδάτην ἤγαγεν. Ὁ δὲ ἐν παραδείσῳ τινὶ κατέκειτο μόνος ἀλύων καὶ Καλλιρρόην ἀναπλάττων ἑαυτῷ τοιαύτην, ὁποίαν εἶδε πενθοῦσαν· ὅλος δὲ ὢν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ τὸν οἰκέτην ἀηδῶς ἐθεάσατο.

“Τί γὰρ” φησὶν “παρενοχλεῖς;” “Ἀναγκαῖον” εἶπεν, “ὦ δέσποτα· τὴν γὰρ πηγὴν ἀνεύρηκα τοῦ μεγάλου λήματος, καὶ οὗτος ὁ κατάρατος ἄνθρωπος ἐπίσταται γυναῖκα μιαρὰν συμπράξασαν τῷ φόνῳ.” Ἀκούσας οὖν ὁ Μιθριδάτης συνήγαγε τὰς ὀφρῦς καὶ δεινὸν βλέπων “λέγε” φησὶ “τὴν

συνειδυῖαν καὶ κοινωνὸν ὑμῖν τῶν ἀδικημάτων.” Ὁ δὲ Πολύχαρμος ἔξαρνος ἦν εἰδέναι, μηδὲ γὰρ ὅλως τῆς πράξεως κεκοινωνηκέναι. Μάστιγες ᾐτοῦντο καὶ πῦρ ἐφέρετο καὶ βασανιστηρίων ἦν παρασκευή, καί τις ἤδη τοῦ σώματος ἁπτόμενος αὐτοῦ “λέγε” φησὶ “τοὔνομα τῆς γυναικός, ἣν αἰτίαν ὡμολόγησας εἶναί σοι τῶν κακῶν.” Καλλιρρόην εἶπεν ὁ Πολύχαρμος.

Ἔπληξε τοὔνομα Μιθριδάτην, καὶ ἀτυχῆ τινὰ ἔδοξεν ὁμωνυμίαν ἔχειν ἐκείνῃ τὴν γυναῖκα. Οὐκέτι οὖν προθύμως ἐξελέγχειν ἤθελε, δεδοικὼς μὴ καταστῇ ποτε εἰς ἀνάγκην ὑβρίσαι τὸ ἥδιστον ὄνομα· τῶν δὲ φίλων καὶ τῶν οἰκετῶν εἰς ἔρευναν ἀκριβεστέραν παρακαλούντων

“ἡκέτω” φησὶ “Καλλιρρόη.” Παίοντες οὖν τὸν Πολύχαρμον ἠρώτων τίς ἐστι καὶ πόθεν ἄξουσιν αὐτήν. Ὁ δὲ ἄθλιος ἐν ἀμηχανίᾳ γενόμενος καταψεύσασθαι μὲν οὐδεμιᾶς ἤθελε· “τί δὲ μάτην” εἶπε “θορυβεῖσθε ζητοῦντες τὴν οὐ παροῦσαν; Καλλιρρόης ἐγὼ Συρακουσίας ἐμνημόνευσα, θυγατρὸς