Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἕδοξέ τις ὑπὸ τοῦ Ἀσκληπιοῦ ξίφει πληγεὶς εἰς τὴν γαστέρα ἀπσθανεῖν. τούτῳ ἀπόστημα ἐγένετο κατὰ τῆς γαστρὸς καὶ ἰάσατο αὐτὸν ὁ Ἀσκληπιὸς τομῇ χρησάμενος.

Ἔδοξέ τις τὸ ἑαυτοῦ αἰδοῖον ἄρτῳ καὶ τυρῷ ψωμίζειν ὥσπερ τι ζῷον. κακῶς ἀπέθανε· δέον γὰρ προσφέρειν τῷ στόματι τὰς τροφὰς τῷ αἰδοίῳ προσέφερεν, ὥσπερ αἰνισσόμενος οὐκ ἔχειν πρόσωπον οὐδὲ στόμα.

Ἔδοξε γυνὴ ἐκ τοῦ στήθους αὐτῆς ἐκπεφυκέναι πυρῶν στάχυας καὶ εἰς τὴν φύσιν αὐτῆς ἐπικλωμένους πάλιν καταδύεσθαι. αὕτη κατὰ περίστασιν ἀγνοοῦσα τῷ ἑαυτῆς

316
[*](p. 266) παιδὶ ἐμίγη, ἔπειτα ἑαυτήν τε διεχρήσατο καὶ πονηρῶς ἀπέθανεν· οἱ μὲν γὰρ στάχυες τὸν παῖδα ἐσήμαινον, ἡ δὲ εἰς τὴν φύσιν αὐτῆς κατάδυσις τὴν μίξιν, τὸν δὲ ἐπʼ αὐτῇ μόρον ἐσήμαινεν ἐκπεφυκότα τὰ σπέρματα ἀπὸ τοῦ σώματος αὐτῆς, διὰ τὸ γῆθεν καὶ μὴ ἀπὸ τῶν σωμάτων ἐκφύεσθαι.

Ἔδοξέ τις ἐν τῷ χιτῶνι τῷ ἰδίῳ κόρεις πάνυ πολλούς καὶ μεγάλους εὑρὼν μυσάττεσθαι καὶ βουλόμενος ἀπορρίπτειν αὐτοὺς μὴ δύνασθαι. τῇ ὑστεραίᾳ μαθὼν ὅτι ἡ γυνὴ αὐτοῦ μοιχεύεται, ἠνιάθη μέν, οὐκ ἀπηλλάγη δὲ αὐτῆς διά τι γενόμενον ἐμπόδιον· ἐσήμαινε γὰρ αὐτῷ ὁ χιτὼν τὴν περιπλεκομένην αὐτῷ γυναῖκα καὶ οἱ κόρεις τὴν αἰσχύνην. ἐπειδὴ δὲ οὐχ οἷός τε ἦν βουλόμενος ἀφελεῖν αὐτούς, οὐδὲ τῆς γυναικὸς βουλόμενος ἀπαλλαγῆναι ἠδυνήθη.

Ἔδοξέ τις τὸ αἰδοῖον αὐτοῦ ἄχρις ἄκρας τῆς κορώνης τετριχῶσθαι καὶ λάσιον εἶναι πυκνῶν πάνυ τριχῶν αἰφνίδιον φυεισῶν. ἀποπεφασμένος κίναιδος ἐγένετο πάσῃ μὲν ἀκολάστῳ χαρισάμενος ἡδονῇ θηλυδρίας τε καὶ ἀνδρόγυνος ὤν, μόνῳ δὲ τῷ αἰδοίῳ κατὰ νόμον ἀνδρῶν μὴ χρώμενος. τοιγοροῦν οὕτως ἀργὸν ἦν αὐτῷ τὸ μέρος ἐκεῖνο, ὡς διὰ τὸ μὴ τρίβεσθαι πρὸς ἕτερον σῶμα καὶ τρίχας ἐκφῦσαι.

Ἔδοξέ τις λέγειν αὐτῷ τινα ‘θῦσον τῷ Ἀσκληπιῷ.ʼ τῇ ὑστεραίᾳ μεγάλῃ συμφορᾷ ἐχρήσατο· κατηνέχθη γὰρ

317
ἀπὸ ὀχήματος περιστρεφθέντος καὶ συνετρίβη τὴν χεῖρα τὴν δεξιάν, καὶ τοῦτο ἦν ἄρα, ὅπερ ἐσήμαινεν αὐτῷ τὸ ὄναρ, δεῖν φυλάττεσθαι καὶ θύειν ἀποτρόπαια τῷ θεῷ.

Ἔδοξέ τις κάτοπτρον ἔχειν κουρέως ἑστὸς ἐν τῇ πλατείᾳ πλησίον ἀγορᾶς καὶ περὶ πολλοῦ ποιεῖσθαι τὸ κατοπτρίζεσθαι. [*](p. 267) ἐπὶ δὲ τούτοις συγχωρηθὲν αὐτῷ κατωπττρίσατο καὶ εἶθε τὴν εἰκόνα αὐτοῦ πᾶσαν μεστὴν σπίλων. ἦν ἔρως ἑταίρας αὐτῷ, ἣν οὐδενὸς συγχωροῦντος αὐτῷ βία λαβὼν ἔσχε καὶ παῖς ἐγένετο αὐτοῖς ἐπίμωμος οὐ διὰ τὸ γένος μόνον, ἀλλʼ ὅτι καὶ διάστροφος ἦν τοὺς ὀφθαλμούς. τὸ δὲ κάτοπτρον τοῦ κουρέως κοινὴν ἐσήμαινε τὴν γυναῖκα καὶ παντὶ προκειμένην, ἥτις οὐκ εὐ μαρῶς ἐχρήσατο τῷ μοιχῷ· ἐκώλυε γὰρ ἂν ἀγαγέσθαι τὴν ἄνθρωπον. ἐπεὶ δὲ εἶδε τὴν ἑαυτοῦ εἰκόνα, ἐγένετο παῖς αὐτῷ τὰ μὲν ἄλλα ὅμοιος, οὐκ ἄμωμος δέ, ὅτι καὶ σπίλους εἶχεν.

Ἔδοξέ τις ἐν τῷ πρωκτῷ στόμα ἔχειν καὶ ὀδόντας μεγάλους καὶ καλοὺς καὶ φωνὴν ῥήσσειν διʼ αὐτοῦ καὶ ἐσθίειν διʼ αὐτοῦ καὶ ὅσα τῷ στόματι πράσσεται, πάντα ὅμοια ἔχειν. ὑπὸ προπετείας λόγων ἔφυγε τὴν ἑαυτοῦ πατρίδα ἀπελασθείς. ἐῶ λέγειν τὰς αἰτίας· εἰκότα γὰρ καὶ εὔλογα ἦν τὰ συμβάντα.

Ἔδοξέ τις ἐν Ῥώμῃ διάγων περὶ τὴν πόλιν ἵπτασθαι πλησίον τῶν κεράμων καὶ ἀγάλλεσθαι μὲν ἐπὶ τῇ εὐπτησίᾳ, θαυμάζεσθαι δὲ πρὸς πάντων τῶν θεωμένων, ὑπὸ

318
δὲ πόνου τινὸς καὶ ὀδαξησμοῦ τῆς καρδίας παύσασθαι ἱπτάμενος καὶ ὑπʼ αἰδοῦς ἀποκρύπτεσθαι. θαυμάσιος ἀνὴρ καὶ διαφέρων μάντις ἦν καὶ ἐπίσημος ἐν τῇ πόλει διατρίψας ἐπορίσατο πολλὰ σὺν τῷ καὶ θαυμάζεσθαι. οὐ μὴν ἀπώνατό γε τῆς μαντικῆς οὐδὲ τοῦ πορισμοῦ· ἡ γὰρ γυνὴ αὐτὸν καταπροδοῦσα ἀπέστερξεν, ὥστε ὑπʼ αἰδοῦς μεταναστῆναι.

[*](p. 268)

Ἔδοξέ τις ἵπτασθαι μέλλων ὑπό τινος τῶν φίλων κεκωλῦσθαι τοῦ ποδὸς τοῦ δεξιοῦ κατασχεθείς (ὄνομα δὲ τῷ φίλῳ Ἰούλιος), ἔμελλε δὲ τῆς Ῥώμης ἀπαναστήσεσθαι. καὶ δὴ παρεσκευάσατο μὲν τὰ πρὸς τὴν ἀποδημίαν, ἄρτι δὲ τοῦ Ἰουλίου λεγομένου μηνὸς ἐνστάντος ὑπὸ περιστάσεως ἐκωλύθη καὶ κατέμεινεν. οὐ μὴν ἡ καταμονὴ εἰς τέλος ἐγένετο, ὅτι φίλος ἦν ὁ κατασχών.

Ἔδολέ τις ἀνὴρ νοσῶν εἰς Διὸς ἐλθὼν ἱερὸν πυνθάνεσθαι τοῦ θεοῦ φωνῇ χρησάμενος ταύτῃ ‘ῥᾴων ἔσομαι; ζήσω;’ καὶ ὁ Ζεὺς εἶπε μὲν πρὸς αὐτὸν οὐδέν, ἐπένευσε δὲ τῇ κεφαλῇ. εἰς τὴν ὑστεραίαν ἀπέθανε καὶ μάλα εἰκότως· εἰς γῆν γὰρ ἔβλεπε νεύων κάτω ὁ θεός. ὅτι δὲ μὴ ἀλόγως ἀπέβη ἐπιστεύσαμεν ἀπὸ ἑτέρου.

Νοσοῦσα γυνὴ ἔδοξεν ἐπερέσθαι τὴν Ἀφροδίτην ὄναρ εἰ ζήσειε, καὶ ἡ θεὸς ἀνένευσε, καὶ οὐδὲν ἧττον ἔζησεν ἡ γυνή· τὸ γὰρ ἐναντίον σχῆμα τῷ πρὶν σωτήριον ἦν εἰς οὐρανὸν βλέπουσα.

319

Ἔδοξε γυνὴ τέκνων γλιχομένη δίφρους ὁρᾶν λοχείους οἷς πρὸς τὸ τεκεῖν χρῶνται αἱ γυναῖκες ἑπτὰ τῇ θαλάσσῃ ἐπιπλέοντας. κυεῖν μὲν αὐτῇ συνέβη, μήτηρ δὲ οὐκ ἐγένετο, ἀλλʼ οἱ ἑπτὰ οὓς ἔτεκε παῖδες ἀπέθανον πρὸ ὣρας ἔτι ἐν σπαργάνοις.

Ἔδοξέ τις μεταμορφωθεὶς δένδρον γενέσθαι παμμέγεθες δικροῦν, καὶ τὸ μὲν ἕτερον μέρος εἶναι λεύκην τὸ δὲ ἕτερον πίτυν· ἔπειτα τῇ μὲν λεύκῃ παντοδαποὺς ὄρνιθας ἐφιζάνειν τῇ δὲ πίτυϊ λάρους καὶ αἰθυίας καὶ ὅσα ἄλλα [*](p. 269) ἐστὶ θαλάσσια ὄρνεα. ἐγένοντο αὐτῷ παῖδες δύο, ὧν ὁ μὲν ἕτερος ἤθλησε διὰ τὴν λεύκην καὶ περινοστῶν παντοδαπῶν ἀνθρώπων καὶ μὴ ὁμοφύλων ἠνέσχετο, ὁ δὲ ἕτερος καίπερ ὢν γεωργοῦ παῖς ναύκληρος ἐγένετο καὶ τῶν οὐκ ἀσήμως πλευσάντων. αὐτὸς δὲ ὁ ἰδὼν τὸν ὄνειρον μακρογήρως καὶ λιπαρῶς κατεβίωσεν.

Ἔδοξέ τις παῖδα παγκρατιαστὴν εἰς Ὀλύμπια ἀναγαγὼν καταδεδικάσθαι τὴν ἐπὶ θανάτῳ τὸν παῖδα σφαγησόμενον δῆθεν ἐπὶ τοῦ βωμοῦ τοῦ Διός, αὐτὸς δὲ κατολοφυράμενος καὶ πολλὰ ἱκετεύσας παρῃτήσατο μὴ ἀποθανεῖν τὸν παῖδα. ἐνεκρίθη ὁ παῖς καὶ ἠγωνίσατο καὶ ἐν ἐλπίδι μεγάλῃ τοῦ νικᾶν γενόμενος ἐλείφθη εἰκότως· οὔτε γὰρ ἐν τελευτῇ ἐγένετο, τοῦτʼ ἔστιν ἐν συμπεράσματι τοῦ νικᾶν, οὔτε μὴν δημοσίας ἔτυχε τιμῆς· ὡς γὰρ εἰκὸς οἱ

320
προθυόμενοι δημοσίᾳ μεγάλων τιμῶν ἀξιοῦνται, κατὰ ταὐτὰ δὲ καὶ οἱ Ὀλυμπιονῖκαι.

Ἔδοξέ τις εἰς Ὀλύμπια ἀναγαγὼν παῖδα παλαιστὴν πρὸς τῶν Ἑλλανοδικῶν ἀποσφαγέντα τὸν παῖδα τῷ σταδίῳ ἐντεθάφθαι. ἐγένετο ὁ παῖς Ὀλυμπιονίκης εἰκότως· καὶ γὰρ ἐπιγραφῆς ἀκόλουθόν ἐστι τὸν ἀποθανόντα τυχεῖν ὡς καὶ τὸν Ὀλυμπιονίκην καὶ μακάριον λέγεσθαι.

Ἔδοξέ τις λέγειν αὐτῷ τινα ‘ἀποθανεῖν μὲν μὴ φοβοῦ, ζῆν δὲ οὐ δύνασαι.’ τυφλὸς ἐγένετο ὀρθῶς καὶ κατὰ λόγον ἀποβάντος αὐτῷ τοῦ τοιούτου· οὐκ ἐτεθνήκει μὲν γὰρ παῤ ὅσον ἔζη, οὐκ ἔζη δὲ παῤ ὅσον οὐκ ἔβλεπε τὸ φῶς.

Δρομεὺς μέλλων ἱερὸν ἀγῶνα ἀγωνίζεσθαι ἔδοξε κεράμιον ἔχων ἐπὶ κρήνην ἀφῖχθαι ἀρυσόμενος ὕδωρ. καὶ ἕως ἀφικνεῖτο ἐπὶ τὴν κρήνην, ἔρρεε τὸ ὕδωρ· ἄρτι δὲ προσιόντος αὐτοῦ καὶ βουλομένου λαβεῖν ἐπαύσατο ῥέον. [*](p. 270) ἐπεὶ δὲ διαλιπτὼν πάλιν προσῄει, πάλιν ὁμοίως ῥέον ἄρτι προσιόντος ἐπαύσατο, καὶ τρίτον ὁμοίως. τέλος δὲ καὶ παντελῶς ἐξέλιπεν, ὥστε ὀργισθέντα ῥῆξαί τε καὶ κατεάξαι τὸ κεράμιον. δραμὼν ἐξ ἴσης ἄλλῳ καίπερ οὔσης ῥοπῆς τινος κατ’ αὐτὸν πλείονος πάλιν ἠναγκάσθη δραμεῖν. καὶ δεύτερον συνελὼν τῷ ἀνταγωνιστῇ τὰ τέρματα τρίτον ἔδραμε καὶ πολλῆς γενομένης τῆς κατʼ αὐτὸν ῥοπῆς ἀφῃρέθη τοῦ στεφάνου· ἔτυχε γὰρ σπεύδων τῷ

321
ἀνταγωνιστῇ ὁ τὸν ἀγῶνα ἐπιτελῶν. παρῆν δὲ εἰκάζειν τὴν μὲν κρήνην τῷ ἀγῶνι, τὸν δὲ ὀχετὸν τῷ ἀγωνοθέτῃ, τὸ δὲ ὕδωρ τῷ στεφάνῳ, τὸ δὲ κεράμιον τῇ ἀσκήσει καὶ τὴν ἀποτυχίαν τοῦ ὕδατος διὰ τὸν οὐ παρέχοντα ὀχετὸν τῇ ἀποτυχίᾳ τοῦ στεφάνου διὰ τὸν κατασπεύδοντα ἀγωνοθέτην, τὴν δὲ ματαίαν ἄσκησιν τῇ τοῦ κεραμίου κατάξει.

Δρομεὺς μέλλων ἀγωνίζεσθαι ἱερὸν ἀγῶνα ἔδοξεν ὀχετὸν ὕδατος ἔμπλεων κόπρου καὶ βορβόρου λαβὼν κόρηθρον ἐκκαθαίρειν καὶ καταπλύνειν ὕδατι πολλῷ, ὅπως εὔρουν τε καὶ καθαρὸν ἀποδείξειε. τῇ ὑστεραία κλυστῆρα προσθέμενος καὶ ὑπεξαγαγὼν τῆς ἑαυτοῦ γαστρὸς τὰ σκύβαλα, καίπερ ἐγγὺς ὢν τοῦ ἀγῶνος, εὔπους τε καὶ κοῦφος γενόμενος ἐστεφανώθη.

Ἔδοξέ τις γυνὴ τὸν ἑαυτῆς ἐραστὴν χοιρείαν αὐτῇ κεφαλὴν δωρεῖσθαι. ἐμίσησε τὸν ἐραστὴν καὶ κατέλιπεν αὐτόν· ἀναφρόδιτος γὰρ ὁ χοῖρος.