Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἔδοξέ τις κατʼ ὄναρ ἐν Ἰσθμῷ γινόμενος τὸν ἴδιον υἱὸν ζητεῖν. ἀπώλετο ὁ υἱὸς αὐτοῦ διὰ τὸν μῦθον τὸν Μελικέρτειον.

Εδοξέ τις τρεῖς ἔχων υἱοὺς ὑπὸ τῶν δύο κατακοπεὶς ἐσθίεσθαι, ἐπιστάντα τε τὸν νεώτερον πρός γε τοὺς ἂλλους χαλεπαίνειν καὶ λυπεῖσθσι καὶ μυσαττόμενον λέγειν ‘ἐγὼ τοῦ πατρὸς οὐ μὴ φάγω.’ συνέβη τὸν νεώτερον υἱὸν αὐτοῦ ἀποθανεῖν· μόνος γὰρ οὐκ ἔμελλεν ἐσθίειν οὐ τῶν σαρκῶν ἀλλὰ τῆς ὑπάρξεως, πρότερος τοῦ πατρὸς ἀποθανὼν καὶ μὴ κληρονομήσας. οἱ δὲ ἕτεροι οἱ φαγόντες διάδοχοι τῆς οὐσίας τοῦ πατρὸς ἐγένοντο.

Ἔδοξέ τις τὴν ἀδελφὴν αὐτοῦ ὑπὸ τοῦ πατρὸς τοῦ ἀνδρὸς [*](p.262) ἀποσπᾶσθαι καὶ ἄλλῳ δίδοσθαι γαμηθησομένην. συνέβη τὸν ἰδόντα ἀποθανεῖν· ὁ μὲν γὰρ πατὴρ εἰκότως ἐσήμαινε τὸν διὰ τὸ δαιμονᾷν γε δαίμονα τὸν τοῦ ζῆν αἴτιον τῷ ἰδόντι, ἡ δὲ ἀδελφὴ αὐτὸν ἔχουσα λόγον τῇ ψυχῇ ἀποσπωμένη τοῦ ἀνδρὸς τοῦ σώματος ἔμελλεν ἀποσπασθήσεσθαι ὑπὸ τοῦ δαίμονος καὶ ἐν ἄλλαις ἔσεσθαι διατριβαῖς καὶ ἤθεσιν, ὥσπερ ὑπολαμβάνουσιν ἄνθρωποι τῶν καμόντων τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων ἐν ἄλλαις γίνεσθαι διατριβαῖς.

Ἔδοξέ τις ἀθλητὴς ἐν γαστρὶ ἔχειν καὶ δύο μέλανα θηλυκὰ βρέφη τεκεῖν. τυφλὸς ἐγένετο, καὶ αἱ κόραι αὐτοῦ προέπεσον καὶ ἐγένοντο μέλαιναι.

Ἔδοξέ τις ἀνὴρ παγκρατιαστὴς πρὸς ἀγῶνα τετοκέναι καὶ τὸ ἑαυτοῦ βρέφος τιθηνεῖσθαι. ἐλείφθη ἐκεῖνον τὸν ἀγῶνα καὶ τοῦ λοιποῦ κατέλυσε τὴν ἄθλησιν· οὐ γὰρ ἀνδρὸς ἔργα ἀλλὰ γυναικὸς ὑπομένειν ἐδόκει.

312

Ἔδοξέ τις ὑπὸ τῆς ἑαυτοῦ μητρὸς πάλιν τίκτεσθαι. ἀπὸ ξένης ἀνακομισθεὶς εἰς τὴν ἑαυτοῦ κατέλαβε τὴν μητέρα νοσοῦσαν καὶ ἐκληρονόμησε. τοῦτο ἦν τὸ ὑπʼ αὐτῆς γεννᾶσθαι, τὸ ἐκ πενίας εἰς εὐπορίαν καταστῆναι ὑπὸ τῆς μητρός· καὶ γὰρ ἔτυχεν ἐν πολλῇ ἐνδείᾳ καὶ πενίᾳ ὤν.

Ἔδοξέ τις τὸ γένειον τὸ ἑαυτοῦ καίεσθαι λαμπρῷ καὶ καθαρῷ πυρί. τούτου ὁ υἱὸς ἐγένετο διάσημος καὶ λαμπρὸς ἐν μαντικῇ. οὐ μὴν ἐπὶ πολὺ συνεγένοντο ἀλλήλοις, ἀλλʼ ὑπὸ περιστάσεώς τινος χωρὶς ἀλλήλων ἐγένοντο· ἐπίσημον γὰρ αὐτοῦ ἐποίει τὸν υἱὸν τὸ καιόμενον γένειον· ὁ γὰρ παῖς πατρὸς κόσμος, ὥσπερ ὁ πώγων προσώπου· ἐπειδὴ δὲ τὸ πῦρ μειοῦν πέφυκε πᾶσαν ὕλην, οὐ παρέμεινεν αὐτῷ ὁ παῖς, ἐχωρίσθη δέ, οὐκ ἀποθανών διὰ τὸ ἄνευ καπνοῦ τὸ πῦρ λάμπειν.

Ἀνὴρ παγκρατιαστὴς Ὀλύμπια μέλλων ἀγωνίζεσθαι πάλην ἅμα καὶ παγκράτιον ἔδοξεν ἀμφοτέρας τὰς χεῖρας αὐτοῦ χρυσᾶς γεγονέναι. οὐδέτερον τῶν στεφάνων ἤρατο· ἔμελλε γὰρ ὥσπερ χρυσέαις ταῖς χερσὶν ἀργαῖς καὶ ἀκινήτοις χρήσεσθαι.

[*](p. 263)

Ἔδοξέ τις μεταμορφωθεὶς ἀρκτόχειρ γεγονέναι. καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἐθηριομάχησε καὶ προσδεθεὶς ξύλῳ ἐβρώθη ὑπὸ ἄρκτου τοῦτο γὰρ καὶ τῇ χειρὶ συμβαίνει. ἐπειδὰν γὰρ φωλεύῃ ἡ ἄρκτος, τῷ στόματι ἐμβαλοῦσα τὴν χεῖρα ὥσπερ ἐσθίουσα ἀπομυζᾷ καὶ τρέφεταί.

Ἔδοξέ τις ἐπὶ ξένης διάγων κατὰ πρεσβείαν κατ’ ὄναρ εἰς τὴν οἰκείαν ἀποστραφῆναι, εἶτα παραστᾶσαν αὐτῷ τὴν γυναῖκα λέγειν ‘Μοῦσα ἡ μικρὰ ἀπέθανεν.’ ἐπεστάλη αὐτῷ ὑπὸ τῆς γυναικὸς ὅτι ὁ νεώτατος αὐτοῦ

313
τῶν παίδων ἀπέθανεν· ἡδὺς γὰρ ὁ παῖς ἦν καὶ ποθεινὸς ὡς αἱ Μοῦσαι.

Ἔδοξέ τις ἀκούειν τινὸς τὸ βάκτρον αὐτοῦ κατεάχθαι. ἐνόσησε καὶ παρελύθη· τὸ ἔρεισμα γὰρ τοῦ σώματος ἐδηλοῦτο ὑπὸ τοῦ βάκτρου, τοῦτʼ ἔστιν ἡ ῥώμη καὶ εὐεξία τοῦ σώματος.

Ὁ αὐτὸς ἀνιώμενος καὶ δυσφορῶν ἐπὶ τῇ παραλύσει χρονιωτέρᾳ γινομένῃ ἔδοξε τὸ βάκτρον αὐτοῦ κατεάχθαι. αὐτίκα μάλα ἀνερρώσθη· οὐκέτι γὰρ αὐτῷ ἔμελλε δεήσειν ἐρείσματος ἐπειδὴ ἔμελλεν αὐτῷ τὸ λοιπὸν χρῆσθαι εἰς πορίαν.

Ἔδοξέ τις ἀδελφὸν ἔχων ἀποδημοῦντα ἐπιστείλαντα ἑκάστοτε ὡς ἐλευσόμενον τυφλὸν γενόμενον αὐτοῦ τὸν ἀδελφὸν παρεῖναι. ἀπέθανεν ὁ ἰδὼν τὸν ὄνειρον εἰκότως, ἐπειδὴ οὐχ οἷός τε ἦν αὐτὸν ὁ ἀδελφὸς θεάσασθαι.

Ἔδοξέ τις γυνὴ τὴν ἐμπλέκουσαν αὐτὴν θεράπαιναν τὴν εἰκόνα αὐτῆς, ἣν εἶχεν ἐπὶ πίνακι γεγραμμένην, καὶ τὰ ἱμάτια αὐτῆς χρήσασθαι παῤ αὐτῆς ὡς εἰς πομπὴν παρελευσομένην. αὐτίκα ἡ θεράπαινα τόν τε ἄνδρα ἀπέστησεν αὐτῆς ὑποδιαβάλλουσα καὶ ζημιῶν καὶ πομπειῶν ἐγένετο αὐτῇ αἰτία.

Ἔδοξέ τις τὸν ἕτερον τῶν ὤμων ἰδεῖν βουλόμενος μὴ δύνασθαι. μονόφθαλμος ἐγένετο καὶ τοῦτον τὸν τρόπον κατ ἐκεῖνον τὸν ὦμον ὀφθαλμὸν οὐκ ἔχων ἰδεῖν οὐδὲ τὸν ὦμον ἰδεῖν ἠδύνατο.

Δρομεὺς ἐν Ὀλυμπίᾳ παίδων στάδιον ἐστεφανωμένος [*](p. 264) μέλλων ἕτερον ἀγῶνα ἀγωνίζεσθαι ἔδοξεν ἐν τῷ Ὀλυμπικῷ στεφάνῳ ὥσπερ ἐν λεκάνῃ τοὺς πόδας νίπτεσθαι. ἐλείφθη ἐκεῖνον τὸν ἀγῶνα καὶ ἀδόξως --- τοῦ σταδίου· κατῄσχυνε γὰρ τὸν πρότερον στέφανον.

314

Ἔδοξέ τις ἐπὶ βοὸς μέλανος ὀχεῖσθαι, τὸν δὲ βοῦν ἄκοντα φέρειν αὐτὸν --- ἢ ἄλλο τι κακὸν ἐργάσασθαι. ἔτυχε πλέων καὶ ἐκείνης τῆς ἡμέρας ἐν κινδύνῳ ἐγένετο μεγάλῳ καὶ οὐ μετὰ πολλὰς ἡμέρας ναυαγίῳ περιπεσὼν τῆς νεὼς ἀπολλυμένης μόλις ἐσώθη. ὡς δὲ ἐοίκασι ναῦς τε καὶ βοῦς ἐν τῇ δευτέρᾳ βίβλῳ εἴρηταί μοι.

Ἔδοξέ τις ἀετὸν τὰ σπλάγχνα αὐτοῦ τοῖς ὄνυξιν ἀνακείραντα φέρειν διὰ τῆς πόλεως εἰς τὸ θέατρον ὄχλου ὂν πλῆρες καὶ ἐπιδεικνύειν τοῖς θεαταῖς. ὄντι αὐτῷ ἄπαιδι ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐγένετο παῖς διάσημος καὶ λαμπρὸς ἐν τῇ πόλει· ὁ μὲν γὰρ ἀετὸς τὸ ἔτος ἐσήμαινεν, ἐν ᾧ ἔμελλεν αὐτῷ ὁ παῖς τεχθῆναι, τὰ δὲ σπλάγχνα τὸν παῖδα (οὕτω γὰρ καὶ τὸν παῖδα καλεῖν ἔθος ἐστίν), ἡ δὲ φορὰ ἡ εἰς τὸ θέατρον τὸ λαμπρὸν καὶ ἐπίσημον τοῦ παιδὸς ἐσήμαινεν.

Ἔδοξέ τις ἐπὶ μάκρας τῆς λεγομένης καρδόπου μεστῆς αἵματος ἀνθρωπίνου βασταζόμενος φέρεσθαι ὑπό τινων καὶ ἐσθίειν πεπηγὸς τὸ αἷμα, εἶτα συναντήσασαν αὐτῷ τὴν μητέρα λέγειν ‘ὦ τέκνον, ἄτιμόν με ἐποίησας.’ ἔπειτα δὲ ἀποθεμένων αὐτὸν τῶν φερόντων αὐτὸν οἴκαδε ἀφῖχθαι ἐδόκει. ἀπεγράψατο εἰς μονομάχους καὶ πολλοῖς ἔτεσιν ἐπύκτευεν ἀπότομον πυγμήν· τό τε γὰρ ἀνθρώπινον [*](p. 265) αἷμα ἐσθίειν τὴν ἀπὸ αἵματος ἀνθρωπίνου ὠμήν τε καὶ ἀνόσιον ἐσήμαινεν αὐτοῦ τροφήν, καὶ ἡ τῆς μητρὸς φονὴ τὴν ἀτιμίαν τοῦ βίου προεμαντεύετο, καὶ τὸν ἀεὶ

315
καὶ συνεχῶς γινόμενον κίνδυνον ἐσήμαινε τὸ ἐπὶ τῆς μάκρας φέρεσθαι· τὰ γὰρ ἐκεῖ τιθέμενα πάντως δαπανᾶται. καὶ τυχὸν ἂν ἀπέθανεν ἐν τοῖς μονομάχοις, εἰ μὴ κατατεθεὶς εἰς τὸν οἶκον ἦλθε τὸν ἑαυτοῦ· ὀψὲ γὰρ σπευσάντων τινῶν αὐτῷ ἀφείθη τῶν μονομάχων.

Ἔδοξέ τις οὐρανόθεν πεσὸν ἀκόντιον τρῶσαι αὐτὸν εἰς τὸν ἕτερον πόδα. οὗτος ὑπὸ ὄφεως δηχθεὶς τοῦ λεγομένου ἀκοντίου εἰς τὸν πόδα ἐκεῖνον σφακελίσας ἀπέθανεν.

Ἔδοξέ τις ὑπὸ ζυγὸν ἀχθεὶς ἅμα τῷ ἀδελφῷ πάλαι τεθνεῶτι ζευχθεὶς ὑπὸ τῆς μητρὸς ὥσπερ τι ὑποζύγιον ἐλαύνεσθαι τῆς μητρὸς ἡνιοχούσης. ἦλθε παρὰ τὴν μητέρα κάμνων καὶ ἀπέθανε καὶ ἐτάφη ὁμοῦ τῷ ἀδελφῷ, καὶ ταύτην τὴν συνωρίδα ἔζευξεν ἀθλίως ἡ μήτηρ.