Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἔδοξέ τις κύκλιος αὐλητὴς τὰ πέλματα τῶν ποδῶν αὐτοῦ ηὐλοκοπῆσθαι. κατέλυσε καὶ ἐπαύσατο αὐλῶν τε καὶ ἀγωνιζόμενος, καὶ οὕτως ἀργοῖς ἐχρήσατο τοῖς ποσὶν [*](p. 271) ὥσπερ ηὐλοκοπημένοις οὐκέτι βαίνων ἐν τῷ κατὰ σκηνὴν ἔργῳ.

Ἔδοξέ τις τοὺς συμβιώτας καὶ φράτορας αὐτοῦ ἐπιστάντας αἰφνίδιον λέγειν αὐτῷ ‘ὑπόδεξαι ἡμᾶς καὶ δείπνισον,’ αὐτὸς δὲ λέγειν ὡς ‘τὸν χαλκὸν οὐκ ἔχω οὐδʼ ὅθεν ὑμᾶς ὑποδέξομαι,’ ἔπειτα ἀπεληλακέναι αὐτούς. τῇ ὑστεραία περιπεσὼν ναυαγίῳ καὶ εἰς ἔσχατον ἐλθὼν κίνδυνον

332
μόλις ἐσώθη, εἰκότως ἀποβάντος αὐτῷ καὶ κατὰ λόγον τοῦ ὀνείρου. ἔθος μὲν γὰρ τοῖς συμβιώταις καὶ εἰς τὰ τῶν ἀποθανόντων εἰσιέναι καὶ δειπνεῖν, ἡ δὲ ὑποδοχὴ λέγεται γενέσθαι ὑπὸ τοῦ ἀποθανόντος κατὰ τιμὴν τὴν ἐκ τῶν συμβιωτῶν εἰς τὸν ἀποθανόντα. ὁ δὲ οὐχ ὑποδεξάμενος αὐτοὺς εἰκότως τὸν κίνδυνον ἐσήμαινεν. εἰ δὲ αὐτὸς οὐχ ὑπέστη τὴν ὑποδοχήν, εἰκότως ἐσώθη οἱ μὲν γὰρ ἐπιστάντες καὶ μύοντες αὐτῶν τὴν ὑποδοχὴν ὠθεῖτο. τὸ δὲ ναυάγιον, ὅτι κατὰ ἀπορίαν χρημάτων αὐτοὺς ἀπήλασεν.

Ἔδοξέ τις ἄρτον ἀποβάπτων εἰς μέλι ἐσθίειν. ἐπὶ λόγους φιλοσοφικοὺς ὁρμήσας καὶ τὴν ἐν αὐτοῖς σοφίαν ἐπορίσατο καὶ περιεβάλετο χρήματα πολλά· ἐσήμαινε γὰρ τὸ μέλι τὴν εὐέπειαν τῆς σοφίας, ὡς εἰκός, τὸν πορισμὸν δὲ ὁ ἄρτος.

Ἔδοξέ τις ἐκ τοῦ στήθους αὐτοῦ πεφυκέναι στάχυας πυρῶν, ἔπειτα προσελθόντα τινὰ ἀποσπάσαι τοὺς στάχυας ὡς οὐ πρέποντας αὐτῷ. ἔτυχον αὐτῷ παῖδες ὄντες δύο καὶ ἀπέθανον συμφορᾷ χρησάμενοι πονηρᾷ· λῃστήριον γὰρ ἐπελθὸν οἰκοῦσιν αὐτοῖς τὸν ἀγρὸν διέφθειρεν αὐτούς. ἐσήμαινον γὰρ οἱ μὲν στάχυες τοὺς παῖδας ἦν γὰρ ἄρρεν σπέρμα, ἡ δὲ ἀφαίρεσις τὴν ἀναίρεσιν τῶν παίδων.

Ἔδοξέ τις δοῦλος παρὰ τῆς δεσποίνης ᾠὸν λαβεῖν ἑφθὸν καὶ τὸ μὲν λεπύριον ἀπορρῖψαι, τῷ δὲ ᾠῷ καταχρήσασθαι. τούτου ἡ δέσποινα ἒτυχεν ἔγκυος οὖσα, ἔπειτα ἐγέννησε παιδάριον. καὶ αὐτὴ μὲν ἀπέθανε, τὸ δὲ βρέφος λαβὼν ὁ ἰδὼν τὸν ὄνειρον ἀνεθρέψατο κελευσθεὶς πρὸς [*](p. 272) τοῦ ἀνδρὸς τῆς δεσποίνης. οὕτω τὸ μὲν περιέχον ἀπορρίψιμον

323
καὶ οὐδενὸς ἄξιον ἦν, τὸ δὲ περιεχόμενον ἀφορμὰς τροφῆς τῷ ἰδόντι παρέσχεν.

Ἔδοξέ τις γυνὴ τὸ τοῦ ἀνδρὸς αἰδοῖον ἀφῃρημένον τοῦ λοιποῦ σώματος ἔχειν ἐν ταῖς χερσὶ καὶ ἐπιμελεῖσθαι αὐτοῦ καὶ πολλὴν ἔχειν πρόνοιαν ὅπως σώζοιτο. ἐγένετο αὐτῇ υἱὸς ἐκ τοῦ ἀνδρός, ὃν ἀνεθρέψατο· τὸ γὰρ τοῦ ἀνδρὸς αἰδοῖον τοῦ παιδὸς ἦν σημεῖον· ἐξ αὐτοῦ γὰρ ὁ παῖς ἐγεγόνει. ἐπειδὴ δὲ ἀφῃρέθη αὐτὸ τοῦ λοιποῦ σώματος, ἀναθρεψαμένη τὸν παῖδα τοῦ ἀνδρὸς ἀπηλλάγη.

Ἔδοξέ τις ὑπὸ τοῦ Ἄρεως τοῦ θεοῦ περαίνεσθαι. διάθεσις αὐτῷ ἐγένετο περὶ τὴν ἕδραν καὶ τὸν πόρον, καὶ ὡς οὐκ ἐδύνατο ἄλλῳ τινὶ τρόπῳ θεραπευθῆναι, τομῇ χρησάμενος ἐθεραπεύθη. ἐσήμαινε γὰρ ὁ μὲν Ἄρης τὸν σίδηρον, ὡς καὶ ἐν τῇ συνηθείᾳ τὸν σίδηρον Ἄρην καλοῦμεν μετωνυμικῶς· ἡ δὲ ἐπὶ τῇ συνουσία ἡδονὴ τὸ μὴ ἑπ᾿ ὀλέθρῳ τὴν τομὴν γενέσθαι ἐδήλου.

Ἔδοξέ τις ἀργύριον οὐκ ἔχειν καὶ ἐπὶ τούτῳ λυπεῖσθαι. τοῦτον συνέβη ἀποπληξίᾳ περιπεσόντα ἀποθανεῖν εἰκότως· οὐ γὰρ ἦσαν αὐτῷ ἀφορμαὶ βιωτικαί καὶ οὐδὲ πόθεν ἂν ἀμείβηται τὰ πρὸς τὸ ζῆν.

Ἔδοξέ τις νοσῶν τὸν στόμαχον καὶ συνταγῆς δεόμενος παρὰ τοῦ Ἀσκληπιοῦ ὄναρ εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰσιέναι, καὶ τὸν θεὸν ἐκτείναντα τῆς δεξιᾶς ἑαυτοῦ χειρὸς τοὺς δακτύλους παρέχειν αὐτῷ ἐσθίειν. φοίνικας πέντε ἐσθίων ἐθεραπεύθη· καὶ γὰρ αἱ τοῦ φοίνικος βάλανοι αἱ σπουδαῖαι δάκτυλοι καλοῦνται.

Ἔδοξέ τις χρυσίον πολύ τε καὶ λαμπρὸν κατὰ τῶν ὤμων φέρειν. τυφλὸς ἐγένετο διὰ τὴν λαμπηδόνα τὴν τοῦ χρυσίου· ὡς γὰρ εἰκὸς ἠμαύρου τὴν ὄψιν τοῦ φοροῦντος.

Ἔδοξέ τις τρία αἰδοῖα ἔχειν. ἔτυχε δοῦλος ὢν καὶ ἠλευθερώθη καὶ τρία ἀντὶ ἑνὸς ὀνόματος ἐκτήσατο, τὰ δύο ἐκ τοῦ ἐλευθερώσαντος προσλαβών.

324

Νοσῶν τις ηὔξατο τῷ Σαράπιδι, εἰ μέλλει σωθήσεσθαι, τὴν δεξιὰν αὐτῷ χεῖρα ὄναρ ἐπισεῖσαι, εἰ δὲ μή, τὴν ἀριστεράν. καὶ δὴ ἔδοξεν εἰσιόντι αὐτῷ τὸ ἱερὸν τοῦ Σαράπιδος [*](p. 273) τὸν Κέρβερον τὴν χεῖρα ἀφελόντα τὴν δεξιὰν ἐπισείειν αὐτῷ. τῇ ἐπιούσῃ ἀπέθανεν εἰκότως· ἀρθείσης γὰρ τῆς δεξιᾶς ἕτοιμος ἦν παραδέξασθαι αὐτὸν ὁ Κέρβερος, ὅσπερ ὄλεθρος εἶναι νενόμισται.

Ἔδοξέ τις ὑπὸ τοῦ Σαράπιδος εἰς τὸν κάλαθον τὸν ἐπὶ τὴν κεφαλὴν κείμενον βεβλῆσθαι. ἀπέθανεν· Πλούτων γὰρ ὁ θεὸς εἶναι νενόμισται.

Περὶ τὸ ὄσχεον μέλλων τις τέμνεσθαι ηὔξατο τῷ Σαράπιδι περὶ τῆς τομῆς καὶ ἔδοξε λέγειν αὐτῷ τὸν θεὸν ‘θαρρῶν τέμνου, θεραπευθήσει τεμνόμενος.’ ἀπέθανεν· ἔμελλε γὰρ ὥσπερ θεραπευθεὶς ἄπονος ἔσεσθαι. εἰκὸς δὲ ἦν αὐτῷ χωρῆσαι τοῦτο, ἐπειδὴ μὴ Ὀλύμπιος ἢ αἰθέριος ὁ θεὸς ἀλλὰ χθόνιος.

Ἔδοξέ τις ἀθλητὴς τὰ αἰδοῖα ἀποτεμὼν καὶ ἅμα τὴν κεφαλὴν δήσας ἐστεφανῶσθαι. ἐγένετο ἱερονίκης καὶ οὐκ ἄδοξος· καὶ μέχρι ἄφθορος ἦν, λαμπρῶς καὶ ἐπιφανῶς τῇ ἀθλήσει ἐχρήσατο, χαρισάμενος δὲ ἀφροδισίοις ἀδόξως κατέλυσεν.