Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ἀποθανεῖν δοκεῖν καὶ ἐκκομισθῆναι καὶ κατορυγῆναι δούλῳ μὲν οὐκ ὄντι ἐν πίστει ἐλευθερίαν προαγορεύει ἀδέσποτος γὰρ ὁ ἀποθανὼν καὶ πέπαυται κάμνων καὶ ὑπηρετῶν· τὸν δὲ ἐν πίστει ὄντα δοῦλον παραιρεῖται τῆς πίστεως ὁ θάνατος. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει· τέλη μὲν γὰρ ἀμφότερα τοῖς ἀνθρώποις εἶναι νενόμισται καὶ ὁ γάμος καὶ ὁ θάνατος, ἀεὶ δὲ δείκνυνται ὑπ᾿ ἀλλήλων. ὅθεν καὶ τοῖς νοσοῦσι τὸ γαμεῖν θάνατον προαγορεύει· καὶ γὰρ τὰ αὐτὰ ἀμφοτέροις συμβαίνει, τῷ τε γαμοῦντι καὶ τῷ ἀποθανόντι, οἷον παραπομπὴ φίλων ἀνδρῶν τε καὶ γυναικῶν καὶ στέφανοι καὶ ἀρώματα καὶ μύρα καὶ συγγραφὴ κτημάτων. τὸν δὲ γεγαμηκότα διίστησι τῆς γυναικὸς ὁ θάνατος, καὶ κοινωνοὺς δὲ καὶ φίλους καὶ ἀδελφοὺς διαλύει καὶ διίστησιν ἀλλήλων· οἱ γὰρ ἀποθανόντες τοῖς ζῶσιν οὐ συναναστρέφονται, οὐδʼ αὖ οἱ ζῶντες τοῖς ἀποθανοῦσι. τὸν δὲ ἐν τῇ οἰκείᾳ ὄντα ἐπὶ ξένην ἄγει διὰ τὸ μὴ τὸν ἀποθανόντα ἐν τοῖς αὐτοῖς ἔτι μένειν, τὸν δὲ ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἄγει· καὶ γὰρ ὁ ἀποθανὼν εἰς τὴν γῆν κατατίθεται, ἥτις ἐστὶ κοινὴ πάντων πατρίς. ἀθλητὰς δὲ ἱερονίκας ὁ θάνατος ποιεῖ· τέλειοι γὰρ οἱ ἀποθανόντες ὡς καὶ οἱ νικήσαντες. ἀγαθὸν δὲ καὶ φιλολόγοις τὸ ἀποθανεῖν καὶ πατράσι· μνημεῖα γὰρ ἕξουσιν οἱ [*](p.151) μὲν τοὺς παῖδας, οἱ δὲ τῆς ἑαυτῶν σοφίας τὰ συγγράμματα.

182
ἀγαθὸν δὲ τὸν θάνατον ἐτήρησα καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις (ἄφοβοι γὰρ καὶ ἄλυποι οἱ ἀπσθανόντες) καὶ τοῖς περὶ γῆς δίκην ἔχουσι καὶ τοῖς βουλομένοις γῆν πρίασθαι· γῆς γὰρ δεσπόται οἱ ἀποθανόντες. ἐν δὲ ταῖς ἄλλαις δίκαις πονηρὸν τὸ ἀποθανεῖν· ἄπρακτοι γὰρ οἱ ἀποθανόντες καὶ ἐν τῇ τῶν ζώντων ἐξουσίᾳ διακείμενοι. εἰ δέ τις νοσῶν ἀλμῶν τι δόξειε τεθνάναι, ἄπονος ἔσται καὶ ἄνοσος· καὶ γὰρ οἱ ἀποθανόντες. οὐδὲν δὲ διαφέρει αὐτὸ μόνον δοκεῖν ἀποθανεῖν ἢ ἐκκομισθῆναι ταφῆναι. ζῶντα δὲ θάπτεσθαι δοκεῖν οὐδενὶ συμφέρει· ὡς γὰρ ἐπὶ τὸ πολὺ εἰρκτὴν καὶ δεσμὰ σημαίνει. ὅ τι δʼ ἂν σημαίνῃ ἀγαθὸν κακὸν ὁ θάνατος, τοῦτο ἐὰν μέν τις ἑαυτὸν ἀποκτείνῃ, ἔσται αὐτῷ διὰ τὴν ἑαυτοῦ αἰτίαν ἐὰν δὲ ὑπὸ ἄλλου ἀποθάνῃ, διὰ τὴν τοῦ ἄλλου αἰτίαν καὶ τὰ ἀποτελέσματα ἔσται. πάντες δὲ οἱ ἐκ καταδίκης θάνατοι τὰ σημαινόμενα καὶ ἀγαθὰ καὶ κακὰ σφοδρότερα ποιοῦσι. περὶ ὧν καὶ κατ᾿ εἶδος εἰπεῖν ἄξιον.

Ἀπάγξασθαι καὶ ἑαυτὸν ἀναρτῆσαι θλίψεις καὶ στενοωρίας σημαίνει διὰ τὸ συμβαῖνον τοῖς ἀπαγχομένοις, καὶ προσέτι μὴ μεῖναι ἐν τῇ οἰκεία μηδὲ ὅπου τις ὢν τὸν ὄνειρον ἐθεάσατο· καὶ γὰρ ὁ ἀπαγξάμενος οὐκέτι τῇ γῇ ἐπιβαίνει οὐδʼ ἐστὶν ἐπὶ ἕδρας.

σφάξαι δὲ ἑαυτὸν ὑπό τινος σφαγῆναι ταὐτὰ σημαίνει τοῖς ἔμπροσθεν περὶ θανάτου εἰρημένοις, θᾶττον δὲ τελειοῖ. ἱερευθῆναι δὲ καὶ σφαγῆναι παρὰ βωμῷ θεοῦ ἢ δημοσίᾳ ἐν ἐκκλησία ἢ ἐν ἀγορᾷ ἀγαθὸν πᾶσι, μάλιστα δούλοις· ἐνδόξως γὰρ καὶ ἐπιφανῶς ἔσονται ἐλεύθεροι.

183

Ζῶντα κατακαίεσθαι τὰ αὐτὰ τῷ κεραυνοῦσθαι σημαίνει. περὶ ὧν ἔμπροσθεν εἴρηται. ἰδίως δὲ τὸ ζῶντα κατακαίεσθαι τοῖς νοσοῦσι διὰ τὸ σύνθετον τοῦ ὀνόματος [*](p.152) σωτηρίαν σημαίνει, τοῖς δὲ νέοις φορὰς ἀλόγους καὶ ἐπιθυμίας ἐρωτικὰς σημαίνει.

Σταυροῦσθαι πᾶσι μὲν τοῖς ναυτιλλομένοις ἀγαθόν· καὶ γὰρ ἐκ ξύλων καὶ ἤλων γέγονεν ὁ σταυρὸς ὡς καὶ τὸ πλοῖον, καὶ ἡ κατάρτιος αὐτοῦ ὁμοία ἐστὶ σταυρῷ. ἀγαθὸν δὲ καὶ πένητι· καὶ γὰρ ὑψηλὸς ὁ σταυρωθεὶς καὶ πολλοὺς τρέφει οἰωνούς. τὰ δὲ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ σταυρωθείς. τοὺς δὲ πλουσίους βλάπτει· γυμνοὶ γὰρ σταυροῦνται καὶ τὰς σάρκας ἀπολλύουσιν οἱ σταυρωθέντες. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει διὰ τὴν δέσιν πλὴν οὐ πάνυ τι συμφέροντα. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ φιλίας καὶ κοινωνίας. δούλους δὲ ἐλευθεροῖ· ἀνυπότακτοι γὰρ οἱ σταυρωθέντες. τοὺς δὲ ἐν τῇ οἰκείᾳ διατρίβειν βουλομένους καὶ τοὺς ἰδίαν γῆν γεωργοῦντας καὶ τοὺς ἐκβληθῆναί ποθεν φοβουμένους ἐκβάλλει καὶ οὐκ ἐᾶ μένειν ἐν οἷς εἰσιν· εἴργει γὰρ ὁ σταυρὸς τῆς γῆς ἐπιβαίνειν, ἐν πόλει δὲ δοκεῖν ἐσταυρῶσθαι ἀρχὴν σημαίνει τοιαύτην, οἷος ἂν ᾖ ὁ τόπος, ἐν ᾧ ὁ σταυρὸς ἕστηκε.

Θηριομαχεῖν πένητι ἀγαθόν πολλοὺς γὰρ ἕξει τρέφειν. καὶ γὰρ ὁ θηριομαχῶν ἀπὸ τῶν ἰδίων σαρκῶν τὰ θηρία τρέφει. ἀνδρὶ δὲ εὐπόρῳ ὑπὸ τοιούτων ἀδικίας ἐσομένας προαγορεύει, οἷα ἂν ᾖ τὰ θηρία. πολλοῖς δὲ νόσον προηγόρευσεν·

184
ὡς γὰρ ὑπὸ θηρίων, οὕτω καὶ ὑπὸ νόσου φθείρονται αἱ σάρκες. δούλους δὲ ἐλευθεροῖ, ἐὰν ἀποθάνωσιν ὑπὸ τῶν θηρίων.

Εἰς Ἅιδου καταβῆναι δοκεῖν καὶ τὰ ἐν Ἅιδου ὁρᾶν, ὅσα ἐκεῖ εἶναι νενόμισται, τοῖς μὲν εὖ πράττουσι καὶ κατὰ προαίρεσιν ζῶσιν ἀπραξίαν καὶ βλάβην σημαίνει· ἄπρακτοι [*](p.153) γὰρ οἱ ἐν Ἅιδου καὶ ψυχροὶ καὶ ἀκίνητοι. τοῖς δὲ εὐλαβουμένοις ἤ φροντίζουσιν λυπουμένοις ἀμεριμνίας καὶ ἀλυπίας προαγορεύει· καὶ γὰρ ἄλυποι καὶ πάσης ἐκτὸς φροντίδος εἰσὶν οἱ ἐν Ἅιδου. τοῖς δὲ λοιποῖς ἀποδημίας σημαίνει ἢ πάντως γε τῶν τόπων ἐν οἷς εἰσιν ἐκβάλλει τοῦτο μὲν γὰρ οἱ παλαιοὶ τοὺς μακρὰν ἀποδημήσαντας εἰς Ἅιδου πορεύεσθαι ἔλεγον, τοῦτο δὲ καὶ αὐτὸς ὁ λόγος δείκνυσιν, ὅτι μὴ ἐν ταῖς αὐταῖς διατριβαῖς εἰσιν οἱ ἐν Ἅιδου. καὶ εἰ μέν τις ἀναβαίνειν πάλιν ἐξ Ἅιδου ὑπολάβοι, ἀνακομισθήσεται ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν εἰ δὲ μή, ἐπὶ ξένης καταβιώσεται. πολλάκις δὲ καὶ τοὺς ἐπὶ ξένης ἡ εἰς Ἅιδου κατάβασις εἰς τὴν οἰκείαν ἐπανάγει. τὸ δὲ δοκεῖν εἰς Ἅιδου καταβάντα εἴργεσθαι τῆς εἰς ἀνθρώπους ἀνόδου βίᾳ κατασχεθῆναι πρός τινων σημαίνει ἢ εἰς εἰρκτὴν ἐμβληθῆναι, πολλοῖς δὲ νόσον μακρὰν προηγόρευσε καὶ ἐπὶ τῇ νόσῳ θάνατον. τὸ δὲ ἀναβαίνειν διαφυγήν τινα πορισάμενον ἐξ ἐσχάτου τινὸς κινδύνου σώζει τὸν ἄρρωστον· φαμέν

185
γὰρ καὶ ἐν τῇ συνηθείᾳ τὸν παρὰ προσδοκίαν σωθέντα ἐξ Ἅιδου ἀναβεβηκέναι.

Βαστάζειν τινὰ τῶν δαιμόνων τῶν χθονίων, ἢ αὐτὸν τὸν Πλούτωνα ἢ τὸν Κέρβερον ἢ ἄλλον τινὰ τῶν ἐν Ἅιδου, κακούργῳ μὲν ἰδόντι σταυρὸν βαστάσαι σημαίνει· ἔοικε γὰρ καὶ ὁ σταυρὸς θανάτῳ, καὶ ὁ μέλλων αὐτῷ προσηλοῦσθαι πρότερον αὐτὸν βαστάζει ἀνδρὶ δὲ μὴ κακούργῳ θηρίον βαστάσαι σημαίνει, καὶ εἰ μὲν βαρύνοιτο, δηχθῆναι καὶ ἀποθανεῖν εἰ δὲ μή, αἰσθόμενον ἀποθέσθαι καὶ μὴ διαφθαρῆναι. βαστάζειν δέ τινα τῶν ζώντων ἄμεινον ἢ βαστάζεσθαι, ὅσῳ καὶ κρεῖττον ἀμύνειν τινὶ δύνασθαι τοῦ ἐπιδεῖσθαι τιμωρίας καὶ βοηθείας. ἔοικε γὰρ ὁ μὲν βαστάζων συναιρομένῳ τινὶ καὶ εὐεργετοῦντι, ὁ δὲ βασταζόμενος [*](p. 154) εὐεργετουμένῳ. ὅσῳ οὖν ἀσθενέστερός ἐστιν ὁ βαστάζων, οἷον γυνὴ ἢ παιδίον, τοσούτῳ χεῖρον τῷ βασταζομένῳ· καὶ γὰρ τῶν εὐτελεστέρων καὶ ἧττον ἀμύνειν δυναμένων ἐπιδεηθήσεται. μόνῳ δὲ οἰκέτῃ ὑπὸ τοῦ δεσπότου βαστάζεσθαι ἀγαθὸν καὶ τῷ παντελῶς πένητι ὑπὸ πλουσίου πολλὰ γὰρ ὠφεληθήσονται ὑπὸ τῶν βασταζόντων.

Νεκροὺς ὁρᾶν αὐτὸ μόνον καὶ μηδὲν ἀξιόλογον δρᾶν ἢ πάσχειν οὕτω διατεθῆναι σημαίνει, ὅπως εἶχον σχέσεως οἱ νεκροὶ ὅτε ἔζων πρὸς τὸν ἰδόντα· εἰ μὲν γὰρ ἐγένοντο ἡδεῖς ἢ εὐεργέται, ἀγαθὰ σημαίνουσι καὶ τὸν παρόντα καιρὸν ἡδέως διάξειν εἰ δὲ μή, τὰ ἐναντία. εἰ δέ τι οἱ

186
νεκροὶ λαμβάνοιεν, οἷον νεκροῖς συντίθεται, ἀσύμφορον. πάντων δὲ χαλεπώτατοι οἱ ἱμάτια περιαιρούμενοι ἢ ἀργύριον ἢ τροφάς· ἢ γὰρ αὐτῷ τῷ ἰδόντι θάνατον σημαίνουσιν ἤ τινι τῶν τούτῳ προσηκόντων. ὅ τι δʼ ἂν ἄλλο ἁρπάξωσι, κατὰ ἀναλογίαν κρίνειν χρή. διδόντες δέ τι οἱ νεκροὶ καὶ οὕτω πονηροί εἰσιν, εἰ μὴ ἄρα τροφὰς ἀργύριον ἢ ἱμάτια ἐπιδοῖεν ἐγὼ δὲ ἐτήρησά τινα τὴν ἑαυτοῦ γυναῖκα προτελευτήσασαν θεασάμενον ἐν ὕπνοις ὅτι δῆθεν καθίστα τὸν οἶκον στρωννύουσα κλίνας. καὶ τῇ ἑξῆς ἡμέρᾳ συνέβη τοὺς πλείονας τῶν διαφερόντων τοῦ θεασαμένου τὸ ὄναρ νοσῆσαι. καὶ ἐφάνη πρόδηλον τὸ ὄναρ μετὰ τὴν ἀπόβασιν· οἱ γὰρ νοσοῦντες δέονται κατὰ τὸ ἀναγκαῖον τῆς ἑτοιμασίας τῶν κλιναρίων, οὐχ οἱ ὑγιαίνοντες.

Λέγουσι δὲ ἔνιοι τὸ ἀργύριον εἶναι πονηρὸν καὶ τὰ νομίσματα πάντα· ἐγὼ δὲ ἐτήρησα τὰ μὲν λεπτὰ καὶ χάλκεα νομίσματα δυσθυμιῶν αἴτια καὶ λόγων ἐπιλύπων, τὰ δὲ ἀργυρᾶ λόγων τῶν ἐν συνθήκαις περὶ σπουδαίων πραγμάτων σημαντικά, τὰ δὲ χρύσεα σπουδαιοτέρων. ἀεὶ δὲ ἄμεινον ὀλίγα ἔχειν χρήματα καὶ νομίσματα καὶ μὴ πολλά, ἐπεὶ τά γε πολλὰ διὰ τὸ δυσοικονόμητον φροντίδας καὶ [*](p. 155) λύπας σημαίνει, ὥσπερ καὶ ὁ θησαυρός·

εἴ τις ὑπολάβοι θησαυρὸν εὑρίσκειν ὀλίγα χρήματα ἔχοντα, ἥττονα τὰ χαλεπὰ σημαίνει· ὁ δὲ πολυχρήματος θησαυρὸς λύπας καὶ μερίμνας σημαίνει, πολλάκις δὲ καὶ θάνατον προαγορεύει· οὐ γὰρ ἄνευ τοῦ τὴν γῆν ἀνασκαφῆναι θησαυρὸς εὑρίσκεται, ὥσπερ οὐδὲ ὁ νεκρὸς κατατίθεται. κἀγὼ τοῦτο παρεφυλαξάμην. ποτὲ γοῦν ἐν δυσθυμία ὢν καὶ φροντίδι ἐθεασάμην ἐμαυτὸν ἐν σπυρίδι ἔχοντα λεπτὰ

187
κερμάτια καὶ εἰσελθὼν ἐν ἐργαστηρίῳ τινὶ ταῦτα ἀπεκλάπην καὶ ἀπώλεσα. καὶ συνέβη με τῇ ἡμέρᾳ ἐκείνῃ αἰσίων μοι ἀπαγγελθέντων περὶ ὧν ἐφρόντιζον εὐθυμῆσαι καὶ ῥᾷον διατεθῆναι. ἔλεγεν δέ τις ἐν συνουσίᾳ ποτὲ διηγημάτων τοιούτων κινουμένων ὅτι ποτὲ ἐπὶ ἀνύσει χρημάτων πέμψας τὸν ἴδιον αὐτοῦ υἱόν, ἔτι ἀποδήμου αὐτοῦ ὄντος ἐθεάσατο αὐτὸν ἐν ὕπνοις ἐλθόντα καὶ λέγοντα τρισχίλια ὀκτακόσια νομίσματα ἤνεγκα. καὶ ἀναθέμενός τινι τῶν ἐπιστημόνων τὸ ὄναρ ἔμαθεν ὡς ἄπρακτος ὑποστρέψει αὐτοῦ ὁ υἱός. ὃ καὶ ἀπήντησεν, πρῶτον μὲν ὅτι τὰ ἐναντία ἀεὶ ἀποβαίνουσι, δεύτερον δὲ καὶ ὅτι ἀεὶ εἰώθαμεν διὰ τῆς τοιαύτης θέσεως τῶν δακτύλων τῶν τρισχιλίων ὀκτακοσίων σημαίνειν τὸ οὐδέν.