Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Δακρύειν καὶ ὀδύρεσθαι καὶ ἐπὶ νεκρῷ καὶ ἐπὶ ἄλλῳ ᾡτινιοῦν καὶ αὐτὸ τὸ λυπεῖσθαι χαρὰν ἐπί τινι καὶ ἡδονὴν ἐπὶ κατορθώματι ἐσομένην προαγορεύει ὀρθῶς καὶ κατὰ λόγον· ἔχει γὰρ ἡ ἡμετέρα ψυχὴ συγγενές τι πρὸς τὸ περιέχον καὶ τὸν ἀέρα τὸν ἐκτός. ὥσπερ οὖν τὸ περιέχον καὶ ὁ ἀὴρ τρέπονται ἐπὶ τὸ ἐναντίον, ἀπὸ χειμῶνος εἰς εὐδίαν καὶ πάλιν ἀπὸ εὐδίας εἰς χειμῶνα, οὕτως εἰκὸς καὶ τὴν ἡμετέραν γνώμην ἀπὸ λύπης εἰς ἡδονὴν καὶ χαρὰν τρέπεσθαι καὶ ἀπὸ χαρᾶς εἰς λύπην. ὅθεν καὶ τὸ χαίρειν εἰς τὸ ἐναντίον τρεπόμενον λύπην προαγορεύει. ἀεὶ δὲ χρὴ ἐπί τινι λυπεῖσθαι καὶ μὴ ἄνευ ὑποθέσεως, ἐπεὶ τό γε εἰκῆ λυπεῖσθαι ὄντως ἐπί τινι λυπηθήσεσθαι σημαίνει.

188

Μνημεῖον δὲ ἔχειν ἢ οἰκοδομεῖν ἀγαθὸν δούλῳ καὶ ἄπαιδι ὁ μὲν γὰρ ἔσται ἐλεύθερος, ἐπειδὴ μὴ δοῦλοι, μνημεῖα κτῶνται ἀλλʼ ἐλεύθεροι, ὁ δὲ καταλείψει μνημεῖον ἑαυτοῦ παῖδα. πολλάκις δὲ καὶ γάμον προηγόρευσε p. 156 τὸ τοιοῦτον ὄναρ, ἐπειδὴ καὶ τὸ μνημεῖον ὡσπερεὶ γυνὴ ὅλα τὰ σώματα χωρεῖ· καὶ γῆς πρόσκτησιν. καὶ καθόλου πᾶσίν ἐστιν ἀγαθόν, καὶ τοῖς εὐδαιμονοῦσι καὶ τοῖς ἀπόροις. συντριβόμενα δὲ μνημεῖα καταπίπτοντα τὰ ἐναντία σημαίνει.

Νεκροὶ ἀναβιοῦντες ταραχὰς σημαίνουσι καὶ βλάβας· καθʼ ὑπόθεσιν γὰρ χρὴ ἐπινοῆσαι οἵα ἔσται ταραχὴ τῶν νεκρῶν ἀναβιωσάντων. ὡς εἰκὸς δὲ καὶ τὰ ἑαυτῶν ἀπαιτήσουσιν, ὅθεν καὶ βλάβαι γίνονται.

Νεκροὶ ἐκ δευτέρου ἀποθνήσκοντες ὁμωνύμων ἢ ὁμοίων τῶν ἔγγιστα γένους θάνατον προαγορεύουσιν, ἵνα οὕτως οἱ αὐτοὶ δὶς δόξωσιν ἀποθνήσκειν.

Φάρμακον θανάσιμον τὰ αὐτὰ τῷ θανάτῳ σημαίνει. ὁμοίως --- καὶ περὶ τῶν κνωδάλων καὶ κινωπέτων θηρίων, ὅσα ταχέως ἀναιρεῖ.

Ἐπειθὴ καὶ ὁ γάμος ἔοικε θανάτῳ καὶ ὑπὸ θανάτου σημαίνεται, ἐνταῦθα καλῶς ἔχειν ἡγησάμην ἐπιμνησθῆναι αὐτοῦ. γαμεῖν παρθένον τῷ νοσοῦντι θάνατον σημαίνει· ὅσα γὰρ τῷ γαμοῦντι συμβαίνει, τὰ αὐτὰ καὶ τῷ

189
ἀποθανόντι. ἀγαθὸν δὲ τῷ καινῇ πραγματείᾳ ἐγχειρεῖν βουλομένῳ (τυχεῖν γὰρ σημαίνει τοῦ προκειμένου) καὶ τῷ ἐλπίζοντί ποθεν ὠφεληθῆναι· πάντως γὰρ ὁ γαμήσας προσλαμβάνεταί τινα οὐσίαν, ἣν ἐπάγεται ἡ νύμφη. τοῖς δὲ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαίνει· οὐ γὰρ ἄνευ ταραχῆς συντελεῖται γάμος. εἰ δέ τις γυναῖκα διακεκορευμένην πρὸς γάμον λαμβάνοι, οὐ καιναῖς ἐπιθέμενος ἀλλὰ παλαιαῖς ἐγχειρήσεσιν οὐκ ἂν μεταμέλοιτο. εἰ δέ τις τὴν ἑαυτοῦ γυναῖκα ἴδοι ἄλλῳ γαμουμένην, ἐναλλαγὴν πράξεως ἢ χωρισμὸν δηλοῖ. εἰ δὲ γυνὴ ἄνδρα ἔχουσα δόξειεν ἄλλῳ γαμεῖσθαι, ὡς μὲν οἱ παλαιοὶ λέγουσι, κατορύξει [*](p.157) τὸν ἄνδρα ἢ ἄλλως πως αὐτοῦ χωρισθήσεται· ὡς δὲ ἐγὼ ἐτήρησα, οὐκ ἀεὶ τοῦτο γίνεται ἀλλʼ ὅταν ἡ γυνὴ μὴ ἐν γαστρὶ ἔχῃ ἢ ἄτεκνος ᾖ ἢ μηδὲν ἔχῃ πράσιμον. εἰ δὲ μή, ἑὰν μὲν θυγάτριον ἔχῃ, τοῦτο δώσει ἀνδρί· ἐὰν δὲ ἔγκυος ᾖ, θῆλυ τέξεται, ὅπερ ἀνατραφὲν ἀνδρὶ δώσει· καὶ οὕτως οὐχὶ αὐτὴ ἀλλʼ ἡ τῆς αὐτῆς μετέχουσα φύσεως ἄλλῳ γαμηθήσεται. καὶ ἡ πωλοῦσά τι συνάλλαγμα ὥσπερ ἐν γάμῳ κατὰ τὴν πρᾶσιν ποιήσεται πρός τινα.

Ἐπειδὴ περὶ χελιδόνος ἐν τῷ περὶ ὀρνίθων λόγῳ οὐκ ἐπεμνήσθην ἀλλʼ ἑκὼν παρέλιπον ἐνθάδε ἐπιμνησθήσομαι· φασὶ γὰρ τὸ ζῷον θάνατόν τε σημαίνειν ἀώρων σωμάτων καὶ πένθος καὶ λύπην μεγάλην ἀπὸ τοιούτων γὰρ

190
κακῶν καὶ τὴν ὄρνιν ταύτην λόγος ἔχει γενέσθαι. φησὶ γὰρ καὶ Ἀλέξανδρος ὁ Μύνδιος δεῖν ταῖς ἱστορίαις πείθεσθαι καὶ Διονύσιος ὁ Ἡλιουπολίτης φασὶ γὰρ ὅτι, κἄν τι ψεύδηταί τις ἱστορία διὰ τὸ προειλῆφθαι οὕτως ἔχειν, ἐπειδὰν ὅμοιόν τι τῇ περιοχῇ μέλλον ἀποβήσεσθαι ἡ ψυχὴ θέλῃ προαγορεῦσαι, τὴν ἱστορίαν αὐτὴν ἐκείνην εἰς μέσον παράγει. ἐγὼ δὲ ἐπὶ μὲν τῶν πλείστων ἱστοριῶν συμφωνοῦντα τὸν λόγον εὗρον, οὐδαμῶς δὲ ἐπὶ πασῶν. ὅθεν προθέμενος ἐν ἅπαντι τῷ λόγῳ οὐ τῷ πιθανῷ τῶν λεγομένων ἀκολουθεῖν ἀλλὰ τῇ πείρα τῶν ἀποτελεσμάτων, καὶ νῦν περὶ χελιδόνος λέγω ὅτι οὐκ ἔστι πονηρά, εἰ μή τι ἄτοπον πάσχοι διαλλάσσοι τι χρῶμα παρὰ φύσιν ὄν αὐτῇ. ἔστι γὰρ αὐτῆς ἡ φωνὴ οὐ θρῆνος ἀλλʼ ᾆσμα ἐνδόσιμον καὶ κελευστικὸν πρὸς ἔργα. ὅτι δὲ τοῦτο ἀληθές ἐστιν ἴδοι τις ἂν ἐντεῦθεν. χειμῶνος χελιδὼν οὔτε [*](p. 158) ἵπταται οὔτε φθέγγεται, ἀλλὰ καὶ ἡ γῆ καὶ ἡ θάλασσα κατὰ τὴν ὥραν ταύτην ἀργαί εἰσι καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλλα πάντα ζῷα καταδύεται καὶ οὐδὲν πράττει ὅταν δὲ τὸ ἔαρ παραβάλῃ, πρώτη πρόεισιν, ὡς ἂν εἴποι τις, ὑποδεικνύουοα τῶν ἔργων ἕκαστα. καὶ ὅταν γε φαίνηταί, οὐδέποτε ἑσπέρας ᾄδει ἀλλ᾿ ἕωθεν ἡλίου ἀνίσχοντος, οὓς
191
ἂν ζῶντας καταλαμβάνῃ ὑπομιμνήσκουσα τῶν ἔργων. ἔστιν οὖν ἀγαθὴ καὶ πρὸς ἔργα καὶ πράξεις καὶ πρὸς μουσικήν, μάλιστα δὲ πάντων πρὸς γάμον· πιστὴν γὰρ καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ ὡς ἐπὶ τὸ πλεῖστον Ἑλληνίδα καὶ μουσικήν. καὶ γὰρ αὐτὴ ἡ χελιδὼν ὁμορόφιος. ἀηδὼν δὲ τὰ μὲν αὐτὰ τῇ χελιδόνι σημαίνει, ἥττονα δέ· καὶ γὰρ ἧττον ἡμῖν ἐστι σύντροφος.

Περὶ ὀδόντων ἠκρίβωσα μὲν ἐν τῷ πρώτῳ βιβλίῳ, βραχὺ δέ τι καὶ ἐνταῦθα ἐρῶ. ὀδόντας εἰς χεῖρας λαβεῖν τοῦ στόματος ἐκπεσόντας ἢ εἰς τὸν κόλπον τῶν ἰδίων ἀπόθεσιν τέκνων σημαίνει γενέσθαι οὐ παραμενόντων οὐκ ἀνατραφησομένων. ὀδόντας τῇ γλώσσῃ τῇ ἑαυτοῦ ἐκβάλλειν σημαίνει τὰ ἐν τῷ βίῳ σκληρὰ τοῖς ἰδίοις λόγοις διαλῦσαι. λοιπὸν δὲ περὶ πτήσεως καὶ περὶ τῶν ἀξιοπίστων ἐροῦμεν καὶ περὶ χρόνου ζωῆς.

Ἵπτασθαι δοκεῖν ὀλίγον τῆς γῆς ἀπέχοντα καὶ ὀρθὸν τῷ σχήματι ἀγαθὸν τῷ ἰδόντι ὅσον γὰρ ἄν τις ἀπέχῃ τῆς γῆς, τοσοῦτον ὑψηλότερός ἐστι τῶν κάτωθεν περιπατούντων· ἀεὶ δὲ ὑψηλοτέρους τοὺς εὐδαιμονεστέρους καλοῦμεν. ἀγαθὸν δὲ μὴ ἐν τῇ ἑαυτοῦ πατρίδι τοῦτο πάσχειν,

192
ἐπεὶ μετανάστασιν σημαίνει διὰ τὸ μὴ τῇ γῇ ἐπιβαίνειν· τρόπον γάρ τινά φησι τὸ ὄναρ ἄβατον εἶναι τῷ ἰδόντι τὴν πατρίδα. ἵπτασθαι πτερὰ ἔχοντα ἀγαθὸν ἐπίσης πᾶσιν· οἱ μὲν γὰρ δοῦλοι ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐλευθεροῦνται, [*](p. 159) ἐπειδὴ καὶ πάντες οἱ ἱπτάμενοι ὄρνιθες ἀδέσποτοί τέ εἰσι καὶ ἡγεμόνα οὐκ ἔχουσι. πένητες δὲ πολλὰ χρήματα πορίσουσιν· ὥσπερ γὰρ τὰ χρήματα τοὺς ἀνθρώπους βαστάζει, οὕτω καὶ τὰ πτερὰ τοὺς ὄρνιθας. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχὰς περιποιεῖ ὥσπερ γὰρ τὰ ἱπτάμενα τῶν ἐπὶ γῆς ἑρπόντων ὑπερέχει, οὕτω καὶ οἱ ἄρχοντες τῶν ἰδιωτῶν. ἄνευ δὲ πτερῶν δοκεῖν ἵπτασθαι καὶ πολὺ τῆς γῆς ἀπέχειν κίνδυνον καὶ φόβον τῷ ἰδόντι σημαίνει. καὶ τὸ περὶ τοὺς κεράμους ἵπτασθαι καὶ τὰς οἰκίας καὶ τὰ ἄμφοδα ἀκαταστασίας τῆς ψυχῆς καὶ ταραχὰς μαντεύεται. τὸ δὲ δοκεῖν εἰς τὸν οὐρανὸν ἀναπτῆναι δούλοις μὲν ἀεὶ εἰς μείζονας οἰκίας μεταβῆναι σημαίνει, πολλάκις δὲ καὶ εἰς βασιλέως αὐλὴν ἐλθεῖν ἐλευθέρους δὲ καὶ μὴ βουλομένους πολλάκις ἐτήρησα εἰς τὴν Ἰταλίαν ἐλθόντας· ὥσπερ γὰρ ὁ οὐρανὸς θεῶν ἐστιν οἶκος, οὕτω καὶ ἡ Ἰταλία βασιλέων. τοὺς δὲ λανθάνειν βουλοκαὶ τοὺς ἀποκρυπτομένους ἐλέγχει· πάντα γὰρ τὰ ἐν οὐρανῷ φανερά τε καὶ εὐσύνοπτά ἐστι πᾶσιν. ἵπτασθαι μετὰ ὀρνέων σημαίνει μετὰ ἀνθρώπων ἀλλοεθνῶν καὶ ξένων ἀναστραφήσεσθαι· πανούργοις δὲ πονηρόν· τοὺς γὰρ ἀλιτηρίους κολάζει, πολλάκις δὲ καὶ διὰ σταυροῦ.
193
πέτεσθαι μήτε πολὺ τῆς γῆς ἀπέχοντα μήτε αὖ ταπεινὸν σφόδρα, ἀλλʼ ὡς δύνασθαι διαγινώσκειν τὰ ἐν τῇ γῇ, ἀποδημίαν τινὰ καὶ μετανάστασιν σημαίνει. ἔξεστι δὲ μαθεῖν ἀπὸ τῶν ἐν τῇ γῇ βλεπομένων ποταπά τινα τῷ ἰδόντι ἐν τῇ ἀποδημίᾳ ἀπαντήσει. οἷον πεδία μὲν καὶ ἄρουραι καὶ πόλεις καὶ κῶμαι καὶ ἀγροὶ καὶ πάντα τὰ ἀνθρώπων ἔργα καὶ ποταμοὶ καλοὶ καὶ λίμναι καὶ θάλασσα εὔδιος καὶ ὅρμοι καὶ νῆες οὐριοδρομοῦσαι, ταῦτα πάντα βλεπόμενα ἀγαθὴν τὴν ἀποδημίαν μαντεύεται· ἄγκη δὲ [*](p. 160) καὶ φάραγγες καὶ νάπαι καὶ πέτραι καὶ θηρία καὶ ποταμοὶ χείμαρροι καὶ ὄρη καὶ κρημνοὶ πονηρὰ πάντα τὰ ἐν τῇ ἀποδημία προαγορεύουσιν. ἀεὶ δὲ ἀγαθὸν ἀναπτάντα πάλιν καταπτῆναι καὶ οὕτω διυπνίζεσθαι. πάντων δὲ ἄριστον τὸ ἑκόντα πέτεσθαι καὶ βουλόμενον ἀνίπτασθαι καὶ ἑκόντα παύεσθαι πολλὴν γὰρ ῥᾳστώνην καὶ εὐχέρειαν ἐν τοῖς πραττομένοις προαγορεύει. διωκόμενον δὲ ὑπὸ θηρίου ἢ ὑπὸ ἀνθρώπου ἢ ὑπὸ δαίμονος ἵπτασθαι οὐκ ἀγαθόν φόβους γὰρ μεγάλους καὶ κινδύνους ἐπάγει· καὶ γὰρ ἐν τοῖς ὕπνοις τοσοῦτον ἦν τὸ δέος, ὥστε μὴ ἱκανὴν ἡγήσασθαι εἰς τὸ φυγεῖν τὴν γῆν ἀλλὰ τοῦ οὐρανοῦ ἐπιλαβέσθαι. ἀγαθὸν δὲ δούλῳ τὸ ἐν τῇ οἰκία τοῦ δεσπότου πέτεσθαι πολλῶν γὰρ ἐν τῇ οἰκίᾳ ὑπερέξει. εἰ δὲ ἐκτὸς πέτοιτο τῆς οἰκίας, μετὰ τὴν εὐημερίαν ἐξελεύσεται τῆς οἰκίας ἀποθανὼν μέν, ἐὰν διὰ τῆς αὐλῆς
194
ἐκπίπτῃ· πραθεὶς δέ, ἐὰν διὰ τοῦ πυλῶνος ἐὰν δὲ διὰ θυρίδος, ἀποδράσας. ὕπτιον δὲ πέτεσθαι πλέοντι μὲν βουλομένῳ πλεῦσαι οὐ πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ καὶ ἐν πλοίῳ, ὅταν γε μὴ χειμάζωνται, ὕπτιοί εἰσιν οἱ ἄνθρωποι· τοῖς δὲ λοιποῖς ἀπραξίαν προαγορεύει· ὑπτίους γὰρ τοὺς ἀπράκτους λέγομεν. νοσοῦντας δὲ ἀναιρεῖ. πάντων δʼ ἂν εἴη πονηρότατον καὶ σκαιότατον τὸ βούλεσθαι πέτεσθαι καὶ μὴ δύνασθαι καὶ πετόμενον πρὸς τῇ γῇ τὴν κεφαλὴν ἔχειν καὶ πρὸς τῷ οὐρανῷ τοὺς πόδας· πολλὴν γὰρ κακοδιαμονίαν τῷ ἰδόντι προαγορεύει. ὅπως δʼ ἂν πέτηται νοσῶν ἄνθρωπος, τεθνήξεται· φασὶ γὰρ τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων εἰς τὸν οὐρανὸν [*](p. 161) ἀνιέναι τάχει χρωμένας ὑπερβάλλοντι καὶ ὡς εἰπεῖν πτηνῶν ὁμοίας. οἱ δὲ τὰς ἐπιδιφρίους ἐργαζόμενοι τέχνας παύσονται τῆς ἐργασίας, ἵνα εὐκίνητοι γένωνται καὶ μὴ μείνωσιν ἐφʼ ἕδρας διὰ τὴν πτῆσιν. καὶ οἱ δεδεμένοι λύονται· εὔλυτος γὰρ ὁ ἱπτάμενος καὶ ποσὶ καὶ χερσί. πολλοὶ δὲ καὶ ἐτυφλώθησαν· ἐοίκασι γὰρ οἱ τυφλοὶ τοῖς ἱπταμένοις διὰ τὸ ἀεὶ φοβεῖσθαι καταπεσεῖν. ἐπὶ δίφρου δὲ ἢ βάθρου ἢ κλίνης ἄλλου τινὸς τοιούτου καθεζόμενον ἵπτασθαι μεγάλην νόσον νοσῆσαι παραλυθῆναι σημαίνει τοῖς σκέλεσιν οὐκέτι χρῆσθαι ἀλλ᾿ ἐπὶ δίφρου βασταγῆναι διὰ τὸ μὴ δύνασθαι τῆς γῆς ἐπιβαίνειν. ἀποδημεῖν δὲ βουλομένῳ τὸ ὄναρ τοῦτο οὐκέτι πονηρὸν γίνεται·
195
μετὰ γὰρ ὅλου τοῦ οἴκου καὶ τῆς ἐνθήκης τῆς ἰδίας ἀποδημήσει ἢ καὶ ὀχήματι φερόμενος.

Τῶν δὲ ἀξιοπίστων λεγομένων, οἷς λέγουσί τι κατ᾿ ὄναρ πιστεύειν χρὴ καὶ πείθεσθαι, φημὶ πρώτους εἶναι θεούς ἀλλότριον γὰρ θεοῦ τὸ ψεύδεσθαι. ἔπειτα ἱερεῖς· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς παρὰ ἀνθρώποις τετυχήκασι τιμῆς. εἶτα βασιλεῖς καὶ ἄρχοντας· ‘τὸ κρατοῦν γὰρ δύναμιν ἔχει θεοῦ’. εἶτα γονεῖς καὶ διδασκάλους· καὶ γὰρ οὗτοι ὅμοιοί εἰσι θεοῖς, οἱ μὲν εἰσάγοντες εἰς τὸ ζῆν, οἱ δὲ ὅπως χρὴ τῷ ζῆν χρῆσθαι διδάσκοντες. εἶτα μάντεις, μάντεων δὲ τοὺς μὴ ἀπατεῶνας μηδὲ ψευδομάντεις. ὅσα γὰρ ἂν λέγωσι Πυθαγορισταὶ φυσιογωνμονικοὶ ἀστραγαλομάντεις τυρομάντεις κοσκινομάντεις μορφοσκόποι χειροσκόποι λεκανομάντεις νεκυομάντεις, ψευδῆ πάντα καὶ ἀνυπόστατα χρὴ νομίζειν· καὶ γὰρ αἱ τέχναι αὐτῶν εἰσι τοιαῦται καὶ αὐτοὶ μὲν μαντικῆς οὐδὲ βραχὺ ἴσασι, γοητεύοντες δὲ καὶ ἀπατῶντες ἀποδιδύσκουσι τοὺς ἐντυγχάνοντας. ὑπολείπεται δὴ μόνα ἀληθῆ εἶναι τὸ ὑπὸ θυτῶν λεγόμενα καὶ οἰωνιστῶν καὶ ἀστεροσκόπων καὶ τερατοσκόπον καὶ ὀνειροκριτῶν καὶ ἡπατοσκόπων. [*](p. 162) περὶ δὲ μαθηματικῶν τῶν γενεθλιαλόγων ἐπισκεψώμεθα. ἔτι τῶν ἀξιοπίστων εἰσὶ καὶ οἱ νεκροί,

196
ἐπεὶ πάντως ἀληθῆ λέγουσι· διὰ γὰρ δύο ταῦτα οἱ ψευδόμενοι ἀπατῶσιν, ἢ διὰ τὸ ἐλπίζειν τι ἢ διὰ τὸ φοβεῖσθαι οἱ δὲ μήτε ἐλπίζοντές τι μήτε φοβούμενοι εἰκότως ἀληθῆ λέγουσι. μάλιστα δὲ οἱ νεκροί εἰσι τοιοῦτοι. ἔτι καὶ τὰ παιδία ἀληθῆ λέγει· οὐδέπω γὰρ οἶδε ψεύδεσθαι καὶ ἐξαπατᾶν. καὶ οἱ παντελῶς πρεσβῦται· τὸ γὰρ ἀξιόπιστον διὰ τοῦ γήρως ἐνδείκνυνται. καὶ τὰ ἄλογα ζῷα πάντως ἀληθῆ λέγει διὰ τὸ μὴ εἶναι ἐν μεθόδῳ λόγου. οἱ δὲ λοιποί, ἵνα μὴ καθʼ ἕκαστον λέγω, ὅσα ἂν λέγωσι ψεύδονται, πλὴν τῶν ἐν τῷ ἀνὰ χεῖρα βίῳ πιστῶν καὶ τοῖς ἤθεσι χρηστῶν. θεατρικοὶ δὲ καὶ οἱ ἐπὶ θυμέλην ἀναβαίνοντες αὐτόθεν διὰ τὰς ὑποκρίσεις πᾶσιν ἄπιστοι, καὶ σοφισταὶ καὶ πένητες καὶ γάλλοι καὶ ἀπόκοποι καὶ σπάδοντες· οὗτοι γὰρ καὶ μὴ λέγοντές τι ψευδεῖς τὰς ἐλπίδας εἶναι μηνύουσι διὰ τὸ φύσει μήτε ἐν ἀνδράσι μήτε ἐν γυναιξὶν ἀριθμεῖσθαι. χρὴ οὖν τοῖς ἀξιοπίστοις καὶ περὶ τῶν ἄλλων πάντων λέγουσι πιστεύειν.

Ἀνθρωπίνη γενεὰ κατ᾿ ἐνίους μὲν ἔχει ἔτη ἑπτά· ὅθεν καὶ λέγουσιν οἱ ἰατρικοὶ τῶν δύο γενεῶν μηδένα δεῖν

197
φλεβοτομεῖν, τὸν τεσσαρεσκαιδεκαετῆ λέγοντες ὡς ἔτι προσδεόμενον αἵματος καὶ οὐδέπω ἔχοντα περισσὸν αἶμα· κατ᾿ ἐνίους δὲ τριάκοντα ὅθεν καὶ τὸν Νέστορα βούλονταί τινες ἐνενηκονταετῆ γεγονέναι ὅν φησιν ὁ ποιητὴς --- · καθʼ ἡμᾶς δὲ ἑκατὸν ἔτη, ἐπειδὴ τοὺς πλείστους ἢ ὀλίγῳ ἀποδέοντας ζῶντας ὁρῶμεν ἢ ὀλίγῳ [*](p. 163) ὑπεραίροντας, ἄλλως τε καὶ ἐπειδὴ τὸν λόγον τῶν ἀποτελεσμάτων πρὸς τοῦτον τὸν ἀριθμὸν συμφωνοῦντα ἡ πεῖρα δείκνυσι. διὰ τοῦτο καὶ ἡμεῖς τῇ γενεᾷ χρησόμεθα ὡς δὴ ἐχούσῃ ἔτη ἑκατόν.

Ὅσοι οὖν τῶν ἀριθμῶν γραφέντες διʼ ὅλων τῶν γραμμάτων ἀποτελοῦσι ψῆφον ἐντὸς τῶν ἑκατόν, τούτους χρὴ γράφειν καὶ ψηφίζειν καὶ ἡγεῖσθαι τοσαῦτα ἔτη σημαίνειν ὅσα ἂν ἡ ψῆφος μηνύῃ. εἰσὶ δὲ οὗτοι μόνοι ἓν μία ἓξ δέκα ἕνδεκα δεκακιδέκα. καὶ ἔστι τὸ μὲν ἓν πεντήκοντα πέντε· γράφεται γὰρ διὰ τοῦ ε καὶ τοῦ ν· τὸ δὲ μία πεντήκοντα ἕν γράφεται γὰρ διὰ τοῦ μ καὶ τοῦ ῑ καὶ τοῦ ᾱ τὸ δὲ ἓξ ἑξήκοντα πέντε· γράφεται γὰρ διὰ τοῦ ε καὶ τοῦ ξ. ὁμοίως καὶ τὰ δέκα καὶ τὰ ἕνδεκα καὶ τὰ δεκακιδέκα τῇ αὐτῇ ἐπινοίᾳ γράφειν καὶ ψηφίζειν χρή· εὑρεθήσεται γὰρ τὰ μὲν δέκα ὄντα τριάκοντα, τὰ δὲ ἕνδεκα ὀγδοήκοντα πέντε, τὰ δὲ δεκακιδέκα ἐνενήκοντα.

198
καὶ οὕτω μὲν ἐκλαμβάνειν χρὴ τούτους τοὺς ἀριθμούς· ὅσοι δὲ τῶν ἀριθμῶν γραφέντες διʼ ὅλων τῶν γραμμάτων καὶ ψηφισθέντες ὑπερβάλλουσι τὴν ἀνθρωπίνην γενεάν, οἷον τὰ δύο (γίνεται γὰρ τετρακόσια ἑβδομήκοντα τέσσαρα· ταῦτα δὲ οὔτε ἐνδέχεται οὔτε λόγον ἔχει ζῆσαιτοσαῦτα ἔτη τινά), τούτους τοὺς ἀριθμοὺς κατὰ τὴν ἀνάβασιν τὴν τῶν στοιχείων λαμβάνομεν οὕτως. ἐπὶ τὸ σημαῖνον στοιχεῖον καὶ τὸν ἀριθμὸν ἐλθόντες ψηφίζομεν ἑκάστου τῶν προαγόντων στοιχείων τὸν ἀριθμόν. οἷον τὰ δύο δείκνυται ὑπὸ τοῦ β. προσθέντες οὖν τὸ ἕν φαμεν εἶναι τρία. τὰ δὲ τρία συναριθμήσαντες τῷ ἑνὶ καὶ τοῖς δυσί φαμεν εἶναι ἕξ. [*](p.164) ὁμοίως τὰ τέσσαρα σὺν τῷ τῶν ἔμπροσθεν στοιχείων ἀριθμῷ γίνεται δέκα, καὶ τὰ πέντε ὁμοίως γίνεται δέκα πέντε. τὰ δὲ ἓξ ἐν τῷ ἔμπροσθεν λόγῳ ἐπεδείξαμεν ὄντα ἑξήκοντα πέντε. τὰ δὲ ἑπτὰ σὺν τῷ ἔμπροσθεν ἀριθμῷ τῶν ἓξ μὴ συναριθμουμένων διὰ τὸ καὶ σημαίνειν κατ᾿ ἰδίαν τὰ ἑξήκοντα πέντε καὶ ὑπὸ στοιχείου μὴ δείκνυσθαι ἀλλ᾿ ὑπὸ χαρακτῆρος γίνεται εἴκοσι δύο, ἔτι καὶ τὰ ὀκτὼ τριάκοντα, τῷ δ᾿ αὐτῷ λόγῳ καὶ τὰ ἐννέα τριάκοντα ἐννέα. τὰ δὲ δέκα διπλάσιον ἔχει λόγον· καὶ γὰρ γραφέντα διʼ ὅλων τῶν γραμμάτων καὶ ψηφισθέντα κατὰ μόνας σημαίνει τριάκοντα, καὶ πάλιν ὅτι οὐχ ὑπὸ χαρακτῆρος, ὡς τὰ ἕξ, ἀλλʼ ὑπὸ στοιχείου δείκνυται, κατὰ τὴν ἀνάβασιν τὴν τῶν στοιχείων γίνεται τεσσαράκοντα ἐννέα. ἵνα δὲ μὴ εἰς ἀμφίβολον πίπτῃ τις, ἐὰν μὲν ἀκούσῃ φωνὴν λέγοντός τινος ‘δέκα σημαίνει τριάκοντα διὰ τὴν ἀπὸ τῶν δέκα
199
γραφομένων καὶ συναγομένων ψῆφον᾿, ἐὰν δὲ ῑ ἴδῃ που γεγραμμένον, γένοιτʼ ἂν τεσσαράκοντα ἐννέα κατὰ τὴν προειρημένην ἐπίνοιαν, συναριθμουμένης τῆς δεκάτης τῶν ἔμπροσθεν στοιχείων ψήφου χωρὶς τῶν ἕξ. οὕτω καὶ τὰ εἴκοσι ἑξήκοντα ἐννέα γίνεται καὶ τὰ τριάκοντα ἐνενήκοντα ἐννέα. οὐκέτι δὲ τὰ τεσσαράκοντα κατὰ τὸν αὐτὸν ἐκλαμβάνειν χρὴ τρόπον· οὐ γὰρ ἑκατὸν τριάκοντα ἐννέα ζήσεταί τις ἔτη. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν πεντήκοντα καὶ ἐπὶ τῶν ἔτι μειζόνων ἀριθμῶν. χρὴ οὖν τούτους οὐ κατὰ τὴν ἀνάβασιν τῆς ψήφου τῶν στοιχείων ἀλλὰ κατὰ τὴν θέσιν τῶν στοιχείων ἐκλαμβάνειν. οἷον τὰ τεσσαράκοντά ἐστι μ, ἐνδείξεται δὲ καὶ δώδεκα· δωδέκατον γάρ ἐστι στοιχεῖον τὸ μ τὸ τὰ τεσσαράκοντα σημαῖνον. πότε [*](p.165) δὲ ἐνδείκνυται καὶ πότε οὔ, ὁ ἐπιὼν λόγος σημανεῖ. οὕτω δὲ καὶ τὸ ν ἤτοι πεντήκοντα ἢ τρισκαίδεκα γένοιτ᾿ ἂν καὶ τὸ ξ ἤτοι ἑξήκοντα τεσσαρεσκαίδεκα καὶ τὰ λοιπὰ ὁμοίως. εἰσὶ δέ τινες καὶ σύνθετοι ἀριθμοί, οὕς χρὴ διαιρεῖν, οἷον ἐπὶ μὲν τῶν πρώτων οὕτω. τὰ δέκα δὶς σημαίνει εἴκοσι καὶ τὰ δέκα τρὶς τριάκοντα καὶ τὰ τετράκις δέκα τεσσαράκοντα καὶ τὰ πεντάκις δέκα πεντήκοντα καὶ τὰ ἑξάκις δέκα ἑξήκοντα καὶ τὰ ἑπτάκις ἑβδομήκοντα καὶ τὰ ὀκτάκις ὀγδοήκοντα καὶ τὰ ἐννάκις ἐνενήκοντα, καὶ πάλιν τὰ
200
εἴκοσι δὶς τεσσαράκοντα καὶ τὰ εἴκοσι τρὶς ἑξήκοντα καὶ τὰ εἴκοσι τετράκις ὀγδοήκοντα καὶ τὰ εἴκοσι πεντάκις ἑκατόν πεντάκις τῶν εἴκοσι γινομένων. οὕτω καὶ τὰ τριάκοντα δὶς ἑξήκοντα καὶ τὰ τριάκοντα τρὶς ἐνενήκοντα καὶ τὰ τεσσαράκοντα δὶς ὀγδοήκοντα καὶ τὰ πεντήκοντα δὶς ἑκατόν. ἐπὶ δὲ τῶν πλειόνων ἐτῶν, οἷον εἴ τις ἀκούσειέ τινος λέγοντος ῾ ζήσεις ἔτη εἴκοσι ἕξʼ χρὴ διαιρεῖν καὶ τὰ μὲν εἴκοσι εἴκοσι τίθεσθαι τὰ δὲ ἓξ κατὰ τὸν ἔμπροσθεν λόγον τίθεσθαι ἑξήκοντα πέντε. γίνεται οὖν τὰ πάντα ὀγδοήκοντα πέντε. εἰ δέ εἴκοσι ἑπτά, τὰ μὲν εἴκοσι κατ’ ἰδίαν εἴκοσι, τὰ δὲ ἑπτὰ κατὰ τὸν ἔμπροσθεν λόγον εἴκοσι δύο. γίνεται οὖν τὰ πάντα τεσσαράκοντα δύο. οὕτω καὶ τὰ εἴκοσι ὀκτὼ πεντήκοντα, καὶ ὅστις ἄν ἄλλος ἀριθμὸς ᾖ, σὺν τοῖς εἴκοσιν ὑπὲρ τὰ πέντε κατ᾿ ἰδίαν ψηφιζέσθω. ὁμοίως καὶ ὁ μετὰ τῶν τριάκοντα ὑπὲρ τὰ τρία καὶ ὁ μετὰ τῶν τεσσαράκοντα ὑπὲρ τὰ δύο καὶ ὁ μετὰ τῶν πεντήκοντα ὑπὲρ τὰ δύο. οἷον ὑποδείγματος χάριν, εἴ τις ἀκούσειε τινὸς λέγοντος ῾ ζήσεις ἔτη πεντήκοντα ἑπτάʼ, εὔηθές ἐστιν ἑπτάκις πεντήκοντα προσδοκᾶν ἄνθρωπον ζῆσαι, ἅπερ γίνεται τριακόσια πεντήκοντα, ἀλλὰ [*](P.166) δῆλον ὅτι τὰ ἑπτὰ κατ’ ἰδίαν κατὰ τὸν ἔμπροσθεν λόγον ψηφισθέντα σὺν τοῖς πεντήκοντα γίνεται ἑβδομήκοντα δύο. ὅταν μέντοι τις ᾖ ἐντὸς τοῦ εἰρημένου ἀριθμίου, δῆλον ὅτι σὺν τοῖς παρεληλυθόσιν ἔτεσι πάντα αὐτῷ οὕτω σημαίνεται. οἷον εἴ τις ὢν ἐτῶν τριάκοντα δόξειε λέγειν αὐτῷ
201
τινὰ ῾ ζήσεις ἔτη πεντήκονταʼ, οὗτος ζήσει λοιπὰ εἴκοσι, ἵνα αὐτῷ σὺν τοῖς τριάκοντα τοῖς πρὶν τὰ μέλλοντα εἴκοσι γένηται πεντήκοντα. εἰ δέ τις ὤν ἐτῶν ἑβδομήκοντα δόξειε λέγειν αὐτῷ τινα ῾ ζήσεις ἔτη πεντήκονταʼ, δῆλον ὅτι οὔτε σὺν τοῖς πρώτοις λέγει αὐτῷ διὰ τὸ εἶναι τὰ πρῶτα πλείω τῶν πεντήκοντα, οὔτε μὴν ἄλλα πεντήκοντα ἔτη ἐπὶ τοῖς ἑβδομήκοντα οἷόν τε ζῆσαι οὐδὲ ἐνδέχεται. τοιγαροῦν λοιπὰ δέκα τρία ζήσεται, ὅτι τὸ ν τὸ τὰ πεντήκοντα σημαῖνον στοιχεῖον τρισκαιδέκατον τέτακται. ὁ δὲ παραπλήσιος καὶ ἐπὶ τῶν ἄλλων ὁμοίων λόγος τηρείσθω, ὅταν ᾖ ὁ λεγόμενος ἀριθμὸς τοῦ μὲν ἔμπροσθεν χρόνου ἥττων, πρὸς δὲ τὸν μέλλοντα ἀνένδεκτος. ἔτι κἀκεῖνο. τὰς ἡμέρας καὶ τοὺς μῆνας καὶ τὰ ἔτη ὡς ἐπὶ τὸ πλεῖστον οὐ γὰρ πάντως ἀεὶ ἰσοδυναμοῦντα εὑρίσκομεν· καὶ γὰρ ὑπὸ ἐτῶν μῆνες καὶ ἡμέραι δείκνυνται καὶ ὑπὸ μηνῶν ἔτη καὶ ἡμέραι καὶ ὑπὸ ἡμερῶν μῆνες καὶ ἔτη. ἵνα δὲ τοῦτο μὴ εἰς ἀμφίβολον πίπτῃ, ὅταν εἴπῃ τις ἔτη, ἐὰν μὲν σύμμετρα ᾖ καὶ ἐνδεχόμενα, ἔτη νομιζέσθω ἐὰν δὲ πολλά, μῆνες· ἐὰν δὲ ὑπέρμετρα, ἡμέραι. ὀναστρέφει δὲ ὁ λόγος καὶ ἀπὸ ἡμερῶν. ἐὰν γὰρ ὦσι πολλαί, ἡμέραι νομιζέσθωσαν ἐὰν δὲ σύμμετροι, μῆνες· ἐὰν δὲ ὀλίγαι, ἔτη. ὁμοίως καὶ οἱ μῆνες πρὸς τὸ ἐνδεχόμενον ἐκλαμβανέσθωσαν. τὸ δὲ ἐνδεχόμενον ἢ μὴ ἐνδεχόμενον δείξει ἐπὶ μὲν τοῦ περὶ χρόνου ζωῆς λόγου ἡ ἡλικία τοῦ ἰδόντος, [*](p.167) ἐπὶ δὲ τῶν ἄλλων προθεσμιῶν ἡ προσδοκία τῶν χρειῶν.
202
μεμνῆσθαι δὲ χρὴ καὶ τοῦτο, ὅτι πολλάκις οἱ θεοὶ ἀποφαίνονται μὲν ὡς περὶ χρόνου ζωῆς, σημαίνουσι δὲ οὐ πάντοτε περὶ χρόνου ζωῆς, ἀλλʼ ἔστιν ὅτε καὶ περὶ μεταβολῆς τῶν πραγμάτων καὶ περὶ ἐλευθερίας δούλοις καὶ. περὶ τῶν ἄλλων ὅσα ἔμπροσθεν ὁ περὶ θανάτου λόγος περιέχει.

Ταῦτα μὲν οὖν κατὰ τὸ ἐνδεχόμενον, ὅσον εἶχον δυνάμεως, ἀνελλιπῶς καὶ ὡς ἐμοὶ δοκεῖ ἐξ ὁλοκλήρου πάντα εἴρηταί σοι, Κάσσιε Μάξιμε, ἀνδρῶν σοφώτατε. εἰ δέ τις τῶν ἐντυγχανόντων ταῖσδε ταῖς βίβλοις τῶν εἰρημένων τι ὑπʼ ἐμοῦ παρά τινος τῶν ἄλλων εἰλῆφθαι καὶ μὴ ἀπὸ τῆς πείρας ἡγεῖται, ματαίως ὑπείληφεν, ἐπιμελέστερον δὲ ἐντυχὼν αὐτοῦ τούτου τοῦ βιβλίου τῷ προοιμίῳ κατανοήσει τὴν προαίρεσιν τὴν ἐμήν. ἔτι καὶ εἴ τινι πρὸς τὸ ἐναντίον ῥέπειν τι τῶν εἰρημένων φαίνεται ἢ ὡς ἐμοὶ ἐδόκει, διὰ τὸ ὑπό τινος πιθανοῦ λόγου κινεῖσθαι, ἴστω ὅτι εὑρησιλογεῖν μὲν καὶ πιθανεύεσθαι κἀγὼ πάνυ ἱκανὸς ἦν, ἀλλʼ οὐ θεατροκοπίας καὶ τὰ τοῖς λογεμπόροις ἀρέσκοντά ποτε μετῆλθον, ἀλλʼ ἀεὶ τὴν πεῖραν μάρτυρα καὶ κανόνα τῶν ἐμῶν λόγων ἐπιβοῶμαι. ἐγὼ μὲν οὖν πάντων διὰ πείρας ἐλήλυθα τῷ μηδὲν ἄλλο πράττειν, ἀεὶ δὲ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν πρὸς ὀνειροκρισίᾳ εἶναι. σὺ δὲ οὐκ ἀναμενεῖς χρόνον, ἀλλʼ αὐτόθεν διὰ τὴν σοφίαν καὶ τὴν ὑπερβάλλουσαν σύνεσιν δυνήσει ἐπικρῖναι ἕκαστα αὐτῶν εἴτε εὖ εἴτε μὴ καλῶς ἔχει. δέομαι δὲ τῶν ἐντυγχανόντων

203
τοῖς βιβλίοις μήτε προσθεῖναι μήτε τι τῶν ὄντων ἀφελεῖν. εἴτε γὰρ δύναιτό τις τοῖς ἐμοῖς προσθεῖναι, ῥᾷον ἄν ἴδια ποιήσειεν εἴτε τινὰ τῶν ἐγγεγραμμένων ταῖσδε ταῖς βίβλοις περισσὰ δοκεῖ, οἷς ἀρέσκεται μόνοις [*](p.168) χρήσθω, τὰ λοιπὰ τῶν βιβλίων μὴ ἐξαιρῶν, θεὸν ἐπόπτην καὶ φύλακα πάντων νομίζων τὸν Ἀπόλλωνα, ᾧ πειθόμενος ἐγὼ πατρῴῳ ὄντι θεῷ εἰς τήνδε τὴν πραγματείαν παρῆλθον, πολλάκις με προτρεψαμένῳ, μάλιστα δὲ νῦν ἐναργῶς ἐπιστάντι μοι, ἡνίκα σοι ἐγνωρίσθην, καὶ μονονουχὶ κελεύσαντι ταῦτα συγγράψαι. οὐδὲν οὖν θαυμαστὸν τὸν Δαλδιαῖον Ἀπόλλωνα, ὃν Μύστην καλοῦμεν ἡμεῖς πατρῴῳ ὀνόματι, ταῦτά με προτρέψασθαι τῆς σῆς ἀρετῆς καὶ σοφίας προνοούμενον· καὶ γὰρ εἶναί τινα Λυδοῖς προξενίαν πρὸς Φοίνικας οἱ τὰ πάτρια ἡμῖν ἐξηγούμενοί φασιν.