Ονειροκριτικά

Artemidorus

Artemidorus. Artemidori Daldiani Onirocriticon. Pack, Roger E., editor. Leipzig: Teubner, 1963.

Ποσειδῶν καὶ λμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες οὐτοί τε ὁρώμενοι καὶ τὰ ἀγάλματα αὐτῶν ἀτάραχοι καὸ μηδὲν πονηρὸν πράττοντες ἢ λέγοντες ἀγαθοί εἰσι πᾶσι τοῖς τὴν θάλασσαν ἐργαζομένοις καὶ τοῖς κινεῖσθαι βουλομένοις, καὶ πρὸς τὰς λοιπὰς ἐγχειρήσεις οὐδὲν ἦττόν εἰσιν ἀγαθοί, πάντων δὲ μάλιστα τοῖς εἰς ὄχλον προῖοῦσι συμφορώτατοι τετήρηνται· κινούμενοι δὲ ἢ ταρασσόμενοι κακόν τι λέγοντες ἢ δρῶντες ἢ πάσχοντες ἢ ἀπειλοῦντες τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι. πολλάκις δὲ καὶ σεισμὸν καὶ ὄμβρον προηγόρευσαν ἐσόμενον.

Λευκοθέα τοῖς μὲν τὴν θάλασσαν ἐργαζομένοις ἀγαθή, [*](p.144) πρὸς δὲ τὰ ἄλλα πονηρὰ καὶ λύπης καὶ πένθους σημαντικὴ διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. Πρωτεὺς δὲ καὶ λαῦκος καὶ Φόρκυς καὶ οἱ περὶ τούτους δαίμονες δόλους καὶἀπάτας σημαίνουσι διὰ τὸ εὐμετάβολον τῆς ὄψεως. μάντεσι δὲ ἀγαθοί.

174
περὶ δὲ θἀαλάσσης καὶ Κυμάτων ἐν τῷ περὶ πλοῦ λόγῳ. ἔμπροσθεν ἐναὐτῷ τούτῳ τῷ βιβλίῳ ἐπεμνήσθην. ἰγιαλοὶδὲ καὶ Ἠιιόνες ἐλπίδων εἰσὶ σημαντικοὶ καὶ τοῖς κάμνουσι σωτηρίας· καὶ γὰρ οἱ ἐν μεγάλῳ χειμῶνι γενόμενοι, ἐπὰν ἴδωσιν αἰγιαλόν, ἐν ἡδίσταις ἐλπίσι γίνονται σωτηρίας. Ποταμοὶ δὲ καὶ Δίμναι καὶ Νύμφαι αἱ ἐφυδριάδες ἀγαθοὶ πρὸς παίδων γονήν. ἀκριβέστερον δέ περὶ αὐτῶν ἐν τῷ ἔμπροσθεν λόγῳ εἴρηκα. λχελῷος δέ τὰ αὐτὰ τοῖς ποταμοῖς καὶ παντὶ ποτίμῳ ὕδατι σημαίνει καὶ ἰσχυρότερα τὰ ἀποτελέσματα ποιεῖ. ἐπειδὴ δὲ περὶ τούτων κατὰ τὸ χόμενον εἴρηται, λοιπὸν ἄν εἴη περὶ χθονίων θεῶν εἰπεῖν καὶ τῶν πέριξ τούτων.

Πλούτων καὶ Περσεφόνη τοῖς φοβουμένοις εἰσὶν ἀγαθοί ἄρχουσι γὰρ τῶν οὐκέτι φοβουμένων·ἀγαθοὶ δέ καὶ πένησι· πλοῦτον γὰρ καὶ πρόσκτησιν σημαίνουσι διὰ τὸ ἀνενδεές τῶν ὑποτεταγμένων αὐτοῖς ἀγαθοὶ δὲ καὶ τοῖς γῆν πρίασθαιβουλομένοις καὶ τοῖς ἐπὶτὸ ἄρχειν ὁρμωμένοις· πολλῶν γὰρ ᾶρχουσιν οἱ θεοὶ οὐτοι. καὶ πρὸς τὰς μυστικὰς δέ καὶ ἀπορρήτους χρείας ἀγαθοὶ τετήρηνται. πράττοντες δέ τι δεινὸν ἀπειλοῦντες τὰ ἐναντία σημαίνουσι.

Δημήτηρ δὲ καὶ Κόρη καὶ ὁ λεγόμενος Ἴακχος τοῖς μεμυημένοις ταῖς θεαῖς ἀγαθόν τι καὶ οὐ τὸ τυχὸν ἐσόμενον σημαίνουσι· τοῖς δὲ ἀμυήτοις πρότερόν τινα φόβον καὶ κείνδυνον ἐπάγουσιν, εἶτα δὲ οὐδὲν ἧττον τελειοῦσι καὶ τὸ ἀγαθόν. γεωργοῖς δὲ καὶ τοῖς κτήσασθαι γῆν προῃρημένοις ἀγαθαί· κρατήσειν γὰρ τῆς γῆς καὶ δεσπόσειν προσημαίνουσι. καὶ τοὺς νοσοῦντας ἀνιστᾶσι καὶ σώζουσι· καρπῶν γάρ εἰσιν ἀνθρώποις χρησίμων αἴτιαι, ὧν τοῖς ἀποθανοῦσιν [*](p.145) οὐ μέτεστιν. ἔτι καὶ τὴν Δήμητρα τῇ γῇ τὸν αὐτὸν

175
ἔχειν λόγον φασὶν οἱ σοφοί· ζείδωρος γὰρ ἡ γῆ καὶ φερέσ βιος καλεῖται καὶ βιόδωρος. ἀγαθὴ δʼ ἂν εἴη καὶ πρὸς γάμον καὶ πρὸς τὰς ἄλλας ἐγχειρήσεις πάσας κατ’ ἰδίαν ὁρωμένη ἡ Δημήτηρ, οὐκέτι δέ ἡ Κόρη διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. αὕτη δὲ πολλάκις καὶ τοῖς ὀφθαλμοῖς τοῦ ἰδόντος κίνδυνον ἐπήνεγκε διὰ τὸ ὄνομα· κόρη γὰρ καλεῖται καὶ ἡ γλήνη ἡ ἐν τῷ ὀφθαλμῷ.

Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ ρποκράτης αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τὰ μυστήρια καὶ πᾶς ὁ περὶ αὐτῶν όγος καὶ τῶν τούτοις συννάων τε καὶ συμβώμωον θεῶν ταραχὰς καὶ κινδύνους καὶ ἀπειλὰς καὶ περιστάσεις σημαίνουσιν, ἐξ ὧν καὶ παρὰ προσδοκίαν καὶ παρὰ τὰς ἕλπίδας σώζουσιν·άεὶγὰρ σωτῆρεςεὶναι νενομισμένοιεἰσὶνοἱ θεοὶ τῶν εῖς πάντα ἀφιγμένωνκα εἰς ἔσχατον ἐλθόντωνκίνδυνον, τούς δέ ἔδη έν τοῖς τοιούτοις ὄντας αὐτίκα μάλασώῦζουσιν. ἐξαιρέτως δὲ τὰ μυστήρια αὐτῶν πένθους ἐστὶ σημαντικά· καὶ γὰρ εἰ καὶ ὁ φυσικὸς αὐτῶν λόγος ἄλλο τι περιέχει, ὅ γε μυθικὸς καὶ ὁ κατὰ τὴν ἱστορίαν τοῦτο δείκνυσιν·

Ἑκάτη ἡ χθονία καὶ ριννύες καὶ Δαίμονες οἱ περὶ τούτους φοβεροὶ καὶ τοῖς δικαιοπραγοῦσι, τούς δέ παρανομοῦντας καὶ τούς ἐπιτιθεμένους τισὶ διαφθείρουσι. τὰ δʼ αὐτὰ τούτοις καὶ ἡ λεγομένη Μήτηρ θεῶν σημαίνει. αὕτη καὶ θορύβους καὶ πένθη καθʼ ἑαυτὴν ὁρωμένη προαγορεύει καὶ τὰ κρυπτὰ ἐλέγχει, γεωργοῖς δέ ἐστιν ἀγαθή· γῆ γὰρ εἶναι νενόμισται.

Δεῖμος καὶ Φόβος Ἄρεος υἱοὶ καὶ αὐτὸς δέ ὁ Αρης στρατηγοῖς καὶ στρατιώταις καὶ μονομάχοις καὶ λῃσταῖς καὸ κυβευταῖς πᾶσι συμφέρουσι. τοῖς δέ λοιποῖς μάχας καὶ βλάβας σημαίνουσι· τούτων γάρ εἰσιν αἴτιοι.

176

Ὠκεανὸς καὶ Τηθὺς φιλοσόφοις καὶ μάντεσι μιόνοις ἀγαθοί, καθὼς ἤδη εἴρηται· τοῖς δὲ λοιποῖς λύπας ἐπιφέρουσιν πλὴν τῶν παρὰ τῷ Ὠεανῷ ἀναστρεφομένων.

Κ ρόνος καὶ Τιτᾶνες κακούργοις μὲν δεσμὰ σημαίνουσι καὶ τούς ἐπιτιθεμένους τισὶ κωλύουσιν ἀνύσαι, πρὸς δέ τὰ [*](p.146) λάθρα πρασσόμενά εἰσιν ἀγαθοί. οὔτε δὲ γαμεῖν ἐπιτρέπουσιν οὔτε παῖδας ἐσομένους προαγορεύουσιν.

Ἡ δὲ τῶν ὅλων Φύσις καὶ Εἱμαρμένη καὶ Πρόνοια καὶ εἴ τι ἄλλο ὄνομα τούτοις ἰσοδυναμεῖ, πᾶσιν ἀγαθὰ προαγορεύουσι πλὴν τῶν νοσούντων· τούτους δὲ ἀναιροῦσιν, ἐὰν μὴ εὐφημά τινα λέγωσι. κοινὸν δέ λόγον ἔχουσιν οἱ θεοὶ καὶ τὰ ἀγάλματα αὐτῶν. τούτων δέ τὰ μέν ἐξ ῦλης πεποιημένα στερεᾶς τε καὶ ἀσήπτου ἀγαθὰ ἄν εἴη, οἷοντὰ ἐκ χρυσοῦ πεποιημένα ἢ ἀργύρου ἢ χαλκοῦ ἐλέφαντος ἢ λίθου ἢ ἠλέκτρου ἢ ἐβένου τὰ δὲ ἐξ ὕλης ἄλλης πεποιημένα ἀγάλματα ἧττον ἄν εἴη ἀγαθά, πολλάκις δὲ καὶ κακά, οἷον τὰ γήινα καὶ ὀστράκινα καὶ πήλινα καὶ κήρινα καὶ γραπτὰ καὶ τὰ ὅμοια. ἔτι καὶ τοῦτο. ὅσοι ἀγαθὰ σημαίνουσιν, αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν, ἀγαθὸν ἄν εἴη μήτε συντριβόμενα ἰδεῖν μήτε κατασσόμενα τὰ ἀγάλματα αὐτῶν· ὅσοι δέ κακὰ σημαίνουσιν, αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν, ἀφανιζόμενα ἰδεῖν ἀγαθὸν ἄν εἴη τὰ ἀγάλματα αὐτῶν.

Περὶ δὲ Ἡρώων καὶ Δαιμόνων τί δεῖ λέγειν; τὰ γὰρ αὐτὰ τοῖς θεοῖς σημαίνουσι καὶ ἀγαθὰ καὶ κακά, ἥττονα δὲ τῇ δυνάμει. μεμνῆσθαι δέ χρὴ ὅτι ἕκαστον αὐτῶν τὴν οἰκείαν σκευὴν ἔχειν χρὴ καὶ μὴ διαλλάσσειν μηδέ ἀποβάλλειν μηδὲ ἁπλῶς ἑστάναι μηδὲ ἄνευ ὅπλων εἶναι τῶν

177
νενομισμένων, ἐπεὶ ὅ τι ἂν σημαίνωσιν, ἐάν τε ἀγαθὸν ἐάν τε κακόν, ἐξαπατῶσι καὶ ψεύδονται.

Γῆ κινουμένη τὰ πράγματα καὶ τὸν βίον τοῦ ἰδόντος κινηθήσεσθαι σημαίνει, χάσματα δὲ καὶ σεισμοὶ καὶ συμπτώσεις πάντας ἀνθρώπους ἀδικοῦσι καὶ διαφθείρουσιν αὐτοὺς ἢ τὰ ὑπάρχοντα αὐτῶν. μόνοις δὲ τοῖς ἀποδημεῖν προῃρημένοις καὶ τοῖς καταχρέοις αἴσια καὶ δεξιὰ πάντα τὰ τοιαῦτα τετήρηται· τὰ γὰρ διαλυόμενα [*](p.147) καὶ συμπίπτοντο οὐκέτι κατέχει ἐν τῇ προτέρᾳ χώρᾳ τοὺς ἰδόντας, ὅθεν καὶ δανείων καὶ δεσμῶν ἀπαλλάττει.

Περὶ δὲ τῶν παραλελειμμένων ἐπʼ ἀμφοτέραις ταῖς βίβλοις περισσὸν μὲν λέγειν, ἐπειδὴ ἀπὸ τῶν γεγραμμένων κατὰ τὸ ὅμοιον τὰ ἄγραφα τεκμαίρεσθαι χρή· ὅμως δέ τι εἰρήσεται περὶ αὐτῶν.

Κλίμαξ ἀποδημίας ἐστὶ συημαντικὴ καὶ μεταβάσεως, οἱ δὲ βαθμοὶ αὐτῆς καὶ προκοπὴν σημαίνουσι. λέγουσι δὲ ἔνιοι ὅτι καὶ κίνδυνον σημαίνουσι.

Τάγηνον δὲ ζημίαν σημαίνει καὶ γυναῖκα λίχνον.

Μύλος δὲ ταχεῖαν τῶν σκληρῶν καὶ πονηρῶν πραγμάτων λύσιν καὶ πιστὸν θεράποντα σημαίνει.

Ὅλμος γυναῖκα σημαίνει, ὕπερον δὲ ἄνδρα.

Ἀλεκτρυὼν ἐν μὲν πένητος οἰκίᾳ τὸν οἰκοδεσπότην, ἐν δὲ πλουσίου τὸν οἰκονόμον σημαίνει διὰ τὸ ἀνιστᾶν τοὺς ἔνδον ἐπὶ τὰ ἔργα.

178

Ὠιὰ δὲ ἰατροῖς καὶ ζωγράφοις καὶ τοῖς ἀπʼ αὐτῶν ποριζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς τὰ μὲν ὀλίγα κέρδους ἐστὶ σημαντικὰ διὰ τὸ τρόφιμον, τὰ δὲ πολλὰ φροντίδος καὶ ἀνίας, πολλάκις δὲ καὶ δικῶν, ὅτι τὰ ἐξ αὐτῶν γεννώμενα διʼ ὅλου σκαλεύει καὶ τὰ κεκρυμμένα ἐρευνᾷ.

Ψιλοῦσθαι καὶ πιττοῦσθαι βλάβας καὶ ζημίας σημαίνει.

Ἔτι καὶ τοῦτο. μεμνῆσθαι χρὴ ὅτι ὅσα τεράστιά ἐστι καὶ οὐδαμῶς ἐνδεχόμενα καὶ λόγον οὐκ ἔχοντα μεθʼ ἡμέραν [*](p. 148) γενέσθαι, ὡς Ἱπποκένταυρος καὶ Σκύλλα καὶ τὰ ὅμοια, ψευδεῖς τὰς ἐλπίδας καὶ ἀτελέστους ποιεῖ.

Φαίνονται δὲ οἱ θεοὶ ἐν ἀνθράπων ἰδέᾳ τε καὶ μορφῇ, ἐπειδὴ νενομίκαμεν αὐτοὺς τὰ εἴδη ἡμῖν ἐοικέναι. κανονίζειν οὖν χρὴ τοὺς ἀγνοουμένους θεούς τε καὶ θεὰς ἀπὸ ἡλικίας ἢ ἀπὸ τῶν ἐκτὸς ἢ ἀπὸ τεχνῶν οὕτως. ἀπὸ μὲν ἡλικίας. οἷον παιδάριον ὀφθὲν καιρὸν σημαίνει τὸν μέλλοντα, νεανίσκος δὲ τὸν ἐνεστῶτα. καὶ πάλιν μειράκιον νέον τὸν Ἑρμῆν, νεανίσκος δὲ τὸν Ἡρακλέα, ἀνὴρ δὲ τὸν Δία, πρεσβύτης δέ τὸν Κρόνον, δύο μειράκια τοὺς Διοσκόρους,

179
παρθένος Ἐλπίδα ἢ Ἄρτεμιν ἢ Ἀθηνᾶν Ἐλπίδα μὲν γελῶσα, Ἄρτεμιν δὲ σεμνοπροσωποῦσα, Ἀθηνᾶν δὲ γοργὸν ἐμβλέπουσα. γυνὴ δὲ νέα Τύχην, πρεσβῦτις δὲ Ἑστίαν· τρεῖς γυναῖκες Μοίρας, ὅταν ὦσιν ἐνδεδυμέναι· γυμναὶ δὲ Ὥρας, λουόμεναι δὲ Νύμφας. ἀπὸ δὲ τῶν ἐκτός. οἱ θεοὶ ἔχουσι παράσημα. οἱ τὰ αὐτὰ ἔχοντες, ἵνα μὴ καθʼ ἕκαστον λέγω, εὐσήμου ὄντος τοῦ λόγου, τοὺς θεοὺς τούτους σημαίνουσιν. ἀπὸ δὲ τεχνῶν. οἱ τὰς ἐπωνύμους τοῖς θεοῖς τέχνας ἔχοντες τοὺς τῶν τεχνῶν προϊσταμένους θεοὺς σημαίνουσιν.

Ὀνείρους δὲ ἀποβεβηκότας καὶ τὰς ἀποβάσεις αὐτῶν οὐκ ἐνεδέχετο γράφειν ἐν τέχνῃ ὀνειροκριτικῇ καὶ ὑποθήκαις θεωρημάτων. οὐδέ μοι πιθανὰ ἐδόκει ταῦτα, καίτοι Γεμίνου τοῦ Τυρίου καὶ Δημητρίου τοῦ Φαληρέως καὶ Ἀρτέμωνος τοῦ Μιλησίου τοῦ μὲν ἐν τρισὶ βιβλίοις τοῦ δὲ ἐν πέντε τοῦ δὲ ἐν εἰκοσιδύο πολλοὺς ὀνείρους ἀναγραψαμένων καὶ μάλιστα συνταγὰς καὶ θεραπείας τὰς ὑπὸ Σαράπιδος δοθείσας.

Ἔτι καὶ πινακὶς γυναῖκα σημαίνει διὰ τὸ τύπους παντοδαποὺς γραμμάτων ἐπιδέχεσθαι. ‘τύπους’ δὲ ἐν τῇ συνηθείᾳ [*](p. 149) καὶ τὰ τέκνα καλοῦμεν.

Βιβλίον τὸν βίον τοῦ ἰδόντος σημαίνει· (διέρχονται γὰρ τὰ βιβλία οἱ ἄνθρωποι ὥσπερ καὶ τὸν βίον) καὶ παλαιῶν πραγμάτων ὑπόμνησιν, ἐπειδὴ τὰ πάλαι πραχθέντα τοῖς βιβλίοις ἐγγέγραπται. ἐσθίειν δὲ βιβλία παιδευταῖς καὶ

180
σοφισταῖς καὶ πᾶσι τοῖς ἀπὸ λόγων ἢ βιβλίων ποριζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς θάνατον σύντομον προαγορεύει.

Πέρδικες καὶ ἄνδρας καὶ γυναῖκας σημαίνουσιν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον γυναῖκας μᾶλλον ἀθέους καὶ ἀσεβεῖς οὐδέ ποτε τοῖς τρέφουσιν εὐνοούσας· καὶ γὰρ δυστιθάσευτοί εἰσι καὶ ποικίλοι καὶ μόνοι τῶν ὀρνίθων θεῶν σέβας οὐκ ἔχουσι.

Πέδαι κατοχῆς καὶ ἐμποδισμοῦ εἰσι σημαντικαὶ καὶ νόσου διὰ τὸ καθεκτικόν. δούλοις δὲ πίστεις μεγάλας προαγορεύουσιν, ὦν ἀχώριστοι ἔσονται· καὶ γάμον ἀγάμοις καὶ τέκνα τοῖς οὐκ ἔχουσιν. ἀπὸ δὲ τῆς ὕλης αὐτῶν τὸ πολυτελὲς τοῦ γάμου ἔστι τεκμήρασθαι.

Παίειν τούτους μόνον ἐστὶν ἀγαθόν, ὦν ἄρχει τις, πλὴν γυναικός· αὕτη γὰρ εἰ παίοιτο, μοιχεύεται. οἱ δὲ λοιποὶ ἐπʼ ὠφελείᾳ τοῦ παίοντος τὰς πληγὰς λαμβάνουσιν. ὧν δέ τις οὐκ ἄρχει, τούτους παίειν οὐκ ἀγαθόν· ζημίαν γὰρ διὰ τὸν [*](p. 150) νόμον προαγορεύει. παίεσθαι δὲ οὐκ ἀγαθὸν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ νεκρῶν μήτε ὑπὸ τῶν ὑποτασσομένων, ἀλλʼ ὑπὸ τῶν λοιπῶν. ἀεὶ δὲ ἀγαθὸν ξύλοις ἢ χερσὶ παίεσθαι, πονηρὸν δὲ ἱμάντι διὰ τοὺς μώλωπας καὶ καλάμῳ διὰ τὸν ψόφον καὶ νάρθηκι ἐπειδὴ ψοφῶδές ἐστι τὸ ξύλον. ὁπόθεν δέ οἱ παιόμενοι λαμβάνουσι τὰς πληγάς, ἐντεῦθεν τὰς ὡφελείας συμβέβηκε γίνεσθαι. παρὰ τὸ λαμβάνειν. ἐγὼ δὲ ἐτήρησα καὶ τοῦτο ἐπʼ ἐμαυτοῦ συμβάν. ποτὲ γὰρ

181
δόξας ὑπὸ τῆς ἐμαυτοῦ γυναικὸς ἐν ὕπνοις ὑβρίζεσθαι, τῇ ἡμέρᾳ ἐκείνῃ ἀκαταθυμίου τινός μοι ὑπαντήσαντος ἐταράχθην καὶ ἐδυσφόρησα καὶ οὐκ ἦν ἀπεοικὸς τὸν ὑπὸ προσώπου ὑποτεταγμένου καὶ ὑφ᾿ οὗ τιμᾶσθαι ὀφείλει ὑβρισθέντα μὴ ἀηδισθῆναι ἢ λυπηθῆναι πράγματι.