Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

Σελεύκου δʼ ἀποθανόντος διάδοχοι, παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν Σύρων ἀρχήν, ἐγένοντο οἵδε, Ἀντίοχος μὲν πρῶτος ὅδε ὁ τῆς μητρυιᾶς ἐρασθείς, ὃς καὶ σωτὴρ ἐπεκλήθη Γαλάτας ἐκ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν ἐσβαλόντας, ἐξελάσας, δεύτερος δὲ Ἀντίοχος ἕτερος, ἐκ τῶνδε τῶν γάμων γενόμενος, ὅτῳ θεὸς ἐπώνυμον ὑπὸ Μιλησίων γίγνεται πρῶτον, ὅτι αὐτοῖς Τίμαρχον τύραννον καθεῖλεν. ἀλλὰ τόνδε μὲν τὸν θεὸν ἔκτεινεν ἡ γυνὴ φαρμάκῳ. δύο δὲ εἶχε, Λαοδίκην καὶ Βερενίκην, ἐξ ἔρωτός τε καὶ ἐγγύης, --- Πτολεμαίου τοῦ φιλαδέλφου θυγατέρα· καὶ αὐτὸν ἔκτεινε Λαοδίκη, καὶ ἐπʼ ἐκείνῳ Βερενίκην τε καὶ τὸ Βερενίκης βρέφος. καὶ Πτολεμαῖος ὁ τοῦ φιλαδέλφου, ταῦτα τινύμενος, Λαοδίκην τε ἔκτεινε καὶ ἐς Συρίαν ἐνέβαλε καὶ ἐς Βαβυλῶνα ἤλασεν. καὶ Παρθυαῖοι τῆς ἀποστάσεως τότε ἦρξαν ὡς τεταραγμένης τῆς τῶν Σελευκιδῶν ἀρχῆς.

ἐπὶ δὲ τῷ θεῷ βασιλεὺς γίγνεται Συρίας Σέλευκος, υἱὸς τοῦ θεοῦ τε καὶ Λαοδίκης, ᾧ καλλίνικος ἐπώνυμον. ἐπὶ δὲ Σελεύκῳ δύο παῖδες αὐτοῦ Σελεύκου, καθʼ ἡλικίαν ἑκάτερος αὐτῶν, Σέλευκός τε καὶ Ἀντίοχος. Σελεύκῳ μὲν δὴ ἀσθενεῖ τε ὄντι καὶ πενομένῳ καὶ δυσπειθῆ τὸν στρατὸν ἔχοντι ἐπεβούλευσαν οἱ φίλοι διὰ φαρμάκων, καὶ ἐς ἔτη δύο μόνα ἐβασίλευσεν· ὁ δὲ Ἀντίοχος ὅδε ἐστὶν ὁ μέγας ἐπίκλην, περὶ οὗ μοι πάλαι εἴρηται, Ῥωμαίοις πεπολεμηκότος. ἐβασίλευσε δὲ ἔτη ἑπτὰ καὶ τριάκοντα. καὶ αὐτοῦ περὶ τοῖν παίδοιν προεῖπον ἀμφοῖν βεβασιλευκότοιν, Σελεύκου τε καὶ Ἀντιόχου, Σελεύκου μὲν ἔτεσι δώδεκα, ἀπράκτως ἅμα καὶ ἀσθενῶς διὰ τὴν τοῦ πατρὸς συμφοράν, Ἀντιόχου δὲ δώδεκα οὐ πλήρεσιν, ἐν οἷς Ἀρταξίαν τὸν Ἀρμένιον εἷλε, καὶ ἐς Αἴγυπτον ἐστράτευσεν ἐπὶ ἕκτον Πτολεμαῖον, ὀρφανευόμενον μετʼ ἀδελφοῦ. καὶ αὐτῷ στρατοπεδεύοντι περὶ τὴν Ἀλεξάνδρειαν Ποπίλιος παρὰ Ῥωμαίων πρεσβευτὴς ἧκε, φέρων δέλτον ἐν ᾗ τάδε ἐγέγραπτο, μὴ πολεμεῖν Πτολεμαίοις Ἀντίοχον. ἀναγνόντι δὲ αὐτῷ, καὶ λέγοντι βουλεύσεσθαι, κύκλον τῇ ῥάβδῳ περιέγραψεν ὁ Ποπίλιος, καὶ εἶπεν· ἐνταῦθα βουλεύου. ὁ μὲν δὴ καταπλαγεὶς ἀνέζευξε, καὶ τὸ τῆς Ἐλυμαίας Ἀφροδίτης ἱερὸν ἐσύλησε, καὶ φθίνων ἐτελεύτησε, παιδίον ἐνναετὲς ἀπολιπών, Ἀντίοχον τὸν εὐπάτορα, ὥς μοι καὶ περὶ τοῦδε εἴρηται.