Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

εἴρηται δὲ καὶ περὶ Δημητρίου τοῦ μετʼ αὐτόν, ὃς ὡμήρευεν ἐν Ῥώμῃ καὶ τῆς ὁμηρείας ἐκφυγὼν ἐβασίλευσε, σωτὴρ καὶ ὅδε πρὸς τῶν Σύρων, δεύτερος ἐπὶ τῷ Σελεύκου τοῦ νικάτορος παιδὶ ὀνομασθείς. ἐπανίσταται δὲ αὐτῷ τις Ἀλέξανδρος, ψευδόμενος εἶναι τοῦ Σελευκείου γένους· καὶ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεὺς κατὰ μῖσος Δημητρίου συνελάμβανεν Ἀλεξάνδρῳ. καὶ Δημήτριος μὲν διὰ Πτολεμαῖον ἐξέπεσε τῆς ἀρχῆς καὶ ἐτελεύτησε· τὸν δὲ Ἀλέξανδρον ἐξέβαλε Δημήτριος ὁ Δημητρίου τοῦδε τοῦ σωτῆρος υἱός, καὶ ἐπὶ τῷδε, ὡς νόθον τοῦ γένους ἄνδρα νικήσας, νικάτωρ ὑπὸ τῶν Σύρων ὠνομάσθη, δεύτερος καὶ ὅδε μετὰ Σέλευκον. ἐπί τε Παρθυαίους καὶ ὅδε μετὰ Σέλευκον ἐστράτευσε, καὶ γενόμενος αἰχμάλωτος δίαιταν εἶχεν ἐν Φραάτου βασιλέως, καὶ Ῥοδογούνην ἔζευξεν αὐτῷ τὴν ἀδελφὴν ὁ βασιλεύς.

παρὰ δὲ τὴν ἀναρχίαν τήνδε δοῦλος τῶν βασιλέων Διόδοτος παιδίον Ἀλέξανδρον, ἐξ Ἀλεξάνδρου τοῦ νόθου καὶ τῆς Πτολεμαίου θυγατρός, ἐπὶ τὴν βασιλείαν ἤγαγεν. καὶ τὸ παιδίον κτείνας αὐτὸς ἐπετόλμησε τῇ ἀρχῇ, Τρύφων ἀφʼ ἑαυτοῦ μετονομασθείς. ἀλλʼ αὐτὸν Ἀντίοχος ὁ ἀδελφὸς Δημητρίου τοῦ αἰχμαλώτου, πυθόμενος ἐν Ῥόδῳ περὶ τῆς αἰχμαλωσίας, κτείνει κατιὼν ἐς τὰ πατρῷα σὺν πόνῳ πολλῷ. καὶ στρατεύει καὶ ὅδε ἐπὶ τὸν Φραάτην, τὸν ἀδελφὸν αἰτῶν. ὁ μὲν δὴ Φραάτης αὐτὸν ἔδεισε καὶ τὸν Δημήτριον ἐξέπεμψεν· ὁ δʼ Ἀντίοχος καὶ ὣς συνέβαλέ τε τοῖς Παρθυαίοις, καὶ ἡσσώμενος ἑαυτὸν ἔκτεινεν. ἔκτεινε δὲ καὶ Δημήτριον ἐς τὴν βασιλείαν ἐπανελθόντα ἡ γυνὴ Κλεοπάτρα, δολοφονήσασα διὰ ζῆλον τοῦ γάμου Ῥοδογούνης, διʼ ὃν δὴ καὶ Ἀντιόχῳ τῷ ἀδελφῷ τοῦ Δημητρίου προὐγεγάμητο. καὶ παῖδες ἦσαν αὐτῇ δύο μὲν ἐκ Δημητρίου, Σέλευκός τε καὶ Ἀντίοχος, ὅτῳ γρυπὸς ἐπίκλησις, ἐκ δὲ Ἀντιόχου Ἀντίοχος, ὅτῳ Κυζικηνὸς ἐπώνυμον. τούτων τὸν μὲν γρυπὸν ἐς Ἀθήνας, τὸν δὲ Κυζικηνὸν ἐς Κύζικον ἐπεπόμφει τρέφεσθαι.