Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

καὶ Σέλευκος μὲν οὕτω τελευτᾷ, τρία καὶ ἑβδομήκοντα ἔτη βιώσας, καὶ βασιλεύσας αὐτῶν δύο καὶ τεσσαράκοντα. καὶ μοι δοκεῖ καὶ ἐς τοῦτο αὐτῷ συνενεχθῆναι τὸ αὐτὸ λόγιον, μὴ σπεῦδʼ Εὐρώπηνδʼ· Ἀσίη τοι πολλὸν ἀμείνων. ἡ γὰρ Λυσιμάχεια τῆς Εὐρώπης ἐστί, καὶ τότε πρῶτον ἀπὸ τῆς Ἀλεξάνδρου στρατείας ἐς τὴν Εὐρώπην διεπέρα. λέγεται δὲ καὶ περὶ αὐτοῦ τοῦ θανάτου ποτὲ αὐτῷ χρωμένῳ λόγιον προαγορευθῆναι Ἄργος ἀλευόμενος τὸ πεπρωμένον εἰς ἔτος ἥξεις· εἰ δʼ Ἄργει πελάσαις, τότε κεν παρὰ μοῖραν ὄλοιο. ὁ μὲν δὴ Ἄργος τὸ Πελοποννήσιον καὶ Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἄργος τὸ ἐν Ὀρεστείᾳ (ὅθεν οἱ Ἀργεάδαι Μακεδόνες) καὶ τὸ ἐν τῷ Ἰονίῳ λεγόμενον οἰκίσαι Διομήδην ἀλώμενον, καὶ εἴ τί που γῆς ἄλλο Ἄργος ἐκαλεῖτο, πάντα ἀνεζήτει καὶ ἐφυλάσσετο· ἀναβαίνοντι δʼ ἐς τὴν Λυσιμάχειαν αὐτῷ ἀπὸ τοῦ Ἑλλησπόντου βωμὸς ἦν ἐν ὄψει μέγας τε καὶ περιφανής, καὶ πυθόμενος αὐτὸν ἢ τοὺς Ἀργοναύτας στήσασθαι παραπλέοντας ἐς Κόλχους ἢ τοὺς Ἀχαιοὺς ἐπὶ Ἴλιον στρατεύοντας, καὶ διὰ τοῦτο ἔτι τὸν βωμὸν τοὺς περιχώρους Ἄργος καλεῖν, ἢ διὰ τὴν ναῦν διαφθείροντας τὸ ὄνομα ἢ διὰ τὴν πατρίδα τῶν Ἀτρειδῶν, κτείνεται, ταῦτα ἔτι μανθάνων, ὑπὸ τοῦ Πτολεμαίου προσπεσόντος ὄπισθεν. καὶ Σέλευκον μὲν ἔκαιε Φιλέταιρος ὁ Περγάμου δυναστεύσας, πολλῶν χρημάτων τὸ σῶμα τὸν κεραυνὸν αἰτήσας, καὶ τὰ λείψανα ἔπεμπεν Ἀντιόχῳ τῷ παιδὶ αὐτοῦ. ὁ δʼ ἐν Σελευκείᾳ τῇ πρὸς θαλάσσῃ ἀπέθετο, καὶ νεὼν αὐτῷ ἐπέστησε καὶ τέμενος περιέθηκε· καὶ τὸ τέμενος Νικατόρειον ἐπικλῄζεται.

Λυσίμαχον δὲ πυνθάνομαι, τῶν ὑπασπιστῶν ὄντα τῶν Ἀλεξάνδρου, παρατροχάσαι ποτὲ ἐπὶ πλεῖστον αὐτῷ, καὶ καμόντα, τῆς οὐρᾶς τοῦ βασιλέως ἵππου λαβόμενον, ἔτι συντρέχειν, πληγέντα δὲ ἐς τὸ μέτωπον ἐπὶ τὴν φλέβα τῷ τέλει τοῦ βασιλείου δόρατος αἱμορροεῖν· τὸν δὲ Ἀλέξανδρον, ἀπορίᾳ τελαμῶνος, τῷ διαδήματι αὐτοῦ τὸ τραῦμα περιδῆσαι, καὶ ἐμπλησθῆναι μὲν αἵματος τὸ διάδημα, τὸν δὲ Ἀλεξάνδρου μάντιν Ἀρίστανδρον φερομένῳ τῷ Λυσιμάχῳ καὶ ὧδε ἔχοντι ἐπειπεῖν ὅτι βασιλεύσει μὲν οὗτος ὁ ἀνήρ, βασιλεύσει δʼ ἐπιπόνως. ὁ μὲν δὴ καὶ ἐβασίλευσε τεσσαράκοντα ἔτη μάλιστα σὺν οἷς ἐσατράπευσε, καὶ ἐπιπόνως ἐβασίλευσε, καὶ ἑβδομηκοντούτης ὢν στρατευόμενος καὶ μαχόμενος ἔπεσεν. εὐθὺς δʼ ἐπαναιρεθέντος αὐτῷ τοῦ Σελεύκου, κείμενον τὸ σῶμα τοῦ Λυσιμάχου κύων οἰκεῖος, ἐς πολὺ ὑπερμαχῶν, ἀλύμαντον ἐξ ὀρνέων καὶ θηρίων διεφύλασσε, μέχρι Θώραξ ὁ Φαρσάλιος εὑρὼν ἔθαψεν. οἱ δὲ Ἀλέξανδρόν φασι θάψαι, τὸν αὐτοῦ Λυσιμάχου παῖδα, φυγόντα μὲν ὑπὸ δέους πρὸς Σέλευκον ὅτε Λυσίμαχος Ἀγαθοκλέα τὸν ἕτερον αὐτοῦ παῖδα ἀνεῖλεν, ἐρευνησάμενον δὲ ἐν τῷ τότε τὸ σῶμα, καὶ ἐκ τοῦ κυνὸς μάλιστα ἀνευρόντα ἤδη διεφθαρμένον. τὰ δὲ ὀστᾶ τοὺς Λυσιμαχέας ἐνθέσθαι τῷ σφετέρῳ ἱερῷ, καὶ τὸ ἱερὸν Λυσιμάχείον προσαγορεῦσαι.