Syrian Wars

Appianus of Alexandria

Appianus. Appiani Historia romana, Volume 1. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1879.

ὁ δʼ ἐπεὶ κατεῖδε τὴν ὁρμὴν τοῦ βασιλέως ἔργον ὑποφαίνουσαν, οὐχ ὑπόκρισιν, ἀνεκάλυπτε τὸ πάθος, καὶ ὅπως αὐτὸ εὕροι κρυπτόμενον διηγεῖτο. Σελεύκῳ δὲ ἡσθέντι ἔργον μὲν ἐγένετο πεῖσαι τὸν υἱόν, ἔργον δʼ ἐπʼ ἐκείνῳ τὴν γυναῖκα· ὡς δʼ ἔπεισε, τὴν στρατιὰν συναγαγών, αἰσθομένην ἴσως ἤδη τι τούτων, κατελογίζετο μὲν αὐτοῖς τὰ ἔργα τὰ ἑαυτοῦ καὶ τὴν ἀρχήν, ὅτι δὴ μάλιστα τῶν Ἀλεξάνδρου διαδόχων ἐπὶ μήκιστον προαγάγοι· διὸ καὶ γηρῶντι ἤδη δυσκράτητον εἶναι διὰ τὸ μέγεθος. ἐθέλω δέ, ἔφη, διελεῖν τὸ μέγεθος ἐς τὴν ὑμετέραν τοῦ μέλλοντος ἀμεριμνίαν, καὶ τὸ μέρος ἤδη δοῦναι τοῖς ἐμοῖς φιλτάτοις. δίκαιοι δʼ ἐστέ μοι πάντες ἐς πάντα συνεργεῖν, οἳ ἐς τοσοῦτον ἀρχῆς καὶ δυνάμεως ηὐξήθητε ὑπʼ ἐμοῦ μετʼ Ἀλέξανδρον. φίλτατοι δʼ εἰσί μοι καὶ ἀρχῆς ἄξιοι τῶν τε παίδων ὁ τέλειος ἤδη καὶ ἡ γυνή. ἤδη δʼ αὐτοῖς καὶ παῖδες, ὡς νέοις, γένοιντο ταχέως, καὶ πλέονες φύλακες ὑμῖν τῆς ἡγεμονίας εἶεν. ἁρμόζω σφίσιν ἀλλήλους ἐφʼ ὑμῶν, καὶ πέμπω βασιλέας εἶναι τῶν ἐθνῶν ἤδη τῶν ἄνω. καὶ οὐ Περσῶν ὑμῖν ἔθη καὶ ἑτέρων ἐθνῶν μᾶλλον ἢ τόνδε τὸν κοινὸν ἅπασιν ἐπιθήσω νόμον, ἀεὶ δίκαιον εἶναι τὸ πρὸς βασιλέως ὁριζόμενον. ὁ μὲν δὴ οὕτως εἶπεν, ἡ στρατιὰ δὲ ὡς βασιλέα τε τῶν ἐπὶ Ἀλεξάνδρῳ μέγιστον καὶ πατέρα ἄριστον ηὐφήμει καὶ ὁ Σέλευκος Στρατονίκῃ καὶ τῷ παιδὶ τὰ αὐτὰ προστάξας ἐζεύγνυ τὸν γάμον καὶ ἐπὶ τὴν βασιλείαν ἐξέπεμψεν, ἔργον ἀοίδιμον τόδε καὶ δυνατώτερον τῶν ἐν πολέμοις αὐτῷ γενομένων ἐργασάμενος.

Σατραπεῖαι δὲ ἦσαν ὑπʼ αὐτῷ δύο καὶ ἑβδομήκοντα· τοσαύτης ἐβασίλευε γῆς. καὶ τὴν πλείονα τῷ παιδὶ παραδούς, ἦρχε τῶν ἀπὸ θαλάσσης ἐπὶ Εὐφράτην μόνων. καὶ πόλεμον τελευταῖον Λυσιμάχῳ περὶ Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντῳ πολεμῶν, Λυσιμάχου μὲν ἐκράτει πεσόντος ἐν τῇ μάχῃ, αὐτὸς δὲ τὸν Ἑλλήσποντον ἐπέρα. καὶ ἐς Λυσιμάχειαν ἀναβαίνων κτείνεται. Πτολεμαῖος δʼ αὐτὸν ἑπόμενος ἔκτεινεν, ὅτῳ κεραυνὸς ἐπίκλησις. υἱὸς δʼ ἦν ὁ κεραυνος ὅδε Πτολεμαίου τοῦ σωτῆρος καὶ Εὐρυδίκης τῆς Ἀντιπάτρου· καὶ αὐτὸν ἐκπεσόντα Αἰγύπτου διὰ δέος, ὅτι νεωτάτῳ παιδὶ ὁ Πτολεμαῖος τὴν ἀρχὴν ἐπενόει δοῦναι, ὁ Σέλευκος οἷα φίλου παῖδα ἀτυχοῦντα ὑπεδέξατο, καὶ ἔφερβε καὶ ἐπήγετο πάντῃ φονέα ἑαυτοῦ.