Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν.

καὶ μαρτύρια ἐπάγονται οὐδαμῆ ἄσημα.

οὐκοῦν οἱ ἀδελφοὶ λαβόντες ἱκετηρίας ἐπυνθάνοντο ἄρα τοῦ θεοῦ ὅ τι καὶ χρὴ πράττειν αὐτούς.

οὐ μὴν εἶχε ποιεῖν οὐδέν, ἀλλ’ ἔμενε κατὰ χώραν τηρούμενος ἐπιμελῶς.

ὃ δὲ ἐξειπεῖν τὴν ὠδῖνα, ἣν ἐκύει, οὐκ ἐτόλμα, τὴν ἐλπίδα τοῦ ἴσως ἄν ποτε τυχεῖν ἐν τῷ κρύπτειν ὑποθάλπων ἄρα ἐκεῖνος.

ἥ τε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε, ὡς τὸ εἰκός.

ὃ δὲ ἐπῆγε τήν τε ἀποστέγησιν τῶν χρημάτων καὶ τὴν καταδίκην, καὶ μέντοι καὶ τὰς προτέρας αὐτοῦ τὰς ἀδίκους πάθας.

ἀκόλουθόν σφισι πάθην ἐπηρτημένην ὁρῶντα, ἣν ἣν λαθεῖν ἀδύνατον.

ἣ δὲ ἔθει, καὶ πᾶσαι μετ’ αὐτῆς ἀρρηφόροι καὶ παναγεῖς γυναῖκες, καὶ πολὺν χρόνον ἔκπληξις αὐτοὺς κατεῖχε καὶ σκότος.

Ἑταίρα ὄνομα, οὐκ ἐκ τοῦ πανδήμου καὶ ἀσελγοῦς ἐπιτηδεύματος.

αἰσχύνασαι τὴν λατρείαν τὴν περὶ τὴν θεόν, καὶ ἑαυτὰς ὁμιλίᾳ ἀνδρῶν παραβαλοῦσαι ἐκολάσθησαν κατὰ τὸν νόμον.

οἳ δὲ τύραννοι παρὰ τὴν αὑτῶν φύσιν ᾐδέσθησαν τὴν ἱέρειαν κακῷ τῳ περιβαλεῖν.

Καμβύσης ὁ Κύρου παρῴνησεν εἰς τοὺς Αἰγυπτίους θεούς, καὶ ἐξεμάνη, καὶ τὸν ἑαυτοῦ μηρὸν ἔτρωσε, καὶ σφακελίσαντος ἐνόσησε, καὶ πικρότατα τὸν βίον κατέστρεψεν, ὥς φησιν Ἡρόδοτος.