Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ὃ δὲ ᾖδε τοὺς παιᾶνας, οὐκ εὐτραπέλῳ τῇ γλώττῃ, οὐδὲ ἐρρωμένῃ, ὥσπερ οὖν κάτοινος ἤδη καὶ οὐκ ἀρτίστομος ἔτι.

καὶ ἑαυτὸν πελάτην ἐκείνου λέγει τε καὶ ᾄδει.

Ποστοῦμος, Ῥωμαῖος, ἀπὸ Καπύης, τά τε Ἑλλήνων ἐπαιδεύθη, ἐρασθεὶς αὐτῶν μετὰ ἔτη λ′. τὰ δὲ πρῶτα χρυσοχόος ἦν. ἐπεὶ δὲ ἅπαξ αὐτὸν ἐσῆλθεν ὅδε ὁ φιλόλογος ἔρως, ἐς τὰς Ἀθήνας ὥρμησε, καὶ ἐξεμουσώθη τὰ Ἑλλήνων ἐκεῖθι. καὶ ἐς γῆρας βαθὺ ἤλασε, πολλὰ καὶ καλὰ εἰδώς. οὔκουν ἀπεικὸς ἦν καὶ τόνδε τὸν Ποστοῦμον λέγειν λόγον ἐκεῖνον, ὅνπερ οὖν Ἡράκλειτος εἶπεν ἐφ’ ἑαυτοῦ ἐμεωυτὸν ἐδιζησάμην.

ὃ δὲ οὐ μάτην ἔζη, ὥς γε ἐμὲ κρίνειν, οὐδὲ μὴν ὡς οἱ πολλοὶ ἐπὶ τραπέζας κεκυφέναι καὶ ἐμπίπλασθαι καὶ ὑβρίζειν σπεύδων, ἀλλὰ πλέον τι εἰδέναι μαστεύων ὑφ’ ἡγεμόνι θεῷ.

ὃ δὲ χρημάτων οὐκ ἦν εὔπορος, οὐδὲ ὅσα ἂν ἐξήρκεσεν ἑτέρῳ πρὸς τὴν τοῦ ἀναγκαίου βίου διαγωγήν, οὐδὲ τοσαῦτα κεκτημένος.

οἶδά τοι ἔγωγε καὶ ἐς ὀκτὼ ὅλας ἡμέρας ἀναλωθέντα αὐτῷ κατοικιδίου ὄρνιθος οὐ μέγαν νεοττόν.

διὰ τὰς ἀθλίας πάθας τῇ πενίᾳ ἐνήθλει.

ὃ δὲ ἐδεῖτο τοῦ θεοῦ πολυωρίας τυχεῖν τῆς ἐξ αὐτοῦ.

καὶ πλοῦτον περιβάλλει ἀνδρὶ πένητι μέν, εὐσεβεῖ δὲ καὶ ἀεὶ θεραπεύοντί οἱ τὸν νεών, καὶ γεραίροντι πᾶν ὅ τι οὖν ἄγαλμα, ἐξεικασμένον αὐτῷ καὶ τετιμημένον.

ταῖς θυγατράσι φάρμακον ὤρεξε, καὶ αὐτὸς ἔπιε, δυστυχοῦς κοινωνήσας προπόσεως καὶ φιλοτησίας.

ῥαγέντος δὲ τοῦ κάλου ἔμεινε τὸ λείψανον ἐκεῖσε τὸ τῆς Δίρκης.

ὃ δὲ τὴν κατασκευὴν τοῦ νεὼ πρεσβυτέραν τῆς ἑαυτοῦ ῥᾳστωνεύσεως ποιησάμενος, στέφανον ἐψηφίσατο ἡ βουλὴ δάφνης αὐτῷ.

ὥσπερ οὖν οὐχ ὑπὲρ τῶν ἐσχάτων σαλεύουσα, ἀλλ’ ἐφειμένη δρᾶν ὅ τι καὶ θέλει.

πολλὰ δὴ καθ’ ἑαυτὸν σαλεύσας ἀνέρριψεν ἐκ τῶν παρόντων εὐτυχῆ κύβον.

τοὺς δὲ ἄλλους ἐπ’ ὀψίας τῆς ἀκμῆς σαλεύσας, καὶ μέντοι καὶ τῷ ἀπολέσθαι ὁμοῦ εἶναι.

τοιοῦτον ἀναζωγραφῶ, ὡς εἰκὸς κοὐκ ἀπὸ τρόπου τὸν παραβλῶπα καὶ φιλοκερδῆ καὶ κερδαλέον, βραδίστατον πρὸς τὰ κρείττονα, λιχνωδέστατον δὲ πρὸς πανωλεθρίαν τῶν ἐντυγχανόντων ἐκβεβακχευμένον ὅτι μάλιστα. ἀλλ’ ἐξώλης καὶ προώλης προπηλακισθεὶς ἐς κόρακας ᾤχετο, κατάλληλα τἀπίχειρα τῆς βδελυρίας ὁ ἀποτρόπαιος καὶ οἷον ἀποφρὰς ἀποισάμενος, ὃς ἀνάρσια δικάζων ἀδίκως πολλοὺς κατεδίκαζεν, ὄπιν οὐ δεδοικώς, οὐκ ἀλέγων Ἀδράστειαν, οὐδὲ Νέμεσιν ἐμπαζόμενος. ἀλλὰ ταῦτα τεκμήρια ἐναργῆ τῆς Ταρταρώδους καὶ Τανταλείου αὐτοῦ τιμωρίας. ὃς κακὰ πόλλ’ ἔρδεσκεν, ὃς κακὰ πόλλ’ ἀποτίσεται.

βουλῇ κρείττονι καὶ ἀνθρωπίνῃ γνώμῃ οὐδαμῶς συμβλητῇ τρόπον τινὰ τοῦ Ἀλφειοῦ ἀποθανόντος.

ταῦτά τοι καὶ τεθνεῶτα ἔθαψεν αὐτὸν ὁ βασιλεὺς ταφῇ θαυμαστῇ.