Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

οὐ λύκος ἐξ ἀνθρώπων, κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ἀλλὰ τύραννος ἐκ βασιλέως ἀπέβη πικρός.

ὁ γύνανδρός τε καὶ μάλθων τύραννος.

καὶ πάρδαλιν τοῦ αὐτοῦ μέγα τιμίαν διάλιθον.

καὶ γυνὴ εὐπάτωρ ἄνωθεν καὶ μέγα πλουσία.

οὐδὲ τὸν πόλεμον μεθιεὶς τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι.

καὶ ἐπίστευον εἶναι θεοφιλεῖς, τῷ δαίμονι τούτῳ μελόμενοι.

ὃ δὲ ἔκλεισε τὴν ῥάβδον πυθμένι καὶ πώματι, καὶ μετὰ χεῖρας εἶχεν ἀεί, οὔτε μεθ’ ἡμέραν κατατιθέμενος, καὶ νύκτωρ ὑπὸ τὴν κεφαλὴν ὑποτιθέμενος.

οὐ μὴν οὐδὲ ἡ μήρινθος ἔσπασέ τι ἀγαθὸν αὐτοῖς· οὐ γάρ τοι μετὰ μακρὸν νέφη ἀκρίδων ἐπιρρεύσαντα τοὺς καρποὺς κατέφαγεν αὐτοῖς.

δύο κακοῖς μογῶ, ἀγρυπνίᾳ τε ἀναλισκόμενος καὶ δέει τειρόμενος.

ὅσα ἐπράττετο, καὶ μοῦσά τις ἂν ὀκνήσειεν εἰπεῖν τραγική. οὐ γὰρ βούλεται ταῦτα γίνεσθαι, καὶ τὸ λέγειν ἀπηγόρευσε.

ὃ δὲ ἔλεγε δεδιέναι, ἂν ἀδόκητόν τε καὶ νεώτερον κακὸν ἀπαντήσῃ.

οὐ μὴν συνήθροισεν ἔτι τὰ ὀστᾶ, ὁμόσε τῷ δαίμονι τῷ ταῦτα πράξαντι μὴ χωρῶν.

ὃ δὲ πατὴρ πυνθάνεται ὅσα ἡ παῖς ἔδρασε, καὶ διωκει φονῶν καὶ ἀποκτεῖναι γλιχόμενος.

ὁμοῦ τι τῇ πληγῇ ἡ παῖς ἦν· καὶ ἀπέσφακτο ἄν, εἰ μὴ σκηπτὸς κατηνέχθη ἀμφοῖν μέσος.