Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ὃ δὲ τούτους συλλαβὼν αἰκίζεται λύμῃ πάσῃ καὶ κατατάσει καὶ στρεβλώσει ποικίλῃ καὶ δικαιώσει τῃ. πρεπωδεστάτῃ, ἐν περιόπτῳ λόφῳ σταυρώσας αὐτούς
ὃ δὲ δεύσας τοῦ αἵματος τοὺς δακτύλους προσέγραψεν.
καί πού τις αὐτῷ κατεσημήνατο δωμάτιον τὰ τιμιώτατα ἔχον.
καὶ τοὺς μὲν ἐπῄνει σφόδρα, τοὺς δὲ κατέτεινε ταῖς κολάσεσι.
εἶτα τῶν φρενῶν ἐξέπλευσε, καὶ μανεὶς ἑαυτὸν μαχαίρᾳ κατεχόρδησε.
λογισμὸς δὲ αὐτὸν ἐκεῖνος κατέσπερχεν, ἀνθρώπους ἀκολάστους φύσιν τοὺς Τυρρηνούς, πολεμίων
ἔφοδον μηδαμῆ μηδαμῶς ὑφορωμένους, ὑβρίζειν καὶ ῥᾳστωνεύειν.ὑπέλαβε πονηροὺς ὄντας ὑβρίζειν καὶ ῥᾳστωνεύεσθαι.
ἐγγὺς δὲ τοὺς ἐπιβουλεύοντας εἶναι Καύκωνάς τε καὶ Λέλεγας Ὁμηρικούς, Πελασγοὺς δὲ οὐδαμοῦ οὐδὲ δίους· εἰρήσθω γὰρ ἐν καιρῷ ἐμοὶ τόδε.
κλέπτων ἄρα καὶ ἀφανίζων τὴν ὑπόνοιαν.
τῆς ψυχῆς τὰ ἐλαττώματα κατηπίσταντο, εἴτε κραιπαλώδης τις εἴη καὶ μέθυσος, εἴτε φιλήδονος καὶ ἐν τοῖς αἰδοίοις ἔχων τὸν ἐγκέφαλον.
ὃς Ἀρσινόην ἔγημε τὴν Πτολεμαίου τοῦ Σωτῆρος μητέρα. τοῦτον δὲ τὸν Πτολεμαῖον οὐδέν οἱ προσῆ κοντα ἐξέθηκεν ἄρα ὁ Λάγος ἐπ’ ἀσπίδος χαλκῆς. διαρρεῖ δὲ λόγος ἐκ Μακεδονίας, ὃς λέγει ἀετὸν ἐπιφοιτῶντα καὶ τὰς πτέρυγας ὑποτείνοντα καὶ ἑαυτὸν αἰωροῦντα ἀποστέγειν αὐτοῦ καὶ τὴν ἄκρατον ἀκτῖνα καὶ ὅτε ὕοι τὸν πολὺν ὑετόν· τούς γε μὴν ἀγελαίους φοβεῖν ὄρνιθας, διασπᾶν δὲ ὄρτυγας, καὶ τὸ αἷμα αὐτῷ παρέχειν τροφὴν ὡς γάλα.
Ἀριστόγονος οὖν, Διονύσου μύστης, λαμπαδεύεσθαι μέλλων εἶτα μέντοι τὰ δεξιὰ παρείθη μέλη.
οἳ δὲ Μεσσήνιοι σὺν λάσθῃ καὶ γέλωτι, ὥσπερ ἄθυρμα τῶν Σπαρτιατῶν, τὰ πρῶτα τοῦ Διὸς ἀναθήματα διέσπειραν.
οὐκοῦν διαλαθὼν ἐπὶ τῷ βωμῷ κατέπηξε τὰ δαίδαλα τῶν τριπόδων, ἃ ἐπήγετο.
λήξει οὐ μὰ Δία εὐκλήρῳ χρόνου τὰ Αἰγυπτίων κακὰ τῶν ἐν τῇ πόλει τῇ Ἀλεξάνδρου ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ.