Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

τοιάδε μὲν τοῖς κακῶς βουλευομένοις δίδωσι τὰ πρόστιμα ἡ δίκη.

μαρτύρεται δὲ ὁ θεὸς ὅτι μηδὲν αὐτὸν λαθεῖν δύναται ἔμβραχυ.

οὕτω μὲν ὁ κατάρατος συνήθως τὸν ἄνθρωπον ἐκήλει.

οἳ δὲ ἐκπλεύσαντες τῶν φρενῶν εἶτα ἐνεοὶ ἐγένοντο.

καὶ θάπτει τὸν νεκρόν, τοῖς χθονίοις θεοῖς ἀποδιδοὺς τῆς ἐκείνων λήξεως ἤδη.

τῇ μητρὶ γῇ τὸ χρέος ἐκτίνων τὸν ναυηγὸν θάπτει.

ἰδὼν ναυηγοῦ σῶμα ἐρριμένον ἀκηδῶς καὶ ὀλιγώρως, παρελθεῖν οὐκ ἐτόλμησα, ἀλλὰ ἔθαψα τὸν τεθνεῶτα, θέαμα τῷ ἡλίῳ οὐδαμῆ φίλον ἀποκρύπτων ἀνθρωπίνῳ θεσμῷ.

οὐκ ἠξίωσαν ταφῆς, ἣν ἡ ἀρχέγονος φύσις νομοθετεῖ.

ἐνακμάζων.

Καλλίξενος ὁ Ἀθηναῖος διὰ συκοφαντίαν ἆθλα ἀπηνέγκατο τῆς ἀναισχυντίας καὶ ἀσεβείας, ἐν ἄστει μισούμενος καὶ πενόμενος καὶ ἀποκλειόμενος λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατος ἐκοινώνουν αὐτῷ, μήτε πυρὸς ἐναύειν ἐβούλοντο, ὥσπερ οὖν κοινωνεῖν τοῖς βουλομένοις καὶ δεομένοις.

οἳ δ’ οὖν περὶ πλείστου τιθέμενοι τὰ τοῦ Φοίνικος, καλλύνοντες ἄρα τὸ κακὸν αὐτοῦ καὶ ἐπηλυγάζοντες, ἄλλως φασὶ τοῦτο γενέσθαι.

εἰ δὲ ἐντεῦθεν Εὐριπίδης ἐναυσάμενος τὸν λόγον ἅπαντα εἶτα μέντοι Φοίνικι περιτίθησιν.

καὶ ἐντήξας αὐτῶν ταῖς ψυχαῖς ἰσχὺν λόγων ἄμαχον καὶ σειρῆνα εὐγλωττίας ἐφολκοτάτην.

πικρότατος αὐτοῖς ἐνστάτης ἦν.

καὶ τὸ σύμπαν αὐτοῦ σῶμα εὐλῶν ἐξέζεσεν.