Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
οὐδὲ ὤλισθον ἄλλως αἱ εὐχαὶ καὶ αἱ κατὰ τοῦ θεῷ ἐχθροῦ ἀραί.
οὐδὲ γὰρ ἀναλώθησαν ἄλλως αἱ εὐχαί· θηρίον γάρ τι αὐτοῖς πομπῇ κρείττονι ἐντυγχάνει.
οὐ γάρ τί που μετὰ μακρὸν ἐκολάσθη δικαιώσει.
ὑπὲρ δὴ τούτων τὴν Ἄρτεμιν μηνῖσαι καὶ μετελθεῖν δικαιοῦσαν αὐτοὺς τῆς γῆς ἀγονίᾳ.
ὃ δὲ ἔτισε δίκας ὧν ἔπραξεν· οὐ γάρ τί που ταχεῖ καὶ ὠκυμόρῳ τέλει τὸν βίον κατέστρεψεν, ἀλλ’ ἐκολάζετο χρόνῳ.
ἀδράστεια αὐτῷ Νέμεσις τιμωρὸς ὑπερόγκων καὶ ἀχαλίνων λόγων ἠκολούθησεν.
ἐπεὶ δ’ ἀνεφρόνησε καὶ τὸ τολμηθὲν ἐσκοπεῖτο καὶ ἐνενόει τὸ ἀσέβημα, διπλαῖ ἔννοιαι τοῦτον ἐσῄεσαν.
ὃ δὲ ἐν ὀφθαλμοῖς τῶν ἁπάντων ἑαυτὸν διεχρήσατο οὐκ ἀξιοζήλως.
γυναικῶν ἰσηλίκων χορὸν ἑαυτῇ περιχέασα· γηραιαὶ δὲ αὗται, χορὸς θεοφιλής· καὶ καθεῖσαι τὰς κόμας τὰς παλαιὰς ἐκείνας ἐθεοκλύτουν Ἥλιόν τε καὶ Δίκην.
τὴν τῶν ἀλαζόνων τιμωρὸν συνέντες Νέμεσιν, ἥπερ αὐτοὺς μετῆλθε σὺν τῇ δίκῃ.
οὐκ ἔλαθε τὴν ἅπασιν ἐναντιουμένην τοῖς ὑπερηφάνοις Νέμεσιν, ἀλλ’ ἐν ταῖς ἰδίαις ἠναγκάσθη παιδευθῆναι συμφοραῖς.
καὶ ἄλλας μυρίας εἴποιμι ἂν δίκης ἀμελουμένης ἀκολουθεῖν πάθας.
τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βασιλέως πραττόμενα.
οὐ μὴν ἀπόνασθαί γε ξυνέβη τῆς βασιλείας αὐτῷ· τελευτᾷ γὰρ νόσῳ ἑπτὰ ταῖς πάσαις ἡμέραις.