Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

τοσόσδε διὰ τῆς νυκτὸς ἐνέπεσε σεισμός, ὥστε ἐξέθορον ἐκ τῆς κοίτης, σκηπτοί τε κατωλίσθανον καὶ ἐγίνοντο διόβλητοι ἅπαντες.

ἡ δὲ γῆ ἀγονίαις κατειλημμένη ἔτρυχεν αὐτοὺς ἀλγεινότατα.

καὶ ἐπὶ μᾶλλον ἐξήπτοντο ἐς ὀργήν, καὶ ἠπείλουν τὰς θύρας ἐξαράξειν.

βιαζομένων δὲ αὐτῶν καὶ τὰς θύρας ἀναμοχλευόντων, δράκοντες ἄρα μέγιστοι τὸ μέγεθος ἀνέστελλον αὐτοὺς καὶ ἐδειμάτουν, τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλίξαντες καὶ ἐπανιστάμενοι καὶ πῦρ ὁρῶντες οἷον ὀξύτατον.

οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπαλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον.

μήτε γὰρ εἶναι ποιητικός, μήτε μὴν μουσωθῆναι παιάνων καὶ ὕμνων ἐπιστήμονα σοφίαν.

οἳ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτοσχέδιον ἐκείνην μοῦσαν, οἷα δήπου λιτήν τινα θυσίαν ἐκ τῶν ἐνόντων καὶ παρόντων προσαχθεῖσαν αὐτοῖς ἐπαινοῦντες.

τῷ γε μὴν πατρὶ ἐπαρωμένου ἐξώλειαν ἐπίπλαστον.

ἣ δὲ ἐγκύψαντα αὐτὸν ἐς πίθον, ἵνα ἀρύσηται οἶνον, ἔωσεν ἐς κεφαλὴν καὶ ἀπέπνιξεν.

τοῦ δὲ πίθου ἕρματι περιπεσόντος καὶ συντριβέντος.

οἱ τοίνυν τελευταῖοι τῶν φίλων ἐώσαντο καὶ ἐσεπήδησαν.

τὸν δὲ λουόμενον ἀπέκτεινεν, ἐπιθήξας οἱ τῶν δορυφόρων τοὺς ἀφειδεστάτους.

ταῦτά τοι ἐπὶ μᾶλλον ἐξῆψεν αὐτῷ τὸ μῖσος.

τὸν ἐπινησθέντα ἐνίοις βίον.

ὃ δὲ ᾔσχυνε τῇ ἀπειλῇ μόνῃ τὸ ἀκέλευστον αὐτοῦ καὶ τὸ ὑφ’ ἑαυτοῦ βούλεσθαι τὴν πρᾶξιν, ἐπιρραπίζων ἄρα ἐκεῖνος.

καὶ ἀναπείθει ἐπιτολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ Σώσ, ἐπαίρει δὲ ἅτε φορτηγοὺς τοιοῦτος, ῥᾷστά τε ἀναπείθει, καὶ νυκτὸς γενομένης ἀκράτου.