Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ἐπεὶ δὲ ἐς γῆρας ἀφίκετο, τὸ κοινὸν τῇ πεπρωμένῃ χρεὼν ἐξέτισε, καὶ τῆς προσηκούσης κηδεύσεως ἔτυχε.

ὃ δὲ τῆς θεοσυλίας τε καὶ ἀθέσμου χρηματίσεως διαφθαρεὶς τὸν μισθὸν ἠνέγκατο τοῦτον πικρότατόν τε καὶ πρεπωδέστατον.

Σόλων ὁ Ἀθηναῖος Ἐξηκεστίδου παρὰ πότον τοῦ ἀδελφιδοῦ αὐτοῦ μέλος τι Σαπφοῦς ᾄσαντος, ἥσθη τῷ μέλει καὶ προσέταξε τῷ μειρακίῳ διδάξαι αὐτόν. ἑρωτήσαντος δέ τινος διὰ ποίαν αἰτίαν τοῦτο σπουδάσειεν, ὃ δὲ ἔφη ἵνα μαθὼν αὐτὸ ἀποθάνω.

λόγος ἔχει Ἄτλαντι φοιτήσαντα τὸν Ἡρακλέα σπουδάσαι τὰ οὐράνια. ταῦτά τοι καὶ συγγεγράφθαι διαδέξασθαι τὸν οὐρανὸν ἐν μέρει, αἰνιξαμένων τῶν συγγραφέων τὴν παράδοσιν τῆς σοφίας τοῦτον τὸν τρόπον.

Eustathius in Od. τ, p. 1870. Τῶν δ’ ἐν τούτοις τί μὲν ἡ κλεπτοσύνη, δῆλον, καὶ ἐς ἀνάλογον παρῆκται τῷ παλαισμοσύνη, ὃ καὶ παρὰ Αἰλιανῷ κεῖται.

λέγουσι δὲ καὶ οἱ προφῆται καὶ θέραπες τῶν θεῶν.

Eustathius in Il. α, p. 738. καὶ γὰρ καὶ τὸ ἀρᾶσθαι ἁρμονία τίς ἐστι πρὸς θεόν, ὥσπερ καὶ ἡ εὐχή, ἣν ὁ Αἰλιανὸς πρέσβιν φησὶ πρὸς θεὸν ἀδωρότατον.

αὐτοὺς μὲν τοὺς ἐμπόρους ἀπαθεῖς κακῶν ἀποσῶσαι, τὰ δὲ ἀγώγιμά σφισιν ἀνασώσασθαι.

ἁδροῖς μισθοῖς προαγαγὼν ἐς τὸ τόλμημα τοῦτον ἀναιρεῖ.

ἑκάστου τὴν τέχνην ἐπιδευκνυμένου ἐπὶ μισθοῖς ἁδροῖς.

ἠράσθη Πίασος Θετταλὸς Λαρίσσης τῆς ἑαυτοῦ θυγατρὸς ἔρωτα ἄθεσμόν τε καὶ δυστυχῆ.

καὶ τὰς ἀλεκτορίδας δὲ αὐτὰς ἀπέκτειναν, τοῦ μὴ κελαδούσας καὶ ᾀδούσας ἐπὶ τοῖς ᾠοῖς μηνῦσαι τὸν μοιχόν.

ἀλλ’ ὁ μὲν δράκων μεγέθει μέγιστος ὢν τῷ οὐραίῳ τὸν λέοντα κατῃκίζετο, ὁ δὲ λέων ἤλγει μὲν καὶ τῇ ἀλκαίᾳ πρὸς ἄμυναν διηγείρετο.