Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
ὃ δὲ ἀκούει ταῦτα, καὶ μὴ ὢν ἀμαθὴς οἰωνῶν, τὸν παῖδα ἐπανάγει καὶ ἐκτρέφει ὡς γνήσιον.
καί ποτε ἀγῶνα ἐπιτελοῦντες τούτω τὼ μειρακίω, ἐς ἅμιλλαν ἀκοντίσεως ἀποδυσαμένω, εἶτα μέντοι τῆς σπουδῆς θερμότερον ὑπεπλήσθησαν· καί πως ὁ Ἀργέου υἱὸς ἀλλαχόσε βουλόμενος βαλεῖν τἀδελφοῦ δυστυχῶς τῶν στέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν.
ἁμαρτάνοντι ἐπέπληττε καὶ ἀδικοῦντα ἤλεγχε καὶ ἀνέστελλε τοῦ ἀδικεῖν πατρικῇ ναὶ μὰ τὸν ὁ γενναῖος τῇ παρρησίᾳ.
τούτους ὥσπερ τῆς εὐσεβείας ὁ θεὸς ἀμειβόμενος.
καὶ τοῦτο δὴ τὸ ὑμνούμενον ὄνομα Ἀντέρως ἐν τοῖσδε τοῖς γενναίοις ἐσώζετο. Χαρίτων γὰρ καὶ Μελάνιππος ἐς ἔρωτα ἀλλήλοιν συνεπνευσάτην· καὶ ὁ μὲν Χαρίτων ἐραστὴς ἦν, Μελάνιππος δὲ τὴν ψυχὴν ὁ ἐρώμενος ἐς τὸν φίλον τὸν ἔνθεον ἀναφλεχθεὶς ἰσότιμον τὸ τοῦ πόθου κέντρον ἀνεδείκνυτο.
ὁ τοίνυν ἔρως συμπνεύσας καὶ κατὰ τοῦ τυράννου Φαλάριδος ἐπῆρεν αὐτούς.
καὶ ταῦτα ὑπὲρ τῆς ἐνθέου φιλότητος ἐμαρτύρησεν ὁ Ἀπόλλων.
ἤδη δέ τινές φασιν ἐς τοσοῦτον ἄρα τὸν Αἴσωπον θεοφιλῆ γενέσθαι, ὡς καὶ ἀναβιῶναι αὐτόν, καθάπερ
οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον.οἱ Δελφοὶ ἔωσαν αὐτὸν κατὰ κρημνοῦ μάλα.
ἀνωθῆσαν δὲ ἑαυτὸ τὸ θηρίον καὶ ἔξαλον γενόμενον ἀπεσείσατο ἐς τὴν νῆξιν ἀπολῦσαν τὸν ἄνθρωπον.
ὃ δὲ παθὼν ἀνήκεστα καὶ τῆς πατρῴας ἑστίας διωχθεὶς παρὰ τὴν δίκην, ὅμως οὐκ ἀντεμήνισεν.
ὅτι Μάρκος Βῆρος, Ἀντωνίνου ἀδελφός, βασιλεὺς Ῥωμαίων, ἀδοκήτως διαφθείρεται, πλήθους ἰχῶρός τε καὶ πνεύματος ἐπισχόντος οἱ τὴν πνοήν· ὃ δὴ πάθος ἀποπληξίαν παῖδες ἰατρῶν ὀνομάζουσι.
λίθους τῶν ποδῶν ἐξαρτήσαντες ἔρριψαν ἐς τὸ πέλαγος ἀτέγκτως καὶ ἀφειδῶς.
καὶ ὃ μὲν ἔξετρίβη πίτυος δίκην, ῥιφεὶς ἐς θάλατταν, καὶ δίδωσι δίκας αὐτῷ γένει.
αὐτοφυέστατον καὶ μὴ ἐπίπλαστον ἔχουσα κάλλος καὶ οἷον ἄν γένοιτο φιλοθήρου κόρης.
στρατιώτης δὲ ἄρα τις ἐοικὼς κατεσχημένῳ ἐσεπήδησε, καὶ ἀνιχνεύσας ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν, ἀχαρίτῳ νοσήματι τῷ θυμῷ χαριζόμενος, λύμαις ὅσαις ἐδύνατο παντοδαπαῖς τὸ σῶμα λυμηνάμενος.
διέρρει δὲ φήμη λέγουσα καὶ εὐπατρίδην αὐτὸν εἶναι.