Fragmenta
Aelian
Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.
εἶτα, ἀσελγέστατε, τοσοῦτοι ἐχθροὶ γεγενημένοι οὐκ ἤρκεσαν, ἀλλ’ ἄρα καὶ ἐμὲ ἐς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν;
σεισμοί τε ἐπεπόλασαν, καὶ πολλὰ ἀνέτρεπον.
οὐκ ἐπαινεῖ θεὸς οὐδὲ τοὺς τὰ μέτρα πατοῦντας, γλιχομένους γε μὴν τῶν ὑπὲρ ἑαυτούς τε καὶ ὑψηλὰς σκοπιάς. uμμπμμν.
ὃ δὲ ἔλεγε στεγανωτάτους εἶναι τοὺς βουλευτὰς καὶ φυλάττειν τὰ τῆς σκέψεως ἀπόρρητα.
καὶ τοὺς ὑπηρέτας αὐτῷ περιβαλόντες ἐς τὸ θέατρον καλοῦσι τὸ πλῆθος, καὶ ἐκεῖνον παράγουσι καὶ στρεβλοῦσιν· ὃ δὲ στρεβλούμενος καὶ κατατεινόμενος τἀληθῆ λέγει, καὶ πυρὶ παραδίδοται.
ὃν ἂν ἐγὼ τιμησαίμην πρὸ παντὸς συγγενέσθαι καὶ πᾶσι τυράννοις καὶ τοῖς ἐπὶ μέγα πλούτου προήκουσι.
τιμησαίμην τὸν βίον πάντα τριτημορίου, εἰ μὴ ἔχοιμι τοὺς ἐμοὺς κηδεμόνας.
οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἴνου πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὴν ἄνθρωπον ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι.
ἡνίκα ἂν τὴν πεπρωμένην ὁδὸν καὶ ἐπινησθεῖσαν διανύσω.
ἐξέχεσθαι μὴ πιεῖν ἀνέχεσθαι οἴνου, μηδὲ τιμᾶσθαι τοσούτου τὸν βίον τὸν λοιπόν, ἵνα τὸν φθάνοντα, φησίν, ἀφανίσῃ ἐκτροπῇ διαίτης ὀλίγης, πιοῦσα οἴνου· καὶ τὸν βίον ἡ γενναία κατέστρεψε πράως καὶ σὺν γαλήνῃ καὶ ἀβληχρῷ θανάτῳ, ὅνπερ οὖν ἐπαινεῖν καὶ Ὅμηρος δοκεῖ μοι.
υἱῶσαι τὸν παῖδα. υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ. καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποιήσατο. καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας. ἡ χρῆσις παρὰ Αἰλιανῷ πολλή.
δοκεῖ τῷ δήμῳ. διαμετρεῖν φιλοτησίαν τήνδε.
ἔλεγε τὸν νεανίαν ἐλθεῖν πρὸς αὐτὸν φιλωθῆναί οἱ.
καὶ πιεῖν ἐδίδου, κράσει δικαίᾳ μὴ κιρνῶν· ὤρεγε δὲ μὴ αἰτοῦντι, καὶ φιλοφρονούμενος ἀκαίρως, καὶ περιττὰ δεῖπνα παρατίθησιν. ὁρῶν δὲ τὸν ἀδελφὸν πάντα δυσωπούμενον καὶ οὐδὲν ὅ τι τῶν ὄψων οὐχ ὑφορώμενον.
ὃ δὲ διῆλθε τῷ λόγῳ φιλοτίμως τε καὶ σὺν ἀφροδίτῃ εὖ μάλα περιττῇ.
καὶ ἐκ τούτων χειρώσασθαι τὸν ἄνδρα καὶ ἔχειν αὐτὸν ὡς εἰπεῖν ἰδιόξενον.