Fragmenta

Aelian

Aelian. Claudii Aeliani De Animalium Natura Libri XVII, Varia Historia, Epistolae Fragmenta. Vol 2. Hercher Rudolf, editor. Leipzig: Teubner, 1866.

ὀλίγου χρόνου διελθόντος ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι ἐν ὄψει πολλσῖν κατεπρήσθη ζῶν.

Νεμέσεως ἐφόρου, τρόπους ὑπερόπτας καὶ ὑπερηφάνους κολαζούσης, ἐναργῆ μαρτύρια.

νηίταις κινδύνοις μὴ πάνυ συντραφέντες.

καὶ τὸν στρεπτὸν ὃν ἐφόρει ὁλκῆς γεννικῆς χρυσοῦ ὄντα ἀφαιρεῖται.

καὶ ἢ γε πασῶν βδελυρωτέρα καὶ τὸν παναγέστατον παρθενῶνα τῶν ἑαυτῆς ἐνέπλησε κακῶν.

αἵματί τε δευόμενοι οἱ τοῖχοι τῶν δωματίων. καὶ ἐκ τῶν δαπέδων ἀνέβρυε λύθρον, καὶ πάντων τὰς διανοίας ἐξέπλητον.

μῆνις δὲ ἐδόκει καὶ Νυμφῶν δι’ ἀπορίαν ναμάτων.

οἱ Ἀκαρνᾶνες συγγραφεῖς ὁμόσε χωροῦσ. τοῖς ποιηταῖς.

ὃ δὲ ἀποκτείνει αὐτούς, καὶ περισυλᾷ ὅσα ἐπηγάγοντο ἦν δὲ κόσμος καὶ σκεύη περὶ τὴν τέχνην τὴν ἑκατέρου οὐδαμῇ εὐκαταφρόνητα.

οὐκ ἀκούσαντες τῆς εὐθυδικίας, καὶ εἰκότως· οὐ γὰρ ἐπὶ τῷ δικάζειν ἐκάθηντο, ἀλλ’ ἐπὶ προσχήματι καὶ προσώπῳ δικαστῶν.

καὶ ἀπολύουσι δικασταὶ ὤνίοι αὐτόν.

ἄφνω πάταγος ἀκούεται τῶν θυρῶν. πελαργιδεῖς.

πελαργιδεῖς.

τὸν βωμόν, ἐφ’ οὐ τέως ἱλεοῦντο τὸν δαίμονα, ἀνέτρεψαν, καὶ τὸν κόσμον ὅσος ἦν περικείμενος, τοῦτον περιέσπασαν.