Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἀλλ’ ἐπεὶ τῶν ἡνωμένων σωμάτων τὰ μὲν ὑπὸ ψιλῆς ἕξεως συνέχεται, τὰ δὲ ὑπὸ φύσεως, τὰ δὲ ὑπὸ ψυχῆς, καὶ ἕξεως μὲν ὧς λίθοι καὶ ξύλα, φύσεως δὲ καθάπερ τὰ φυτά, ψυχῆς δὲ τὰ ζῷα, πάντως δὴ καὶ ὁ κόσμος ὑπό τινος τούτων διακρατεῖται.

καὶ ὑπὸ μὲν ψιλῆς ἕξεως οὐκ ἂν συνέχοιτο. τὰ γὰρ ὑπὸ ἕξεως κρατούμενα οὐδεμίαν ἀξιόλογον μεταβολήν τε καὶ τροπὴν ἀναδέχεται, καθάπερ ξύλα καὶ λίθοι, ἀλλὰ μόνον ἐξ αὑτῶν πάσχει τὴν κατὰ ἄνεσιν καὶ τὴν κατὰ συμπιεσμὸν διάθεσιν.

ὁ δὲ κόσμος ἀξιολόγους ἀναδέχεται μεταβολάς, ὁτὲ μὲν κρυμαλέου τοῦ περιέχοντος γινομένου, ὁτὲ δὲ ἀλεεινοῦ, καὶ ὁτὲ μὲν αὐχμώδους, ὁτὲ δὲ νοτεροῦ, ὁτὲ δὲ ἄλλως πως κατὰ τὰς τῶν οὐρανίων κινήσεις ἑτεροιουμένου. οὐ τοίνυν ὑπὸ ψιλῆς ἕξεως ὁ κόσμος συνέχεται.

εἰ δὲ μὴ ὑπὸ ταύτης, πάντως ὑπὸ φύσεως· καὶ γὰρ τὰ ὑπὸ ψυχῆς διακρατούμενα πολὺ πρότερον ὑπὸ φύσεως συνείχετο. ἀνάγκη ἄρα ὑπὸ τῆς ἀρίστης αὐτὸν φύσεως συνέχεσθαι, ἐπεὶ [*](20 αὐτῶν N comp. scr. 31 πάσχειν LEς: πᾶσι N 4 ἀπὸ ψιλῆς ς 11 τὴν utrumque om. N 19 αὐτῶν N)

καὶ περιέχει τἀς πάντων φύσεις. ἡ δέ γε τἀς πάντων περιέχουσα φύσεις καὶ τὰς λογικὰς περιέσχηκεν. (Stoic. fr. Ι 114

Arn.) ἀλλὰ καὶ ἡ τὰς λογικὰς περιέχουσα φύσεις πάντως ἐστὶ λογική· οὐ γὰρ οἷόν τε τὸ ὅλον τοῦ μέρους χεῖρον εἷναι. ἀλλ’ εἰ ἀρίστη ἐστὶ φύσις ἡ τὸν κόσμον διοικοῦσα, νοερά τε ἔσται καὶ σπουδαία καὶ ἀθάνατος. τοιαύτη δὲ τυγχάνουσα θεός ἐστιν. εἰσὶν ἄρα θεοί.

εἶπερ τε ἐν γῇ καὶ θαλάσσῃ πολλῆς οὔσης παχυμερείας ποικίλα συνίσταται ζῷα ψυχικῆς τε καὶ αἰσθητικῆς μετέχοντα δυνάμεως, πολλῷ πιθανώτερόν ἐστιν ἐν τῷ ἀέρι, πολὺ τὸ καθαρὸν καὶ εἰλικρινὲς ἔχοντι παρὰ τὴν γῆν καὶ τὸ ὕδωρ, ἔμψυχά τινα καὶ νοερὰ συνίστασθαι ζῷα. καὶ τούτῳ συμφωνεῖ τὸ τοὺς Διοσκούρους ἀγαθούς τινας εἷναι δαίμονας, σωτῆρας εὐσέλμων νεῶν, καὶ τὸ (Hesiod. op. 252)

  • τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
  • ἀθάνατοι Ζῆνός φύλακες μερόπων ἀνθρώπων.
  • ἀλλ’ εἰ ἐν τῷ ἀέρι πιθανὸν ὑπάρχειν ζῷα,

    πάντως εὔλογον καὶ ἐν τῷ αἰθέρι ζῴων εἶναι φύσιν, ὅθεν καὶ ἄνθρωποι νοερᾶς μετέχουσι δυνάμεως, ἐκεῖθεν αὐτὴν σπάσαντες. ὄντων δὲ αἰθερίων ζῴων, καὶ κατὰ πολὺ τῶν ἐπιγείων ὑπερφέρειν δοκούντων τῷ ἄφθαρτα εἶναι καὶ ἀγέννητα, δοθήσεται καὶ θεοὺς ὑπάρχειν, τούτων μὴ διαφέροντας.

    Ὁ δὲ Κλεάνθης (fr. 529 Arn.) οὕτως συνηρώτα· εἰ φύσις φύσεως ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη φύσις· εἰ ψυχὴ ψυχῆς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη ψυχή· καὶ εἰ ζῷον τοίνυν κρεῖττόν ἐστι ζῴου, εἴη ἄν τι κράτιστον ζῷον· οὐ γὰρ εἰς ἄπειρον ἐκπίπτειν πέφυκε τὰ τοιαῦτα. ὡσπεροῦν οὐδὲ ἡ φύσις ἐπ’ ἄπειρον ἐδύνατο αὔξεσθαι κατὰ τὸ κρεῖττον, οὔθ’ ἡ ψυχὴ οὔτε τὸ ζῷον.

    ἀλλὰ μὴν ζῷον ζῴου κρεῖττόν ἐστιν, ὧς ἵππος χελώνης, εἰ τύχοι, καὶ ταῦρος ἵππου καὶ [*](23/24 τὸ ὅλον τοῦ μέρους LE: τοῦ ὅλου τὸ μέρος Nς 1 εἶναι om. ς 3 πολυβοτείρῃ Νς 7 ἐκεῖθεν N: κεῖθεν LEς: edd. 16 οὐδὲ G: οὔτε Bekk. 16/17 ἐδύνατο ἐπ’ ἄπειρον ς 17 nonne melius <οὕτως> οὔθ’ ? 18 οὐδὲ τὸ ζ. Arnim 19 ἵππον Rüstow: ὄνου G)

    [*](9a) λέων ταύρου. πάντων δὲ σχεδὸν τῶν ἐπιγείων ζέων καὶ σωματικῇ καὶ ψυχικῇ διαθέσει προέχει τε καὶ κρατιστεύει ὁ ἄνθρωπος· τοίνυν κράτιστον ἂν εἴη ζῷον καὶ ἄριστον.

    καίτοι οὐ πάνυ τι ὁ ἄνθρωπος κράτιστον εἷναι δύναται ζῷον, οἶον εὐθέως ὅτι διὰ κακίας πορεύεται τὸν πάντα χρόνον, εἰ δὲ μή γε, τὸν [*](24a) πλεῖστον (καὶ γὰρ εἴ ποτε περιγένοιτο ἀρετῆς, καὶ πρὸς ταῖς τοῦ βίου δυσμαῖς περιγίνεται), ἐπίκηρόν τ’ ἐστὶ καὶ ἀσθενὲς καὶ μυρίων δεόμενον βοηθημάτων, καθάπερ τροφῆς καὶ σκεπασμάτων καὶ τῆς ἄλλης τοῦ σώματος ἐπιμελείας, πικροῦ τινος τυράννου τρόπον ἐφεστῶτος ἡμῖν καὶ τὸν πρὸς ἡμέραν [*](29a) δασμὸν ἀπαιτοῦντος, καὶ εἰ μὴ παρέχοιμεν ὥστε λούειν αὐτὸ καὶ ἀλείφειν καὶ περιβάλλειν καὶ τρέρειν, νόσους καὶ θάνατον ἀπειλοῦντος. ὥστε οὐ τέλειον ζῷον ὁ ἄνθρωπος, ἀτελὲς δὲ καὶ πολὺ κεχωρισμένον τοῦ τελείου.

    τὸ δὲ τέλειον καὶ ἄριστον κρεῖττον μὲν ἂν ὑπάρχοι ἀνθρώπου καὶ πάσαις ταῖς ἀρεταῖς συμπεπληρωμένον καὶ παντὸς κακοῦ ἀνεπίδεκτον· τοῦτο δὲ οὐ διοίσει θεοῦ. ἔστιν ἄρα θεός.

    Ἀλλ’ ὁ μὲν Κλεάνθης ἐστὶ τοιοῦτος· ἠρώτησε δὲ καὶ Ξενοφῶν ὁ Σωκρατικὸς (Mem. I 4, 2) λόγον εἰς τὸ εἶναι θεούς, Σωκράτει περιθεὶς τὴν ἀπόδειξιν πρὸς τὸν Ἀριστόδημον ζητοῦντι, δι’ ὧν κατὰ λέξιν φησίν· “εἰπέ μοι, ὦ Ἀριστόδημε, εἰσὶν οὖς τινας ἐπὶ σοφίᾳ τεθαύμακας; ἔγωγε, ἔφη. τίνες οὖν εἰσιν οὗτοι; ἐπὶ μὲν οὖν ποιητικῇ ἔγωγε Ὅμηρον τεθαύμακα, ἐπὶ δὲ ἀνδριαντοποιίᾳ Πολύκλειτον, ζωγραφίας γε μὴν χάριν Ζεῦξιν.

    τούτους οὖν ἀποδέχῃ οὐ διὰ τὸ τὰ ὐπ’ αὐτῶν κατεσκευασμένα περισσῶς δεδημιουργῆσθαι; ἔγωγε, ἔφη. εἰ οὖν ὁ Πολυκλείτου ἀνδριὰς καὶ ἐμψυχίαν προσλάβῃ, οὐ πολὺ μᾶλλον ἀποδέξῃ τὸν τεχνίτην; καὶ [*](22 καίτοι Wachsmuth: καὶ G: ἀλλ’ vel καὶ <μὴν> dubit. 27 τρυφῆς ς 29a δασμὸν om. N spatio 10 fere litt. vacuo relicto 31 οὐ Bekk.: οὔτε G 6 ἠρώτη ς 8 σωκράτη ς 11 οἱ τοιοῦτοι N οὖν om. N 16/17 προσλάβῃ ς: προσλάβοι NL)

    μάλα. ἆρ᾿ οὖν ἀνδριάντα μὲν ὁρῶν ἔφης ὑπό τινος τεχνίτου δεδημιουργῆσθαι, ἄνθρωπον δὲ ὁρῶν κατὰ τε ψυχὴν εὖ κινούμενον καὶ κατὰ τὸ σῶμα εὖ κεκοσμημένον [*](19a) οὐκ οἴει ὑπό τινος νοῦ περιττοῦ δεδημιουργῆσθαι;

    εἶτα δὲ ὁρῶν θέσιν τε καὶ χρῆσιν μερῶν, πρῶτον μὲν ὅτι διανέστησε τὸν ἄνθρωπον, ὄμματά γε μὴν ἔδωκεν ὥστε ὁρᾶν τὰ ὁρατά, ἀκοὴν δὲ ὥστε ἀκούειν τὰ ἀκουστὰ. ὀσμῆς γε μὴν τί ἂν ἦν ὄφελος, εἰ μὴ ῥῖνας προσέθηκεν, χυμῶν τε μὴν [*](24a) ὁμοίως, εἰ μὴ γλῶσσα ἡ τούτων ἐπιγνώμων ἐνειργάσθη; καὶ ταῦτ” φησὶν (ib. § 8) “εἰδώς, ὅτι γῆς τε μέρος μικρὸν ἔχεις ἐν τῷ σώματι πολλῆς οὔσης, ὑγροῦ τε μὴν βραχὺ πολλοῦ ὄντος, πυρὸς ἀέρος τε ὁμοίως· νοῦν δὲ ἄρα μόνον οὐδαμοῦ ὄντα εὐτυχῶς πόθεν δοκεῖς συναρπάσαι;”

    [*](29a)

    Τοιοῦτος μὲν οὖν ὁ τοῦ Ξενοφῶντός ἐστι λόγος, δύναμίν γε ἐπαγωγικὴν ἔχων καὶ τοιαύτην· “γῆς πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ὑγροῦ πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις· καὶ νοῦ ἄρα πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις. νοερὸς ἄρα ὁ κόσμος ἐστίν, καὶ διὰ τοῦτο θεός.”

    παραβάλλουσι δέ τινες τῷ λόγῳ τὰ λήμματα μεταποιοῦντες αὐτοῦ, καί φασι· “γῆς πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις· ἀλλὰ καὶ ὑγροῦ πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ἤδη ἀέρος καὶ πυρός· καὶ πολλῆς ἄρα χολῆς οὔσης ἐν τῷ κόσμῳ μικρόν τι μέρος ἔχεις, καὶ φλέγματος καὶ αἵματος.” ἀκολουθήσει καὶ χολοποιὸν καὶ αἵματος γεννητικὸν εἶναι τὸν κόσμον· ὅπερ ἐστὶν ἄτοπον.

    οἱ δὲ ἀπολογύμενοί φασιν ἀνόμοιον εἶναι τὴν παραβολὴν τῷ Ξενοφῶντος λόγῳ. ἐκεῖνος μὲν γὰρ ἐπὶ τῶν ἁπλῶν καὶ πρώτων σωμάτων ποιεῖται τὴν ζήτησιν, ὥσπερ γῆς καὶ ὕδατος ἀέρος τε καὶ πυρός, οἱ δὲ τῇ παραβολῇ χρώμενοι μετεπήδιακείμενον [*](19a N τὸ om. N 26 ταῦτα Bekk.: ταύτῃ G 29 μόνον om. ς <σε> εὐτυχῶς πῶς codd. Xenophontis 30 οὖν LE ς: ἦν N ἐστι om. N 31 γε Bekk.: τε G 1 καὶ—2 ἔχεις om. LE καὶ— ἔχεις om. V 6 ἀλλὰ—7 ἔχεις om. N 10 <οἶς> ἀκολ. Heintz αἵματος <καὶ φλέγματος> Heintz dubit.)

    δῆσαν ὡς ἐπὶ τὰ συγκρίματα· χολὴ γὰρ καὶ αἷμα καὶ πᾶν τὸ ἐν τοῖς σώμασιν ὑγρὸν οὐκ ἔστι πρῶτον καὶ ἁπλοῦν, ἀλλ’ ἐκ τῶν πρώτων καὶ στοιχειωδῶν σωμάτων συγκείμενον.

    Ἔνεστι δὲ καὶ οὕτως τὸν αὐτὸν συνερωτᾶν λόγον· “εἰ μὴ ἦν τι γεῶδες ἐν κόσμῳ, οὐδὲ ἐν σοί τι ἂν ἦν γεῶδες, καὶ εἰ μὴ ἦν τι ὑγρὸν ἐν κόσμῳ, οὐδ’ ἂν ἐν σοὶ ἦν τι ὑγρόν, καὶ ὁμοίως ἐπὶ ἀέρος καὶ πυρός. τοίνυν καὶ εἰ μὴ ἦν τις ἐν κόσμῳ νοῦς, οὐδ’ ἂν ἐν σοί τις ἦν νοῦς· ἔστι δέ γε ἐν σοί τις νοῦς· ἔστιν ἄρα καὶ ἐν κόσμῳ. καὶ διὰ τοῦτο νοερός ἐστιν ὁ κόσμος. νοερὸς δὲ ὢν καὶ θεὸς καθἐστηκεν.”

    τῆς δὲ αὐτῆς δυνάμεως ἐστι καὶ ὁ τοῦτον τὸν τρόπον ἔχων λόγος· “ἆρά γε ἄγαλμα εὖ δεδημιουργημένον θεασάμενος διστάσειας ἄν, εἰ τεχνίτης νοῦς τοῦτο ἐποίησεν; ἢ οὕτως ἂν ἀπόσχοις τοῦ ὑπονοεῖν τι τοιοῦτον, ὡς καὶ θαυμάζειν τὴν περιττότητα τῆς δημιουργίας καὶ τὴν τέχνην;

    ἆρ᾿ οὖν ἐπὶ μὲν τούτων τὸν ἔξω θεωρῶν τύπον προσμαρτυρεῖς τῷ κατεσκευακότι καὶ φῄς εἶναί τινα τὸν δημιουργόν· τὸν δὲ ἐν σοὶ ὁρῶν νοῦν, τοσαύτῃ ποικιλίᾳ διαφέροντα παντὸς ἀγάλματος καὶ πάσης γραφῆς, γενητὸν ὄντα νομίζεις ἀπὸ τύχης γεγονέναι, οὐχὶ δὲ ὑπό τινος δημιουργοῦ δύναμιν καὶ σύνεσιν ὑπερβάλλουσαν ἔχοντος; ὅσπερ οὐκ ἂν ἄλλοθί που διατρίβοι ἢ ἐν τῷ κόσμῳ, διοικῶν αὐτὸν καὶ τὰ ἐν αὐτῷ γεννῶν τε καὶ αὔξων. οὗτος δέ ἐστι θεός· εἰσὶν ἄρα θεοί.”