Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ζήνων δὲ ὁ Κιτιεὺς (fr. 113 Arn.) ἀπὸ Ξενοφῶντος τὴν ἀφορμὴν λαβὼν οὑτωσὶ συνερωτᾷ· “τὸ προϊέμενον σπέρμα λογικοῦ καὶ αὐτὸ λογικόν ἐστιν· ὁ δὲ κόσμος προίεται σπέρμα λογικοῦ· λογικὸν ἄρα ἐστὶν ὁ κό- [*](99—100 cf. § 197.) [*](20 <τῶ> κόσμω ς οὐδὲ ἐν σοί N: ἐν δὲ ἐν σοι ς: ἐν σοί ἐν δὲ σοι E γαιῶδες N utrobique 23 ἦν τις Bekk.: ἦν τι G 24 τις Gen.: τι G 29 οὕτως N: οὔτ’ LEg: an <οὐχ> τοσοῦτον olim coni. Bekk. ἀπόσχοις Bekk.: ἀπόσχοι N: ἀπόσχοιο LEς: ἀπέχοις Kayser 31 ἔξω NLE: ἔξωθεν NLE: NLE: γε νοητὸν ς: γεννητὸν Gen. 6 που Bekk.: ποι NLER: πη AB: ποι (sic) V 9 κιτιεὺς AB: κιττεὺς N: κιττιεὺς LVR)

σμος. ᾧ συνεισάγεται καὶ ἡ τούτου ὕπαρξις.”

καὶ ἔστιν ἡ τῆς συνερωτήσεως πιθανότης προῦπτος. πάσης γὰρ φύσεως καὶ ψυχῆς ἡ καταρχὴ τῆς κινήσεως γίνεσθαι δοκεῖ ἀπὸ ἡγεμονικοῦ, καὶ πᾶσαι αἱ ἐπὶ τὰ μέρη τοῦ ὅλου ἐξαποστελλόμεναι δυνάμεις ὧς ἀπό τινος πηγῆς τοῦ ἡγεμονικοῦ ἐξαποστέλλονται, ὥστε πᾶσαν δύναμιν τὴν περὶ τὸ μέρος οὖσαν καὶ περὶ τὸ ὅλον εἶναι διὰ τὸ ἀπὸ τοῦ ἐν αὐτῷ ἡγεμονικοῦ διαδίδοσθαι. ὅθεν οἷόν ἐστι τὸ μέρος τῇ δυνάμει, τοιοῦτον πολὺ πρότερόν ἐστι τὸ ὅλον.

καὶ διὰ τοῦτο, εἰ προΐεται λογικοῦ ζῴου σπέρμα ὁ κόσμος, οὐχ ὡς ὁ ἄνθρωπος κατὰ ἀποβρασμόν, ἀλλὰ καθὸ περιέχει σπέρματα λογικῶν ζῴων, περιέχει τὸ πᾶν, οὐχ ὡς ἂν εἴποιμεν τὴν ἄμπελον γιγάρτων εἶναι περιεκτικήν, τουτέστι κατὰ περιγραφήν, ἀλλ᾿ ὅτι λόγοι σπερματικοὶ λογικῶν ζῴων ἐν αὐτῷ περιέχονται. ὥστε εἶναι τοιοῦτο τὸ λεγόμενον· “ὁ δέ γε κόσμος περιέχει σπερματικοὺς λόγους λογικῶν ζῴων· λογικὸς ἄρα ἐστὶν ὁ κόσμος”.

Καὶ πάλιν ὁ Ζήνων (fr. 111 Arn.) φησίν· “εἰ τὸ λογικὸν τοῦ μὴ λογικοῦ κρεῖττόν ἐστιν· οὐδὲν δέ γε κόσμου κρεῖττόν ἐστιν· λογικὸν ἄρα ὁ κόσμος. καὶ ὡσαύτως ἐπὶ τοῦ νοεροῦ καὶ ἐμψυχίας μετέχοντος. τὸ γὰρ νοερὸν τοῦ μὴ νοεροῦ καὶ <τὸ> ἔμψυχον τοῦ μὴ ἐμψύχου κρεῖττόν ἐστιν· οὐδὲν δέ γε κόσμου κρεῖττον· νοερὸς ἄρα καὶ ἔμψυχός ἐστιν ὁ κόσμος.”

[*](4a)

Κεῖται δὲ καὶ παρὰ τῷ Πλάτωνι (Tim. p. 29 D) τῇ δυνάμει τοιοῦτος λόγος, κατὰ λέξιν αὐτοῦ γράφοντος· “λέγωμεν δὴ δι᾿ ἣν αἰτίαν γένεσιν καὶ πᾶν τόδε ὁ συνιστὰς συνέστησεν. ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδὲ εἷς περὶ [*](13 τούτου G : τοῦ θεοῦ Bekk. dubit. 14 ἐρωτήσεως ς fort. <ἐπὶ> πάσης 22 ὁ κόσμος, <καὶ αὐτὸς λογικός ἐστιν, προΐεσθαι δέ φησιν (sc. ὁ Ζήνων) λογικοῦ ζῴου σπέρμα τὸν κόσμον> οὐχ ὡς τὸν ἄνθρωπον Heintz ὁ ἄνθρωπος Fabr.: τὸν ἄνθρωπον Gr: τὸ ἀνθρώπινον ὁ ἄνθρωπος Bekk. dubit. 24 περιέχει G: λογικὸν Trendelenburg τὸ Eς: τε NL <περιέχει δὲ> οὐχ Bekk. dubit. 27 λεγόμενον· <εἰ ὁ κόσμος περιέχει σπερματικοὺς λόγους λογικῶν ζῴων, λογικός ἐστιν ὁ κόσμος>· ὁ δέ γε κτλ. Heintz 28 σπερματικοὺς Bekk.: σπέρματος G 80 εἰ del. Bekk, 31 οὐδὲν—p. 415, 1 ἐστιν om. ς 3 τὸ alt. add. Bekk.)

οὐδενὸς ἐγγίνεται φθόνος. τούτου δὴ ἐκτὸς ὢν πάντα ὅσα μάλιστα ἐβουλήθη γίγνεσθαι παραπλήσια ἑαυτῷ. ταύτην δὲ γενέσεως καὶ κόσμου μάλιστα ἄν τις ἀρχὴν κυριωτάτην παρὰ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτο ἄν.”

εἶτ’ ὀλίγα διελθὼν ἐπιφέρει λέγων (ib. 30 B)· “διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν τῷ σώματι συνιστὰς τὸ πᾶν συνετεκταίνετο, <ὅπως> ὅ τι κάλλιστον ἂν εἴη κατὰ φύσιν, ἄριστον τὸ ἔργον ἀπειργασμένος. οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὸ τῇ θεοῦ γίγνεσθαι προνοίᾳ.”

δυνάμει δὲ τὸν αὐτὸν [*](9a) τῷ Ζήνωνι (fr. 110 Arn.) λόγον ἐξέθετο· καὶ γὰρ οὗτος τὸ πᾶν κάλλιστον εἶναί φησι, κατὰ φύσιν ἀπειργασμένον ἔργον καὶ κατὰ τὸν εἰκότα λόγον, ζῷον ἔμψυχον νοερόν τε καὶ λογικόν.

Ἀλλ’ ὅ γε Ἀλεξῖνος τῷ Ζήνωνι παρέβαλε τρόπῳ τῷδε· “τὸ ποιητικὸν τοῦ μὴ ποιητικοῦ καὶ τὸ γραμματικὸν τοῦ μὴ γραμματικοῦ κρεῖττόν ἐστι, καὶ τὸ κατὰ τἀς ἄλλας τέχνας θεωρούμενον κρεῖττόν ἐστι τοῦ μὴ τοιούτου· οὐδὲ ἕν δὲ κόσμου κρεῖττόν ἐστιν· ποιητικὸν ἄρα καὶ γραμματικόν ἐστιν ὁ κόσμος.”

πρὸς ἣν ἀπαντῶντες παραβολὴν οἱ Στωικοί φασιν, ὅτι Ζήνων καθάπαξ κρεῖττον εἴληφεν, τουτέστι τὸ λογικὸν τοῦ μὴ λογικοῦ καὶ τὸ νοερὸν τοῦ μὴ νοεροῦ καὶ τὸ ἔμψυχον τοῦ μὴ ἐμψύχου, ὁ δὲ Ἀλεξῖνος οὐκέτι· οὐ γὰρ ἐν τῷ καθάπαξ

τὸ ποιητικὸν τοῦ μὴ ποιητικοῦ καὶ τὸ γραμματικὸν τοῦ μὴ γραμματικοῦ ματικοῦ κρεῖττον. ὥστε μεγάλην ἐν τοῖς λόγοις θεωρεῖσθαι διαφοράν· ἰδοὺ γὰρ Ἀρχίλοχος ποιητικὸς ὢν οὐκ ἔστι Σωκράτους τοῦ μὴ ποιητικοῦ κρείττων, καὶ Ἀρίσταρχος γραμματικὸς ὢν οὐκ ἔστι Πλάτωνος τοῦ μὴ γραμματικοῦ κρείττων.

Πρὸς τούτοις καὶ ἀπὸ τῆς τοῦ κόσμου κινήσεως ἐπιχειροῦσι κατασκευάζειν τὴν τῶν θεῶν ὕπαρξιν οἴ τε ἀπὸ [*](15 ὅπως addendum e Platone 17 δεῖ ς <τὸν> 19 γίγνεσθαι LEς: γίνεσθαι N: γενέσθαι edd. sec. textum at cf. v. 9a 20 <τῶν> κατὰ φύσιν Arnim 24 τοιώδε E 30 εἴληφε κρεῖττον N)

τῆς Στοᾶς (fr. II 1016 Arn.) καὶ οἱ τούτοις συμπνέοντες. ὅτι γὰρ κινεῖται ὁ κόσμος, πᾶς ἄν τις ὁμολογήσειεν ὑπὸ πολλῶν εἰς τοῦτο ἐναγόμενος. ἤτοι οὖν ὑπὸ φύσεως κινεῖται ἢ ὑπὸ προαιρέσεως ἢ ὑπὸ δίνης καὶ κατ’ ἀνάγκην.

ἀλλ’ ὑπὸ μὲν δίνης καὶ κατ’ ἀνάγκην οὐκ εὔλογον. ἤτοι γὰρ ἄτακτός ἐστιν ἢ διατεταγμένη ἡ δίνη. καὶ εἰ μὲν ἄτακτος, οὐκ ἂν δυνηθείη τεταγμένως τι κινεῖν· εἰ δὲ μετὰ τάξεως τι κινεῖ καὶ συμφωνίας, θεία τις ἔσται καὶ δαιμόνιος·

οὐ γὰρ ἄν ποτε τεταγμένως καὶ σωτηρίως τὸ ὅλον ἐκίνει μὴ νοερὰ καὶ θεία καθεστῶσα. τοιαύτη δὲ οὖσα οὐκέτι ἂν εἴη δίνη· ἄτακτον γάρ ἐστιν αὕτη καὶ ὀλιγοχρόνιον. ὥστε κατ’ ἀνάγκην μὲν καὶ ὑπὸ δίνης, ὡς ἔλεγον οἱ περὶ τὸν Δημόκριτον, οὐκ ἂν κινοῖτο ὁ κόσμος.

καὶ μὴν οὐδὲ φύσει ἀφαντάστῳ, παρόσον ἡ νοερὰ φύσις ἀμείνων ἐστὶ ταύτης. ὁρῶνται δὲ τοιαῦται φύσεις ἐν κόσμῳ περιεχόμεναι· ἀνάγκη ἄρα καὶ αὐτὸν νοερὰν ἔχειν φύσιν ὑφ’ ἧς τεταγμένως κινεῖται, ἥτις εὐθέως ἐστὶ θεός.

Τά γε μὴν αὐτομάτως κινούμενα τῶν κατασκευασμάτων θαυμαστότερά ἐστι τῶν μὴ τοιούτων. τὴν γοῦν Ἀρχιμήδειον σφαῖραν θεωροῦντες σφόδρα ἐκπληττόμεθα, ἐν ᾗ ἥλιός τε καὶ σελήνη κινεῖται καὶ τὰ λοιπὰ τῶν ἀστέρων, οὐ μὰ Δία ἐπὶ τοῖς ξύλοις οὐδ’ ἐπὶ τῇ κινήσει τούτων τεθηπότες, ἀλλ’ ἐπὶ τῷ τεχνίτῃ καὶ ταῖς κινούσαις αἰτίαις. ὅθεν ὅσῳ θαυμασιώτερά ἐστι τὰ αἰσθανόμενα τῶν αἰσθητῶν, τοσούτῳ θαυμασιώτεραί εἰσιν αἱ ταῦτα κινοῦσαι αἰτίαι.

ἐπεὶ γὰρ ὁ ἵππος θαυμασιώτερος τοῦ φυτοῦ, καὶ ἡ κινητικὴ τοῦ ἵππου αἰτία θαυμασιωτέρα τῆς τοῦ φυτοῦ αἰτίας· καὶ ἐπεὶ ὁ ἐλέφας θαυμασιωτέρα ἵππου, καὶ ἡ κινητικὴ τοῦ ἐλέφαντος αἰτία, τηλικοῦτόν γε ὄγκον διαβαστάζουσα, θαυμασιωτέρα τῆς τοῦ ἵππου·

τούτων δέ γε πασῶν κατὰ τὸν ἀνωτάτω λόγον καὶ ἡ τοῦ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, καὶ πρὸ τούτων ἡ τοῦ κόσμου φύσις, [*](10 ἐπαγόμενος Kayser coll. p. 355, 23. 412, 31 14 τάξεως τε Gen. κινεῖ Bekk.: κινεῖται G 16 εἰ ante μὴ s. s. N 27 θεωροῦντες σφόδρα scr.: σφόδρα θεωροῦντες G 31/32 ἀναισθήτων Hervetus 32 ταῦτα Eς: ταύται L (sic): ταῖς 6 ἀνωτάτω Fabr.: ἀνώτατον G)

ἥτις καὶ τούτων ἐστὶν αἰτία. ἡ μὲν γὰρ τοῦ μέρους αἰτία οὐ διατείνει ἐπὶ τὸ ὅλον, οὐδ’ ἔστι τούτου αἰτία, ἡ δὲ τοῦ ὅλου διατέτακεν εἰς τὰ μέρη· διὸ καὶ θαυμασιωτέρα ἐστὶ τῆς τοῦ μέρους αἰτίας.

ὥστε ἐπεὶ ἡ τοῦ κόσμου φύσις ἐστὶν αἰτία τῆς τοῦ ὅλου κόσμου διακοσμήσεως, εἴη ἂν αἰτία καὶ τῶν μερῶν. εἰ δὲ τοῦτο, κρατίστη ἐστίν. εἰ δὲ κρατίστη ἐστί, λογική τέ ἐστι καὶ νοερά, προσέτι δὲ ἀίδιος ἂν εἴη. ἡ δὲ τοιαύτη φύσις ἡ αὐτή ἐστι θεῷ. ἔστι τοίνυν τι θεός.

Καὶ μὴν ἐν παντὶ πολυμερεῖ σώματι καὶ κατὰ φύσιν διοικουμένῳ ἐστι τι τὸ κυριεῦον, καθὸ καὶ ἐφ’ ἡμῶν μὲν ἢ ἐν καρδίᾳ τοῦτο τυγχάνειν ἀξιοῦται ἢ ἐν ἐγκεφάλῳ ἢ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος, ἐπὶ δὲ τῶν φυτῶν οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ’ ἐφ’ ὡν μὲν κατὰ τὰς ῥίζας, ἐφ’ ὧν δὲ κατὰ τὴν κόμην, ἐφ’ ὧν δὲ κατὰ τὸ ἐγκάρδιον.

ὥστε ἐπεὶ καὶ ὁ κόσμος ὑπὸ φύσεως διοικεῖται πολυμερὴς καθεστώς, εἴη ἄν τι ἐν αὐτῷ τὸ κυριεῦον καὶ τὸ προκαταρχόμενον τῶν κινήσεων. οὐδὲν δὲ δυνατὸν εἶναι τοιοῦτον ἢ τὴν τῶν ὄντων φύσιν, ἥτις θεός ἐστιν. ἔστιν ἄρα θεός.