Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἀλλ’ ἀπὸ μὲν τῆς κοινῆς ἐννοίας λέγοντες, ὡς ἅπαντες ἄνθρωποι σχεδὸν Ἕλληνές τε καὶ βάρβαροι νομίζουσιν εἶναι τὸ θεῖον, καὶ διὰ τοῦτο συμφώνως μὲν θύουσί τε καὶ εὔχονται καὶ τεμένη θεῶν ἀνιστῶσιν, ἄλλοι δὲ ἄλλως ταῦτα ποιοῦσιν, ὡς ἂν κατὰ μὲν τὸ κοινὸν πεπιστευκότες τὸ εἶναί τι θεῖον, μὴ τὴν αὐτὴν δὲ ἔχοντες περὶ τῆς φύσεως αὐτοῦ πρόληψιν. εἰ δέ γε ψευδὴς ὑπῆρχεν ἡ τοιαύτη πρόληψις, οὐκ ἂν οὕτω πάντες συνεφώνουν· εἰσὶν ἄρα θεοί.

καὶ γὰρ ἄλλως αἱ ψευδεῖς δόξαι καὶ πρόσκαιροι φάσεις οὐκ ἐπὶ πλεῖον παρεκτείνουσιν, ἀλλὰ συντελευτῶσιν ἐκείνοις ὧν χάριν ἐφυλάττοντο. οἷον τιμῶσι βασιλεῖς ἄνθρωποι θυσίαις τε καὶ ταῖς ἄλλαις θρησκείαις, αἷς ὧς θεοὺς <αὐτοὺς> προστρέπονται· ἀλλὰ ταῦτα μέχρις ἐκείνων αὐτῶν διατηροῦσιν, τελευτησάντων δὲ ὡς ἄθεσμά τινα καὶ ἀσεβῆ παραλείπουσιν. ἡ δέ γε τῶν θεῶν ἔννοια καὶ ἐξ αἰῶνος ἦν καὶ εἰς αἰῶνα διαμένει, ἐξ αὐτῶν, ὡς εἰκός, τῶν γινομένων μαρτυρουμένη.

οὐ μὴν ἀλλὰ καὶ εἰ τὴν ἰδιωτικὴν ὑπόνοιαν δεῖ παραλείπειν, τοῖς δὲ συνετοῖς καὶ μεγαλοφυεστάτοις τῶν ἀνδρῶν πείθεσθαι, πάρεστι τὴν ποιητικὴν ὁρᾶν μηδὲν μέγα μηδὲ λαμπρὸν ἐκφέρουσαν ἐν ᾧ μὴ θεός ἐστιν ὁ τὴν ἐξουσίαν καὶ τὸ κράτος τῶν γινομένων πραγμάτων ἐνημμένος, ὥσπερ καὶ τῷ ποιητῇ Ὁμήρῳ κατὰ τὸν ἀναγραφέντα τῶν Ελλήνων καὶ βαρβάρων πόλεμον.

πάρεστι δὲ καὶ τὴν [*](19 ἐπιδραμόντα N 21 τῆς NA: τοῖς LEBVR 22 δεύτερον N 23 τρίτον N 4 φάσεις Bekk.: φύσεις G T ὡς G: καὶ Bekk. dubit.: om. Hervetus αὐτοὺς addidi προστρέπονται coniectura in margine codicis Genevensium: προτρ. G 9 παραλείπουσιν (vel καταλύουσιν) Bekk. dubit.: καταλείπουσιν G 12 εἰ NEABR: εἰς LV 14 πάρεστι <μὲν> Bekk.)

τῶν φυσικῶν πληθὺν ἰδεῖν σύμφωνον τῇ ποιητικῇ· καὶ γὰρ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς καὶ οἱ ἀπὸ τῆς Ἰωνίας Σωκράτης τε καὶ Πλάτων’ καὶ Ἀριστοτέλης καὶ οἱ ἀπὸ τῆς Στοᾶς, τάχα δὲ οἱ ἀπὸ τῶν κήπων, ὧς αἱ ῥηταὶ τοῦ Ἐπικούρου λέξεις μαρτυροῦσι, θεὸν ἀπολείπουσιν.

ὥσπερ οὖν εἰ περί τινος τῶν ὑπὸ τὴν ὅρασιν πιπτόντων ἐζητοῦμεν, εὐλόγως ἂν τοῖς ὀξυωπεστάτοις ἐπιστεύομεν, καὶ εἰ περί τινος τῶν ἀκουστῶν, τοῖς ὀξυηκουστάτοις, οὕτω σκεπτόμενοι περί τινος τῶν λόγῳ θεωρουμένων οὐκ ἄλλοις τισὶ πιστεύειν ὀφείλομεν ἢ τοῖς τὸν νοῦν καὶ τὸν λόγον ὀξυωποῦσιν, ὁποῖοί τινες ἦσαν οἱ φιλόσοφοι.

Ἀλλ᾿ εἰώθασιν ἀνθυποφέροντες πρὸς τοῦτο λέγειν οἱ ἐξ ἐναντίας, ὅτι καὶ περὶ τῶν ἐν Ἅιδου μυθευομένων κοινὴν ἔννοιαν ἔχουσιν ἅπαντες ἄνθρωποι καὶ συμφώνους ἔχουσι τοὺς ποιητάς, καὶ μᾶλλόν γε περὶ τούτων ἢ περὶ τῶν θεῶν, ἀλλ’ οὐκ ἂν εἴποιμεν ταῖς ἀληθείαις ὑπάρχειν τὰ καθ’ Ἅιδου μυθευόμενα, μὴ συνιέντες πρῶτον μέν,

ὅτι οὐ μόνον τὰ καθ’ Ἅιδου πλαττόμενα, ἀλλὰ καὶ κοινῶς πάντα μῦθον μάχην περιεσχηκέναι συμβέβηκε καὶ ἀθύνατον εἶναι, οἶον ἦν (λ 576)·

  • καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
  • κείμενον ἐν δαπέδῳ· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο πέλεθρα,
  • γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
  • δέρτρον ἔσω δύνοντες· ὁ δ’ οὐκ ἀπαμύνετο χερσίν·
  • Λητὼ γὰρ ᾔσχυνε Δῖός κυδρὴν παράκοιτιν.
  • εἰ μὲν γὰρ ἄψυχος ἦν ὁ Τιτυός,

    πῶς οὐδεμίαν συναίσθησιν ἔχων ὑπὸ τιμωρίαν ἔπιπτεν; εἰ δὲ εἶχε ψυχήν, πῶς τετελευτήκει;

    καὶ πάλιν, ὅταν λέγηται (λ 582)·

  • καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ’ ἄλγε’ ἔχοντα,
  • ἑσταότ’ ἐν λίμνῃ· ἡ δὲ προσέκλυζε γενείῳ.
  • στεῦτό τε διψάων, πιέειν δ’ οὐκ εἶχεν ἑλέσθαι·
  • [*](22 δὲ <καὶ> Rüstow 26/27 σκεπτομένων N 27 λόγων N 1 γὲ om. N περὶ alt. N: ὅτι LEς 6 ἦν <τὸ> Bekk. 8 ὅδ’ LEς 10 δέλτρον N 11 γὰρ om. ς ἤσχυνε NVR: E: ἥλκησεν AB: ἥλκησεν· ἣ ἤλγυνε L (sic) 15 ἐσεῖδον ς)
  • ὁσσάκι γὰρ κύψει ὁ γέρων πιέειν μενεαίνων,
  • τοσσάχ’ ὕδωρ ἀπολέσκετ’ ἀναβροχέν, ἀμφὶ δὲ ποσσίν
  • γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
  • εἰ γὰρ μήποτε ὑγροῦ καὶ τροφῆς ἐγεύετο, πῶς διέμενεν,

    ἀλλ’ οὐ σπάνει τῶν ἀναγκαίων διεφθείρετο; εἰ δὲ ἀθάνατος ἦν, πῶς τοιοῦτός ἐστιν; μάχεται γὰρ ἀθάνατος φύσις ἀλγηδόσι καὶ βασάνοις, ἐπείπερ πᾶν τὸ ἀλγοῦν θνητόν ἐστιν.

    ἀλλὰ γὰρ ὁ μὲν μῦθος οὕτως ἐν αὑτῷ τὸν ἔλεγχον περιεῖχεν, ἡ δὲ περὶ θεῶν ὑπόληψις οὐ τοιαύτη τις ἐστίν, οὐδὲ μάχην ὑπέβαλλεν, ’λλὰ σύμφωνος τοῖς ἐφαίνετο. καὶ γὰρ οὐδὲ τὰς ψυχὰς ἔνεστιν ὑπονοῆσαι κάτω φερομένας· λεπτομερεῖς γὰρ οὖσαι καὶ οὐχ ἧττον πυρώδεις ἢ πνευματώδεις εἰς τοὺς ἄνω μᾶλλον τόπους κουφοφοροῦσιν.

    καὶ καθ’ αὐτὰς δὲ διαμένουσι καὶ οὐχ, ὡς ἔλεγεν ὁ Ἐπίκουρος (fr, 337 Us.), ἀπολυθεῖσαι τῶν σωμάτων καπνοῦ δίκην σκίδνανται. οὐδὲ γὰρ πρότερον τὸ σῶμα διακρατητικὸν ἦν αὐτῶν, ἀλλ’ αὐταὶ τῷ σώματι συμμονῆς ἦσαν αἴτιαι, πολὺ δὲ πρότερον καὶ ἑαυταῖς.

    ἔκσκηνοι γοῦν ἡλίου γενόμεναι τὸν ὑπὸ σελήνην οἰκοῦσι τόπον, ἐνθάδε τε διὰ τὴν εἰλικρίνειαν τοῦ ἀέρος πλείονα πρὸς διαμονὴν λαμβάνουσι χρόνον, τροφῇ τε χρῶνται οἰκείᾳ τῇ ἀπὸ γῆς ἀναθυμιάσει ὡς καὶ τὰ λοιπὰ ἄστρα, τὸ διαλῦσόν τε αὐτὰς ἐν ἐκείνοις τοῖς τόποις οὐκ ἔχουσιν.

    εἰ οὖν διαμένουσιν αἱ ψυχαί, δαίμοσιν αἱ αὐταὶ γίνονται· εἰ δὲ δαίμονές εἰσι, ῥητέον καὶ θεοὺς ὑπάρχειν, μηδὲν αὐτῶν τὴν ὕπαρξιν βλαπτούσης τῆς περὶ τῶν ἐν Ἅιδου μυθευομένων προλήψεως.

    Ὁ μὲν οὖν ἀπὸ τῆς κοινῆς καὶ συμφώνου οἰήσεως τοῦ θεοῦ λόγος ἐστὶ τοιοῦτος·

    σκοπῶμεν δὲ καὶ τὸν ἀπὸ τῆς τοῦ περιέχοντος διακοσμήσεως. ἡ τοίνυν τῶν ὄντων οὐσία, φασίν, ἀκίνητος οὖσα ἐξ αὑτῆς καὶ ἀσχημάτιστος ὑπό τινος αἰτίας ὀφείλει κινεῖσθαί τε καὶ σχηματίζεσθαι· [*](19 ἀναβροχὲν Hom.: ἀμβροχθὲν LEς: ἀνβροχὲν N 4 διακριτικὸν ς 5—13 secunda manus in N margini τὰ τοῦ Κικέρωνος ὅμοια 6 ἡλίου del. vel in ἔνιαι mutat Hirzel)

    καὶ διὰ τοῦτο, ὡς χαλκούργημα περικαλλὲς θεασάμενοι ποθοῦμεν μαθεῖν τὸν τεχνίτην ἅτε καθ’ αὐτὴν τῆς ὕλης ἀκινήτου καθεστώσης, οὕτω καὶ τὴν τῶν ὅλων ὕλην θεωροῦντες κινουμένην καὶ ἐν μορφῇ τε καὶ διακοσμήσει τυγχάνουσαν εὐλόγως ἂν σκεπτοίμεθα τὸ κινοῦν αὐτὴν καὶ πολυειδῶς μορφοῦν αἴτιον. τοῦτο δὲ οὐκ ἄλλο τι πιθανόν ἐστιν εἶναι ἢ δύναμίν τινα δι’ αὐτῆς πεφοιτηκυῖαν,

    καθάπερ ἡμῖν ψυχὴ πεφοίτηκεν. αὕτη οὖν ἡ δύναμις ἤτοι αὐτοκίνητός ἐστιν ἢ ὑπὸ ἄλλης κινεῖται δυνάμεως. καὶ εἰ μὲν ὑφ᾿ ἑτέρας κινεῖται, τὴν ἑτέραν ἀδύνατον ἔσται κινεῖσθαι μὴ ὐπ’ ἄλλης κινουμένην, ὅπερ ἄτοπον. ἔστι τις ἄρα καθ’ ἑαυτὴν αὐτοκίνητος δύναμις, ἥτις ἂν εἴη θεία καὶ ἀίδιος. ἤ γὰρ ἐξ αἰῶνος κινήσεται ἢ ἀπό τινος χρόνου. ἀλλ’ ἀπό τινος χρόνου μὲν οὐ κινήσεται· οὐ γὰρ ἔσται τις αἰτία τοῦ ἀπό τινος αὐτὴν χρόνου κινεῖσθαι. ἀίδιος τοίνυν ἐστὶν ἡ κινοῦσα τὴν ὕλην δύναμις καὶ τεταγμένως αὐτὴν εἰς γενέσεις καὶ μεταβολὰς ἄγουσα. ὥστε θεὸς ἂν εἴη αὕτη. καὶ ἔτι τὸ γεννητικὸν λογικοῦ καὶ φρονίμου πάντως καὶ αὐτὸ λογικόν ἐστι καὶ φρόνιμον·

    ἡ δέ γε προειρημένη δύναμις ἀνθρώπους πέφυκε κατασκευάζειν· λογικὴ τοίνυν καὶ φρονίμη γενήσεται, ὅπερ ἦν θείας φύσεως. εἰσὶν ἄρα θεοί. τῶν τε σωμάτων τὰ μέν ἐστιν ἡνωμένα, τὰ δὲ ἐκ συναπτομένων,

    τὰ δὲ ἐκ διεστώτων. ἡνωμένα μὲν οὖν ἐστι τὰ ὑπὸ μιᾶς ἕξεως κρατούμενα καθάπερ φυτὰ καὶ ζῷα, ἐκ συναπτομένων δὲ τὰ ἔκ τε παρακειμένων καὶ πρὸς ἔν τι κεφάλαιον νευόντων συνεστῶτα ὧς ἁλύσεις καὶ πυργίσκοι καὶ νῆες, ἐκ διεστώτων δὲ τὰ ἐκ διεζευγμένων καὶ κεχωρισμένων καὶ καθ’ αὐτὰ ὑποκειμένων συγκείμενα ὡς στρατιαὶ καὶ ποῖ- [*](78 ~ adv. dogm. I 102.) [*](20 περικαλὲς ς 24 κοινοῦν NL 27 <ἐν> ἡμῖν δι᾿ ἡμῶν Kayser 28 ἀπὸ N 29 post ἑτέραν lac. stat. Arnim 30 ἔσται N: εἶναι LEς: εἴη ἂν Apelt καὶ οὕτως εἰς post κινουμένην add. Heintz sec. Herveti versionem (atque ita in infinitum) 5 γεννητικὸν E: γενητικὸν NLς 13 τε τῶν G 15 κεχωρισμένων Bekk.: ἐκ κεχωρισμένων ς: ἐγκεχωρισμένων N)

    μναῖ καὶ χοροί.

    ἐπεὶ οὖν καὶ ὁ κόσμος σῶμά ἐστιν, ἤτοι ἡνωμένον ἐστὶ σῶμα ἢ ἐκ συναπτομένων ἢ ἐκ διεστώτων. οὔτε δὲ ἐκ συναπτομένων οὔτε ἐκ διεστώτων, ὡς δείκνυμεν ἐκ τῶν περὶ αὐτὸν συμπαθειῶν. κατὰ γὰρ τὰς τῆς σελήνης αὐξήσεις καὶ φθίσεις πολλὰ τῶν τε ἐπιγείων ζῴων καὶ θαλασσίων φθίνει τε καὶ αὔξεται, ἀμπώτεις τε καὶ πλημμυρίδες περί τινα μέρη τῆς θαλάσσης γίνονται. ὡσαύτως δὲ καὶ κατά τινας τῶν ἀστέρων ἐπιτολὰς καὶ δύσεις μεταβολαὶ τοῦ περιέχοντος καὶ παμποίκιλοι περὶ τὸν ἀέρα τροπαὶ συμβαίνουσιν, ὁτὲ μὲν ἐπὶ τὸ κρεῖττον, ὁτὲ δὲ λοιμικῶς. ἐξ ὧν συμφανές, ὅτι ἡνωμένον τι σῶμα καθέστηκεν ὁ κόσμος.

    ἐπὶ μὲν γὰρ τῶν ἐκ συναπτομένων ἤ διεστώτων οὐ συμπάσχει τὰ μέρη ἀλλήλοις, εἴγε ἐν στρατιᾷ πάντων, εἰ τύχοι, διαφθαρέντων τῶν στρατιωτῶν οὐδὲν διάδοσιν πάσχειν φαίνεται ὁ περισωθείς· ἐπὶ δὲ τῶν ἡνωμένων συμπάθειά τις ἔστιν, εἴγε δακτύλου τεμνομένου τὸ ὅλον συνδιατίθεται σῶμα. ἡνωμένον τοίνυν ἐστὶ σῶμα καὶ ὁ κόσμος.