Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

οὕτω γὰρ ἐχρῆν καὶ τοὺς ἀνθρώπους καὶ μάλιστα τοὺς φιλοσοφοῦντας ἡγεῖσθαι θεούς (συνωφελοῦσι γὰρ ἡμῶν τὸν βίον), τῶν τε ἀλόγων ζῴων τὰ πολλά συνεργοπονεῖ γὰρ ἡμῖν), τά τε κατ᾿ οἰκίας ζῷα] σκεύη τε καὶ πᾶν εἴ τι τούτων ἐστὶ ταπεινότερον. ἀλλὰ ταῦτά γε σφόδρα ἐστὶ γελοῖα· τοίνυν οὐδὲ τὴν ἐκκειμένην δόξαν ῥητέον ὑγιῆ τυγχάνειν.

῾Ο δὲ Δημόκριτος τὸ ἧττον ἄπορον διὰ τοῦ μείζονος ἀπόρου διδάσκων ἄπιστός ἐστιν. εἰς μὲν γὰρ τὸ πῶς νόησιν θεῶν ἔσχον ἄνθρωποι πολλὰς καὶ ποικίλας ἡ φύσις δίδωσιν ἀφορμάς· τὸ δὲ εἴδωλα εἶναι ἐν τῷ περιέχοντι ὑπερφυῆ καὶ ἀνθρωποειδεῖς ἔχοντα μορφὰς καὶ καθόλου τοιαῦτα ὁποῖα βούλεται αὐτῷ ἀναπλάττειν Δημόκριτος, παντελῶς ἐστι δυσπαράδεκτον.

Τὰ δὲ αὐτὰ καὶ πρὸς τὸν Ἐπίκουρον ἔνεστι λέγειν, [*](17 τὰ om. N 23 ὑπολαβεῖν Bekk.: προλαβεῖν G 25 ἴσως λόγου N 28 καὶ alt. del. Rüstow 3 οἰκίαν Bekk. dubit. ζῷα del. Bekk. 13 δυσπαράδεκτον L et V (sed s. s. α) : δυσπαράδεκτα ceteri)

οἰόμενον, ὅτι κατὰ τὰς ἐνυπνιδίους φαντασίας τῶν ἀνθρωπομόρφων εἰδώλων ἐνοήθησαν ἤσαν θεοί· τί γὰρ μᾶλλον ἀπὸ τούτων νόησις ἐγίγνετο θεῶν ἢ ὑπερφυῶν ἀνθρώπων;

καὶ καθόλου καὶ πρὸς πάσας τἀς ἐκκειμένας δόξας ἐνέσται λέγειν, ὅτι οὐ κατὰ ψιλὸν μέγεθος ἀνθρωποειδοῦς ζῴου νόησιν θεοῦ λαμβάνουσιν ἄνθρωποι, ἀλλὰ σὺν τῷ μακάριον εἷναι καὶ ἄφθαρτον καὶ πλείστην δύναμιν ἐν τῷ κόσμῳ σμῳ προφερόμενον. ἅπερ οὐ διδάσκουσιν, ἀπὸ τίνος ἀρχῆς ἢ πῶς ἐπενοήθη παρὰ τοῖς πρῶτον ἔννοιαν σπάσασι θεοῦ, οἱ τἀς ἐνυπνιδίους αἰτιώμενοι φαντασίας καὶ τὴν τῶν οὐρανίων εὐταξίαν.

Οἱ δὲ καὶ πρὸς τοῦτό φασιν, ὅτι ἡ μὲν ἀρχὴ τῆς νοήσεως τοῦ εἶναι θεὸν γέγονεν ἀπὸ τῶν κατὰ τοὺς ὕπνους ἰνδαλλομένων ἢ ἀπὸ τῶν κατὰ τὸν κόσμον θεωρουμένων, τὸ δὲ ἀίδιον εἶναι τὸν θεὸν καὶ ἄφθαρτον καὶ τέλειον ἐν εὐδαιμονίᾳ παρῆλθε κατὰ τὴν ἀπὸ τῶν ἀνθρώπων μετάβασιν. ὡς γὰρ τὸν κοινὸν ἄνθρωπον αὐξήσαντες τῇ φαντασίᾳ νόησιν ἔσχομεν Κύκλωπος, ὃς οὐκ ἐῴκει (ι 191)

  • ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
  • ὑψηλῶν ὀρέων, ὅτε φαίνεται οἶον ἀπ’ ἄλλων,
  • οὕτως ἄνθρωπον εὐδαίμονα νοήσαντες καὶ μακάριον καὶ συμπεπληρωμένον πᾶσι τοῖς ἀγαθοῖς, εἶτα ταῦτα ἐπιτείναντες τὸν ἐν αὐτοῖς ἐκείνοις ἄκρον ἐνοήσαμεν θεόν.

    καὶ πάλιν πολυχρόνιόν τινα φαντασιωθέντες ἄνθρωπον οἱ παλαιοὶ ἐπηύξησαν τὸν χρόνον εἰς ἄπειρον, προσσυνάψαντες τῷ ἐνεστῶτι καὶ τὸν παρῳχημένον καὶ τὸν μέλλοντα· εἶτα ἐντεῦθεν εἰς ἔννοιαν ἀιδίου παραγενόμενοι ἔφασαν καὶ ἀίδιον εἶναι τὸν θεόν.

    οἱ δὴ τοιαῦτα λέγοντες πιθανῆς μὲν προΐτανται δόξης, ἠρέμα δὲ εἰς τὸν δι’ ἀλλήλων ἐμπίπτουσι τρόπον, ὅς ἐστιν ἀπορώτατος. ἵνα γὰρ πρῶτον εὐδαίμονα νοήσωμεν ἄνθρωπον καὶ ἀπὸ τούτου κατὰ [*](15 ἐνυπνιδίους NLE: ἐνυπνιώδεις ς 18 καὶ prius om. N καὶ alt. om. Hervetus 32 ἔσχομεν Bekk.: ἔχομεν G 9 ἀιδίου scr. sec. Hervetum (sempiterni): ἀίδιον G παραγινόμενοι LE et R ex corr. 12 ἐστιν Bekk. coll. p. 384,16: ἔσται G <ὁ> ἀπορ. N)

    μετάβασιν τὸν θεόν, ὀφείλομεν νοῆσαι τί ποτέ ἐστιν εὐδαιμονία, ἧς κατὰ μετοχὴν νοεῖται ὁ εὐδαίμων. ἀλλ᾿ ἦν γε εὐδαιμονία κατ᾿ αὐτοὺς δαιμονία τις καὶ θεία φύσις, καὶ εὐδαίμων ἐκαλεῖτο ὁ εὖ τὸν δαίμονα διακείμενον ἔχων. ὥσθ᾿ ἵνα μὲν λάβωμεν τὴν περὶ ἄνθρωπον εὐδαιμονίαν, πρότερον ἔχειν ὀφείλομεν νόησιν θεοῦ καὶ δαίμονος, ἵνα δὲ τὸν θεὸν νοήσωμεν, πρότερον ἔχειν ὀφείλομεν ἔννοιαν εὐδαίμονος ἀνθρώπου. τοίνυν ἕκάτερον περιμένον τὴν ἐκ θατέρου νόησιν ἀνεπινόητον γίνεται ἡμῖν.

    Καὶ δὴ ταῦτα μὲν εἰρήσθω πρὸς τοὺς ζητοῦντας, πῶς οἱ πρότερον νόησιν θεῶν ἔσχον ἄνθρωποι· ἀκολούθως δὲ ζητῶμεν καὶ περὶ τοῦ εἰ εἰσὶ θεοί.

  • εἰ εἰσὶ θεοί
  • Ἐπεὶ οὐ πᾶν τὸ ἐπινοούμενον καὶ ὑπάρξεως μετείληφεν, ἀλλά δύναταί τι ἐπινοεῖσθαι μέν, μὴ ὑπάρχειν δέ, καθάπερ ῾Ιπποκένταυρος καὶ Σκύλλα, δεήσει μετὰ τὴν περὶ τῆς ἐπινοίας τῶν θεῶν ζήτησιν καὶ περὶ τῆς ὑπάρξεως τούτων σκέπτεσθαι. τάχα γὰρ ἀσφαλέστερος παρὰ τοὺς ὡς ἑτέρως φιλοσοφοῦντας εὑρεθήσεται ὁ σκεπτικός, κατὰ μὲν τὰ πάτρια ἔθη καὶ τοὺς νόμους λέγων εἶναι θεοὺς καὶ πᾶν τὸ εἰς τὴν τούτων θρῃσκείαν καὶ εὐσέβειαν συντεῖνον ποιῶν, τὸ δ᾿ ὅσον ἐπὶ τῇ φιλοσόφῳ ζητήσει μηδὲν προπετευόμενος.

    Τῶν οὖν περὶ ὑπάρξεως θεοῦ σκεψαμένων οἱ μὲν εἶναί φασι θεόν, οἱ δὲ μὴ εἶναι, οἱ δὲ μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι. καὶ εἶναι μὲν οἱ πλείους τῶν δογματικῶν καὶ ἡ [*](49 ~ Hyp. III 2.) [*](17 εὐδαίμων <τὸν βίον> N 18 μὲν om. N 20 ἴνα δὲ LEς: ἀλλ᾿ ἴνα N 21 περικείμενον N 22 ἐκ θατέρου LEς: ἑκατέρου N 24 νόησιν οἱ πρότερον Ν 25 εἰ om. N 26 ἐπινοούμενον Bekk: ὑπονοούμενον G post 26 tit. praeb. G (excepto V) 80 τούτων Bekk.: τούτου G; sed fortasse ipse Sextus neglegenter scripsit τούτου, cum iam p. 402, 5 sqq. περὶ ὑπάρξεως θεοῦ disputaturus sit 5 νῦν E)

    κοινὴ τοῦ βίου πρόληψις,

    μὴ εἷναι δὲ οἱ ἐπικληθέντες ἄθεοι, καθάπερ Εὐήμερος (Callimach. fr. 86 Schn.),

  • γέρων ἀλαζών, ἄδικα βιβλία ψήχων,
  • καὶ Διαγόρας ὁ Μήλιος καὶ Πρόδικος ὁ Κεῖος καὶ Θεόδωρος καὶ ἄλλοι παμπληθεῖς· ὧν Εὐήμερος μὲν ἔλεγε τοὺς νομιζομένους θεοὺς δυνατούς τινας γεγονέναι ἀνθρώπους καὶ διὰ τοῦτο ὑπὸ τῶν ἄλλων θεροποιηθέντας δόξαι θεούς,

    Πρόδικος (B 5 Diels) δὲ τὸ ὠφελοῦν τὸν βίον ὑπειλῆφθαι θεόν, ὡς ἥλιον καὶ σελήνην καὶ ποταμοὺς καὶ λίμνας καὶ λειμῶνας καὶ καρποὺς καὶ πᾶν τὸ τοιουτῶδες.

    Διαγόρας δὲ ὁ Μήλιος, διθυραμβοποιός, ὥς φασι, τὸ πρῶτον γενόμενος ὡς εἴ [*](19a) τις τις καὶ 19a τις καὶ ἄλλος δεισιδαίμων· ὅς γε κατήρξατο τὸν τρόπον τοῦτον· ‘‘κατὰ δαίμονα καὶ τύχην πάντα τελεῖται”· ἀδικηθεὶς δὲ ὑπό τινος ἐπιορκήσαντος καὶ μηδὲν ἕνεκα τούτου παθόντος μεθηρμόσατο εἰς τὸ λέγειν μὴ εἶναι θεόν.

    καὶ Κριτίας (B25 Diels) δὲ εἶς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθρᾳ τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῷ τὸ ῥητὸν οὕτως·

  • ἦν χρόνος, ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος
  • καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης,
  • ὄτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν
  • οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο.
  • κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους
  • θέσθαι κολαστάς, ἴνα δίκη τύραννος ᾖ
  • [*](10 ψήχων Bentley: ψύχων G 11 Κίος ς (cf. ad p. 394, 23) 17 καὶ λίμνας om. LEς (cf. p. 399, 19) 19 ὡς alt. G: καὶ vel ἦν Bekk.: del. Kayser 24 ἐκ del. Kayser coll. p. 172, 19 2 θ’ om. N 3 ἆθλον Barnes: ἄεθλον G 4 ἐγίνετο G more solito 6 ἡ ante δίκη ΝLς: om. E)
  • <. . . . > τήν θ᾿ ὕβριν δούλην ἔχῃ·
  • ἐζημιοῦτο δ᾿ εἴ τις ἐξαμαρτάνοι.
  • ἔπειτ᾿ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι
  • ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίᾳ,
  • λάθρᾳ δ᾿ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ
  • <πρῶτον> πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ
  • θεῶν δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως
  • εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθρᾳ
  • πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί <τι>.
  • ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο,
  • ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ,
  • νόῳ τ᾿ ἀκούων καὶ βλέπων, φρονῶν τε καί
  • προσέχων τε ταῦτα, καὶ φύσιν θείαν φορῶν,
  • ὃς πᾶν [μὲν] τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται,
  • <τὸ> δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται.
  • ἐὰν δὲ σὺν σιγῇ τι βουλεύῃς κακόν,
  • τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν
  • [*](7 lacunam expl. e. g. γένους βροτείου Grotius: τὴν τ᾿ ἰσχὺν ἄγχῃ Mekler: ὁμῶς ἀπάντων Diels δούλην ἔχῃ Gen.: ἔχη δούλην G 9 ἔπειτα NEV 10 ἀπεῖργον Normann: ἀπῆγον G 11 πολλὰ post ἔπρασσον add. Pierson, ἄδικα Bach 12 πρῶτον add. Enger coll. p. 404, 18 (in N exstat lac. 4 fere litt.) 13 θεῶν Wecklein: γνῶναι G δέος θνητοῖσιν scribendum: δὲ ὃς θνητοῖσιν LEς: δέοσηθνητοῖσιν N (sic): δέον θν. Normann, δ᾿ ἔπος θν. Musgrave, θεοὺς θν. Koechly, qui servaverunt γνῶναι: γεγονέναι ὃς θν. Grotius ἐξευρεῖν Monac. 79 Bekkero texte: ἐξευρὼν G 15 τι add. Grotius 18 νόω G: τῷ νῷ F. G. Schmidt φρονῶν G: φρουρῶν Anonymus apud Bekkerum τε καὶ G: τ᾿ ἄγαν Aëtius, qui totum versum sic praebet: ὃς ταῦτ᾿ ἀκούει καὶ βλέπει φρονεῖ τ᾿ ἄγαν 19 προσέχων τὰ πάντα Grotius : συνέχων ἅπαντα Matthiae : προσεχῶς τὰ ταύτῃ Anonymus apud Bekk.: προσέχων θ᾿ ἑαυτῷ Apelt: παρέχων τε ταῦτα Gomperz 20 ὃς Normann: ὑφ᾿ οὗ G (ἐφ᾿ οὗ A) μὲν del. Normann ἀκούσεται Normann: ἀκούεται G totum versum sic legi iubet Gomperz: ὃς δὴ βροτοῖσι πᾶν τὸ μὲν λεχθὲν κλύειν 21 τὸ add. Normann 22 σὺν LEς: om. N: καὶ Meineke dubit.: κἂν Nauck)
  • <αὐτοῖς> ἔνεστι. τούσδε τοὺς λόγους
  • διδαγμάτων ἥδιστον εἰσηγήσατο,
  • ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγῳ.
  • ναίειν δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’, ἴνα
  • μάλιστ’ ἂν ἐξέπληξεν ἀνθρώπους ἄγων,
  • ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς
  • καὶ τὰς ὀνήσεις τῷ ταλαιπώρῳ βίῳ,
  • ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν᾿ ἀστραπάς
  • κατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματα
  • βροντῆς, τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας,
  • Χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ,
  • ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος,
  • ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται.
  • τοίους δὲ περιέστησεν ἀνθρώποις φόβους,
  • δι’ οὓς καλῶς τε τῷ λόγῳ κατῴκισεν
  • τὸν δαίμον’ οὗτος κἀν πρέποντι χωρίῳ,
  • τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν.
  • [*](24 αὐτοῖς add.: <ἄγαν> ἔν. Diels: ἔν ἐστι. <θείων> Musgrave: <θεοῖς> ἔν. Normann: <τούτοις> ἔν. G. Hermann: <παντὶ> Gomperz τούσδε G: τοιούτους δὲ Meineke τοὺς G: τις Musgrave <αὐτοῖς> λέγων Grotius 1 δίδαγμά τοι F. Schmidt μέγιστον F. G. Schmidt: κέρδιστον Nauck: an κράτιστον? 2 καλύψαι E et Hervetus 3 ναίειν Pierson: αἰεὶ G 4 μάλιστ’ ἂν Toupius: μάλιστα G: μάλιστά γ’ Fabr. ἐκπλήξειεν ξειεν Grotius ἄγων G: λέγων Grotius 6 ὀνήσεις Musgrave: πονήσεις G 10 χρόνον Αëtius et Laurentianus nescio quis teste Bekkero 11 ἀστέρος G: ἀστέρες Gen.: αἰθέρος Boissonade: ἡλίου Nauck: διάπυρος Herwerden: ἀστέρων Barnes: ἀστέρας Musgrave σπέρχει Musgrave μύδρος G: δρόμος Monac. χορός Barnes 12 εἰσπορεύεται Grotius: ἐκπορίζεται Musgrave 13 τοίους Meineke: τοιούτους G: τοιούσδε Grotius περιέστησεν G: περιέστησαν Gen.: πέριξ ἔστησεν Meineke: περιέσεισεν Diels φόβους G: φόβου Musgrave 14 δι’ οὓς G: στοίχους Musgrave 15 δαίμον’ οὗτος κἀν Diels: δαίμονα οὐκ ἐν G: δαίμονα καὶ Gen.: δαίμον’ οἰκεῖν ἐν Hermann: δαίμον’ οἰκοῦντ᾿ ἐν Pierson: δαίμον’ ὀγκῶν ἐν Musgrave 16 νόμοις G (quod verbo ἀνομίαν per rhetoricum artificium opponitur): φόβοις Schmidt: βροτοῖς Diels dubit.)
    καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει
  • οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα
  • θνητοὺς νομίζειν δαιμόνων εἷναι γένος.
  • Συμφέρεται δὲ τούτοις τοῖς ἀνδράσι καὶ Θεόδωρος ὁ ἄθεος καὶ κατά τινας Πρωταγόρας ὁ Ἀβδηρίτης, ὁ μὲν διὰ τοῦ περὶ θεῶν συντάγματος τὰ παρὰ τοῖς Ἕλλησι θεολογούμενα ποικίλως ἀνασκευάσας,

    ὁ δὲ Πρωταγόρας (A 12 Diels) ῥητῶς που γράψας· “περὶ δὲ θεῶν οὔτε εἰ εἰσὶν οὔθ᾿ ὁποῖοί τινές εἰσι δύναμαι λέγειν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με”. παρ᾿ ἣν αἰτίαν θάνατον αὐτοῦ καταψηφισαμένων τῶν Ἀθηναίων διαφυγὼν καὶ κατὰ θάλατταν πταίσας ἀπέθανεν.

    μέμνηται δὲ ταύτης τῆς ἱστορίας καὶ Τίμων ὁ Φλιάσιος (fr. 5 Diels) ἐν τῷ δευτέρῳ τῶν Σίλλων ταῦτα διεξερχόμενος, [*](5a)

  • †ἔσητε† καὶ μετέπειτα σοφιστῶν
  • οὔτ᾿ ἀλιγυγλώσσῳ οὔτ᾿ ἀσκόπῳ οὔτ᾿ ἀκυλίστῳ
  • Πρωταγόρῃ· ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι,
  • ὅττι θεοὺς κατέγραψ᾿ οὔτ᾿ εἰδέναι οὔτε δύνασθαι
  • ὁπποῖοί τινές εἰσι καὶ οἴ τινες ἀθρήσασθαι,
  • πᾶσαν ἔχων φυλακὴν ἐπιεικείης. τὰ μὲν οὔ οἱ
  • χραίσμησ᾿, ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτως
  • Σωκρατικὸν πίνων ψυχρὸν πότον Ἀίδα δύῃ.
  • καὶ Ἐπίκουρος δὲ κατ᾿ ἐνίους ὡς μὲν πρὸς τοὺς πολλοὺς ἀπολείπει θεόν, ὡς δὲ πρὸς τὴν φύσιν τῶν πραγμάτων οὐδαμῶς.

    οὐ μᾶλλον δὲ εἶναι ἢ μὴ εἶναι θεοὺς διὰ τὴν τῶν ἀντικειμένων λόγων ἰσοσθένειαν ἔλεξαν οἱ ἀπὸ τῆς [*](18 τινας N 19 εἶναι δαιμόνων ς 24 δὲ om. L εἰ om. V εἰ <μέν> N 4 τῆς ἱστορίας ταύτης N 5a σειληνῶν N! 6 ἔσητε N: ὥστε LEABR: ὅς τε V: ὡς Stephanus: <πάντων πρωτίστῳ τό>τε καὶ Diels e. g. καὶ om. A 7 ἀλογυγλώσσω N 8 πρωταγόρης N ἔθελον N in rasura maioris ambitus τέφρην Gen.: τε φρὴν G συγγράμματα Fabr. : συγγράμματι G 9 ὅτι ς κατέγραψ’ Fabr. : κατέγραψεν LEg: κατέρριψεν N 10 οἴ G: εἰ Bekk. dubit. 12 αὔτως Bekk. dubit. 13 ἀίδα Menagius: ἀίδι G δύη optativ. Meineke 14 ἔτους N πρὸς μὲν N 18 ἑκατέρωθεν om. N sed spatio 11 fere litt. relicto)

    σκέψεως. καὶ τοῦτο εἰσόμεθα ἑκατέρωθεν τὰ ἐπιχειρούμενα συντόμως ἐπιδραμόντες.

    Οἱ τοίνυν θεοὺς ἀξιοῦντες εἶναι πειρῶνται τὸ προκείμενον μένον κατασκευάζειν ἐκ τεσσάρων τρόπων, ἑνὸς μὲν τῆς παρὰ πᾶσιν ἀνθρώποις συμφωνίας, δευτέρου δὲ τῆς κοσμικῆς διατάξεως, τρίτου δὲ τῶν ἀκολουθούντων ἀτόπων τοῖς ἀναιροῦσι τὸ θεῖον, τετάρτου δὲ καὶ τελευταίου τῆς τῶν ἀντιπιπτόντων λόγων ὑπεξαιρέσεως.