Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ὅταν γάρ, φησίν, ἐν τῷ ὑπνοῦν καθ’ αὐτὴν γένηται ἡ ψυχή, τότε τὴν ἴδιον ἀπολαβοῦσα φύσιν προμαντεύεταί τε καὶ προαγορεύει [*](14a) τὰ μέλλοντα. τοιαύτη δέ ἐστι καὶ ἐν τῷ κατὰ τὸν θάνατον χωρίζεσθαι τῶν σωμάτων. ἀποδέχεται γοῦν καὶ τὸν ποιητὴν Ὅμηρον μηρὸν ὡς τοῦτο παρατηρήσαντα· πεποίηκε γὰρ τὸν μὲν Πάτροκλον ἐν τῷ ἀναιρεῖσθαι προαγορεύοντα περὶ τῆς Ἕκτορος ἀν’ αἱρέσεως, τὸν δ’ Ἕκτορα περὶ τῆς Ἀχιλλέως τελευτῆς. ἐκ οὖν, φησίν, ὑπενόησαν οἱ ἄνθρωποι εἶναί τι θεῖον. τὸ καθ’ ἑαυτὸ ἐοικὸς τῇ ψυχῇ καὶ πάντων ἐπιστημονικώτατον.

ἀλλὰ δὴ καὶ ἀπὸ τῶν μετεώρων· θεασάμενοι γὰρ μεθ’ ἡμέραν μὲν ἥλιον περιπολοῦντα, [*](29a ἐκπελάζειν NV 1 εὔχετο NLE: εὔχεται ς εὐλόγχων NLE: εὐλόγων ς 2 ὑπερφυῆ Papencordt coll. p. 400, 11: ὑπερμεγέθη G 6 τοῦ del. Kayser 8 τῶν om. N τὴν om. ς 9 ἀλλ’ del. Kayser 10 τῶν περὶ om. N 13 γένηται Bekk.: γενήσεται G 14 τι N 15 ἀσωμάτων ς γὰρ V 16 καὶ om. N spatio relicto 19 inter τελευτῆς et ἐκ N spatium reliquit 6 vel 7 litterarum 20 θεῖον N: θεὸν LEς 21 ἑαυτὸ ἑαυτὸν LEς)

νύκτωρ δὲ τὴν εὔτακτον τῶν ἄλλων ἀστέρων κίνησιν, ἐνόμισαν εἷναί τινα θεὸν τὸν τῆς τοιαύτης κινήσεως [*](24b) καὶ εὐταξίας αἴτιον.

Τοιοῦτος μὲν καὶ ὁ Ἀριστοτέλης· ἄλλοι δέ εἰσιν οἱ φάσκοντες, ὅτι ὁ νοῦς ὀξὺς ὢν καὶ εὐκίνητος ἐν τῷ ἐπιβάλλειν τῇ αὐτοῦ φύσει ἦλθε καὶ εἰς ἔμφασιν τοῦ παντὸς καὶ ὑπενόησέ τινα ὑπερβαλλόντως δύναμιν νοητικήν, καὶ ἀναλογοῦσαν μὲν αὑτῷ, θείαν δὲ τὴν φύσιν.

εἰσὶ δὲ οἱ ἀπὸ τῶν γιγνομένων κατὰ τὸν κόσμον παραδόξων ὑπονοήσαντες εἰς ἔννοιαν ἡμᾶς ἐληλυθέναι θεῶν, ἀφ’ ἧς φαίνεται εἶναι δόξης καὶ ὁ Δημόκριτος (Α 75Diels)· 75 Diels)· ὁρῶντες γάρ, φησί, τὰ ἐν τοῖς μετεώροις παθήματα οἱ παλαιοὶ τῶν ἀνθρώπων, καθάπερ βροντὰς καὶ ἀστραπάς, κεραυνούς τε καὶ ἄστρων συνόδους ἡλίου τε καὶ σελήνης ἐκλείψεις, ἐδειματοῦντο. θεοὺς οἰόενοι τούτων αἰτίους εἶναι.

Ἐπίκουρος (fr. 353 Us.) [*](9a) δὲ ἐκ τῶν κατὰ τοὺς ὕπνους φαντασιῶν οἴεται τοὺς ἀνθρώπους ἔννοιαν ἐσπακέναι θεοῦ· μεγάλων γὰρ εἰδώλων, φησί, καὶ ἀνθρωπομόρφων κατὰ τοὺς ὕπνους προσπιπτόντων ὑπέλαβον καὶ ταῖς ἀληθείαις ὑπάρχειν τινὰς τοιούτους θεοὺς ἀνθρωπομόρφους.

ἔνιοι δὲ (Aristot. fr. 11 Rose) ἐπὶ τὴν ἀπαράβατον καὶ εὔτακτον τῶν οὐρανίων κίνησιν παραγινόμενοι φασὶ τὴν ἀρχὴν ταῖς τῶν θεῶν ἐπινοίαις ἀπὸ ταύτης γεγονέναι πρῶτον· ὥσπερ γὰρ εἰ τις ἐπὶ τῆς Τρωικῆς καθεζόμενος Ἴδης ἑώρα τὴν τῶν ‘Eλλήνων στρατείαν μετὰ πολλοῦ κόσμου καὶ τάξεως τοῖς πεδίοις προσιοῦσαν (Δ 297), [*](19a)

  • ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφιν.
  • πεζοὺς δ’ ἐξόπιθεν.
  • [*](27/28 ἐπιβάλλειν Bekk. coll. p. 397, 12: μεταβάλλειν G 1 ὑπερβαλλόντως Gen.: ὑπερβάλλοντος N: ὑπερβαλόντως LEABR: ὑπερβαλόντων V (an ὑπερβάλλοντός τινος?) 2 an εἰσὶ δὲ <καὶ>? 9 ἐκλείπειν N 10 καθ’ ὕπνους E 15 sqq. re vera non sunt Aristotelis, sed Posidonii (cf. p. 397,7) 18 γὰρ om. LA 19a fort. <ἐν> πεδίοις (in campis Hervetus) προσιοῦσαν προιοῦσαν EA: om. N 20 πρῶτα N: πρῶτον LEς ἵπποις 21 ἐξόπιθεν N: ἐξόπισθεν LEς)
    πάντως ἂν ὁ τοιοῦτος εἰς ἔννοιαν ἦλθε τοῦ ὅτι ἔστι τις ὁ διατάσσων τὴν τοιαύτην τάξιν καὶ ἐγκελευόμενος τοῖς ὐπ’ αὐτὸν κοσμουμένοις στρατιώταις, οἷον Νέστωρ ἢ ἄλλος τις τῶν ἡρώων, ὃς ᾔδει (B 554)
  • κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας,
  • καὶ ὃν τρόπον ὁ ἔμπειρος νεώς,

    ἅμα τῷ θεάσασθαι πόρρωθεν ναῦν οὐρίῳ δ’ διωκομένην μέ νῆν πνεύματι καὶ πᾶσι τοῖς ἱστίοις εὐτρεπιζομένην, συνίησιν ὅτι ἔστι τις ὁ κατευθύνων ταύτην καὶ εἰς τοὺς προκειμένους λιμένας κατάγων, οὕτως οἱ πρῶτον εἰς οὐρανὸν ἀναβλέψαντες καὶ θεασάμενοι ἥλιον μὲν τοὺς ἀπὸ ἀνατολῆς μέχρι δύσεως δρόμους σταδιεύοντα, ἀστέρων δὲ εὐτάκτους τινὰς χορείας, ἐπεζήτουν τὸν δημιουργὸν [*](4a) τῆς περικαλλοῦς ταύτης διακοσμήσεως, οὐκ ἐκ ταὐτομάτου στοχαζόμενοι συμβαίνειν αὐτήν, ἀλλ’ ὑπό τινος κρείττονος καὶ ἀφθάρτου φύσεως, ἥτις ἦν θεός.

    τῶν δὲ νεωτέρων Στωικῶν φασί τινες τοὺς πρώτους καὶ γηγενεῖς τῶν ἀνθρώπων κατὰ πολὺ τῶν νῦν συνέσει διαφέροντας γεγονέναι, ὡς πάρεστι μαθεῖν ἐκ τῆς ἡμῶν πρὸς τοὺς ἀρχαιοτέρους καὶ ἥρωας ἐκείνους <......>, ὥσπερ τι περιττὸν αἰσθητήριον τας τὴν ὀξύτητα τῆς διανοίας, ἐπιβεβληκέναι τῇ θείᾳ φύσει καὶ νοῆσαί τινας δυνάμεις θεῶν.

    Τὰ μὲν οὖν λεγόμενα παρὰ τοῖς δογματικοῖς φιλοσόφοις περὶ τῆς τῶν θεῶν ἐννοίας ἐστὶ τοιαῦτα, οὐκ οἰόμεθα δὲ αὐτὰ χρείαν ἔχειν ἀντιρρήσεως· τὸ γὰρ πολύτροπον [*](23 καὶ post διατάσσων G: transp. Wakefield 24 κοσμουμένοις Bekk.: ἐγκοσμουμένοις LEς: ἐκκοσμούμενον N 28 πόρρωθεν om. ς 29 ἱστίοις ς ἱστοῖς NLE 1 κατάγων N (quod iam Hervetus coniecit scribens qui deducit): καταντῶν LEς lacunam, quam Hervetus post 9 ἀρχαιοτέρους statuit, post ἐκείνους indicavi, sed plura quam συμβλήσεως ab Herveto coniectum excidisse cum Bekkero sumpserim. Possis suspicari coll. Sen. ep. 90, 4sqq. de philosophorum apud homines aurei saeculi auctoritate sermonem fuisse, deinde conclusum esse: <ὥστε νομιστέον ἐκείνους> ὥσπερ κτλ. 13 θεῶν δυνάμεις N)

    τῆς ἀποφάσεως τὴν ἀγνωσίαν τοῦ παντὸς ἀληθοῦς ἐπισφραγίζεται, πολλῶν μὲν δυναμένων εἶναι τρόπων τῆς τοῦ θεοῦ νοήσεως, τοῦ δὲ ἐν αὐτοῖς ἀληθοῦς μὴ καταλαμβανομένου. λαμβανομένου. ὅμως δὲ κἂν ἐπὶ τἀς κατὰ μέρος ὑπομνήσεις χωρῶμεν, οὐδὲν εὑρεθήσεται τῶν εἰρημένων βέβαιον.

    αὐτίκα γὰρ οἱ μὲν νομοθέτας τινὰς οἰόμενοι καὶ συνετοὺς ἀνθρώπους ἐμπεποιηκέναι τοῖς ἄλλοις τὴν περὶ θεῶν δόξαν οὐ πάνυ τι φαίνονται τῷ ζητουμένῳ προσβάλλειν. ἐζητεῖτο γὰρ ἀπὸ τίνος ἀρχῆς ὁρμηθέντες ἄνθρωποι ἦλθον ἐπὶ τὸ θεοὺς νομίζειν·

    οἱ δὲ διαμφοδοῦντές φασιν, ὅτι νομοθέται τινὲς ἐνεποίησαν τοῖς ἀνθρώποις τὴν περὶ θεῶν δόξαν, μὴ εἰδότες, ὅτι τὸ ἀρχῆθεν ἄπορον αὐτοὺς περιμένει, ζητήσαντος ἄν τινος, πόθεν δὲ οἱ νομοθέται, μηδενὸς πρότερον παραδόντος αὐτοῖς θεούς, ἦλθον εἰς ἐπίνοιαν θεῶν;

    εἶτα πάντες μὲν ἄνθρωποι τούτων ἔχουσιν ἔννοιαν, οὐχ ὡσαύτως δέ, ἀλλὰ Πέρσαι μέν, εἰ οὕτω τύχοι, τὸ πῦρ θεοφοροῦσιν, Αἰγύπτιοι δὲ τὸ ὕδωρ, ἄλλοι δὲ ἄλλο τι τῶν τοιούτων. ἀπίθανόν τε ἦν πάντας ἀνθρώπους ὑπὸ τῶν νομοθετῶν εἰς τὸ αὐτὸ συναχθέντας ἀκοῦσαί τι περὶ θεῶν· ἀνεπίμικτα γὰρ ἦν τὰ τῶν ἀνθρώπων φῦλα καὶ ἄγνωστά γε, κατὰ τὴν ναυτιλίαν δὲ τὴν Ἀργὼ πρωτόπλουν τι σκάφος διὰ τῆς ἱστορίας παρειλήφαμεν.

    ναί, ἀλλ’ ἴσως τις πρὸ τούτων πάντων φήσει, ὅτι οἱ παρ’ ἑκάστοις νομοθέται καὶ ἡγεμόνες ἀνέπλασαν τὴν τοιαύτην νόησιν, καὶ δῖά τοῦτο ἄλλοι ἄλλους θεοὺς ὑπάρχειν ὑπέλαβον. ὅπερ ἐστὶν εὔηθες· κοινὴν γὰρ πάλιν πρόληψιν ἔχουσι πάντες ἄνθρωποι περὶ θεοῦ, καθ’ ἣν μακάριόν τί ἐστι ζῷον καὶ ἄφθαρτον καὶ τέλειον ἐν εὐδαιμονίᾳ καὶ παντὸς κακοῦ ἀνεπίδεκτον, τελέως δέ ἐστιν ἄλογον τὸ κατὰ τύχην πάντας τοῖς αὐτοῖς ἐπιβάλλειν ἰδιώμασιν, ἀλλὰ μὴ φυσικῶς [*](17 fort. ἐν αὐτοῖς pro παντός cf. v. 19: πάντως Rüstow 26 διαμφοδοῦντες iam a Fabr. inventum N, qui in margine οἶμαι διανομοθετοῦντες: διαμφοδοκοῦντες LEς 28 τὸ om. ἄπορον Heintz coll. p. 110, 14. 140, 3. 154, 1. 382, 13 e. a.: ἄτοπον G 29 ζητήσαντος N: ζητήσοντος LEς 2 τε δὲ G 5 γε <ἀλλήλοις> Kayser; fortasse γε κατὰ τὴν <γῆν, κατὰ> ναυτιλίαν κτλ.)

    οὕτως ἐκκινεῖσθαι. οὐ τοίνυν θέσει οὐδὲ κατά τινα νομοθεσίαν παρεδέξαντο οἱ παλαιοὶ τῶν ἀνθρώπων εἶναι θεούς.

    Οἱ δὲ λέγοντες τοὺς πρώτους τῶν ἀνθρώπων ἡγεμονεύσαντας καὶ διοικητὰς τῶν κοινῶν πραγμάτων γενομένους, πλείονα δύναμιν αὑτοῖς περιθέντας καὶ τιμὴν πρὸς τὸ ὑπακούειν τὰ πλήθη, τούτους χρόνῳ τελευτήσαντας θεοὺς ὑποληφθῆναι, πάλιν οὐ συνιᾶσι τὸ ζητούμενον. αὐτοὶ γὰρ οἱ εἰς θεοὺς ἀνάγοντες αὐτοὺς πῶς ἔννοιαν ἔλαβον θεῶν εἰς ἣν αὑτοὺς ἐνέταξαν; τοῦτο γὰρ δεόμενον ἀποδείξεως παρεῖται.

    ἄλλως τε καὶ ἀπίθανόν ἐστι τὸ ἀξιούμενον. τὰ γὰρ ὑπὸ τῶν ἡγεμόνων γινόμενα, καὶ μάλιστά γε τὰ ψευδῆ, ζῶσι μόνον συμπαραμένει τοῖς ἡγουμένοις, τελευτησάντων δὲ ἀναιρεῖται, καὶ πάρεστι πολλοὺς ἐπελθεῖν τοὺς παρὰ μὲν τὸν τῆς ζωῆς χρόνον ἔ ἐκθειασθέντας, μετὰ δὲ τὴν τελευτὴν καταφρονηθέντας, εἶ μή τινας προσηγορίας θεῶν ὑποστέλλοιεν, ὥσπερ ὁ Ἡρακλῆς ὁ ἐξ Ἀλκμήνης καὶ Διός.

    ἦν μὲν γὰρ ἐξ ἀρχῆς, ὥς φασιν, Ἀλκαῖος τοὔνομα, ὑπέδραμε δὲ τὴν Ἡρακλέους προσηγορίαν νομιζομένου παρὰ τοῖς τότε θεοῦ. ὅθεν καὶ ἐν ταῖς Θήβαις λόγος ἔχει πάλαι ποτὲ ἀνδριάντα ἔδιον Ἡρακλέους εὑρῆσθαι ἐπιγραφὴν ἔχοντα “Ἀλκαῖος Ἡρακλεῖ χεαριστήριον”.

    καὶ τοὺς Τυνδαρίδας δέ φασι τὴν τῶν Διοσκούρων δόξαν ὑπελθεῖν πόλιν νομιζομένων εἶναι θεῶν· τὰ γὰρ δύο ἡμισφαίρια, τό τε ὑπὲρ γῆν καὶ τὸ ὑπὸ γῆν, Διοσκούρους οἱ σοφοὶ τῶν τότε ἀνθρώπων ἔλεγον. διὸ καὶ ὁ ποιητὴς τοῦτο αἰνιττόμενός φησιν ἐπ’ αὐτῶν (λ 303)

  • ἄλλοτε μὲν ζώουσ’ ἑτερήμεροι, ἄλλοτε δ’ αὖτε
  • τεθνᾶσιν, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσιν.
  • πίλους τ’ ἐπιτιθέασιν αὐτοῖς, καὶ ἐπὶ τούτοις ἀστέρας, αἰνισσόμενοι τὴν τῶν ἡμισφαιρίων κατασκευήν.

    οἱ μὲν [*](15 οὕτως ἐκκινεῖσθαι Gr: ὡσαύτως κινεῖσθαι vel simile quid Heintz coll. p. 257, 14. 275, 15. 330, 9. 351, 9: ad hoc moveri Hervetus 21 οὐ συνιᾶσι om. N spat. 6 litt. rel. συνιάσει L 30 ὑποστέλλοιεν LEς: ὑπέλθοιεν N 32 ἀλκείδης οἶμαι N margine 2 post ἔχει lac. 4 litt. in N 3/4 ἀμφιτρίωνος ς 5 πάλιν G: πάλει Hemsterhusius νομιζόντων N 8 τοῦτο om. N 12 πείλους N)

    δὴ οὕτως ὑποδραμόντες τὴν τῶν θεῶν τιμὴν ἐκράτησάν πως τῆς προθέσεως, οἱ δὲ αὐτόθεν αὑτοὺς ἀναγορεύσαντες θεοὺς κατεφρονήθησαν μᾶλλον.

    Καὶ μὴν οἱ λέγοντες, ὅτι πάντα τὰ τὸν βίον ὠφελοῦντα ὑπενόησαν οἱ παλαιοὶ τῶν ἀνθρώπων θεοὺς ὑπάρχειν, ὡς ἥλιον καὶ σελήνην ποταμούς τε καὶ λίμνας καὶ τὰ ὅμοια, σὺν τῷ ἀπιθάνου προΐστασθαι δόξης ἔτι καὶ τὴν ἀνωτάτω εὐήθειαν καταψηφίζονται τῶν ἀρχαίων. οὐ γὰρ οὕτως εἰκὸς ἐκείνους ἄφρονας εἶναι, ὥστε τὰ ὀφθαλμοφανῶς φθειρόμενα ὑπολαβεῖν εἶναι θεοὺς ἢ τοῖς πρὸς αὐτῶν κατεσθιομένοις καὶ διαλυομένοις θείαν προσμαρτυρεῖν δύναμιν.

    τινὰ μὲν γὰρ λόγου ἴσως ἔχεται, καθάπερ τὸ τὴν γῆν θεὸν νομίζειν. οὐ τὴν αὐλακοτομουμένην ἢ ἀνασκαπτομένην οὐσίαν, ἀλλὰ τὴν διήκουσαν ἐν αὐτῇ δύναμιν καὶ καρποφόρον φύσιν καὶ ὄντως δαιμονιωτάτην. τὸ δὲ λίμνας καὶ ποταμούς, καὶ εἴ τινα ἄλλα συνωφελεῖν ἡμᾶς πέφυκεν, ἡγεῖσθαι θεοὺς οὐδεμίαν ὑπερβολὴν ἐμβροντησίας ἀπολέλοιπεν.