Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

ἀλλ’ εἰ διὰ γεύσεως ἀντιλαμβάνεται, <γλυκάζεται> καὶ πικράζεται. γλυκαζόμενος δὲ καὶ πικραζόμενος εὐαρεστήσει τισὶ καὶ δυσαρεστήσει. δυσαρεστῶν δέ τισι καὶ ὀχλήσεως ἔσται δεκτικὸς καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς. εἰ δὲ τοῦτο, φθαρτός ἐστιν. ὥστε εἴπερ εἰσὶ θεοί, φθαρτοί εἰσιν. οὐκ ἄρα θεοὶ εἰσίν.

Εἴγε μὴν ἔστι θεός, ζῷόν ἐστιν. εἰ ζῷόν ἐστι, καὶ αἰσθάνεται· τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου οὐκ ἄλλω τινὶ διαφέρει ἢ τῷ αἰσθάνεσθαι. εἰ δὲ αἰσθάνεται, καὶ ἀκούει καὶ ὁρᾷ καὶ ὀσφραίνεται καὶ ἅπτεται.

εἰ δὲ τοῦτο, ἔστι τινὰ τὰ καθ’ ἑκάστην αἴσθησιν οἰκειοῦντα αὐτὸν καὶ ἀλλοτριοῦντα, οἷον κατὰ μὲν ὅρασιν τὰ συμμέτρως ἔχοντα καὶ οὐχ ἑτέρως, κατὰ δὲ ἀκοὴν <αἱ> ἐμμελεῖς φωναὶ καὶ αἱ μὴ οὕτως ἔχουσαι, κατὰ τὰ αὐτὰ δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. εἰ δὲ τοῦτο, ἔστι τινὰ θεῷ ὀχληρά· καὶ εἰ ἔστι τινὰ θεῷ ὀχληρά, γίνεται ἐν τῇ ἐπὶ τὸ χεῖρον μεταβολῇ θεός, ὥστε καὶ ἐν φθορᾷ. φθαρτὸς ἄρα ὁ θεός. τοῦτο δὲ παρὰ τὴν κοινὴν ἔννοιαν ὑπῆρχεν αὐτοῦ· τοίνυν οὐκ ἔστι τὸ θεῖον.

Ἔστι δὲ καὶ ἐπὶ μιᾶς αἰσθήσεως τιθέναι τὸν λόγον, οἶον τῆς ὁράσεως. εἰ γὰρ ἔστι τὸ θεῖον, ζῷόν ἐστιν. εἰ <δὲ>ζῷόν ἐστιν, ὁρᾷ ὅλος] (Xenophan. B 24 Diels)·

[*](25a)

οὖλος γὰρ ὁρᾷ, οὖλος δὲ νοεῖ, οὖλος δέ τ’ ἀκούει.

εἰ δὲ ὁρᾷ, καὶ λευκὰ ὁρᾷ καὶ μέλανα. ἀλλ’ ἐπεὶ λευκὸν μέν ἐστι τὸ διακριτικὸν ὄψεως, μέλαν δὲ τὸ συγχυτικὸν ὄψεως, διακρίνεται τὴν ὄψιν καὶ συγχεῖται ὁ θεός. εἰ δὲ διακρίσεως καὶ συγχύσεως ἐστι δεκτικός, καὶ φθορᾶς ἔσται [*](2 τινὰ γεῦσιν ’ς 4 γλυκάζεται add. Fabr., fort. rectius τῶν γευστῶν, γλυκάζεται 8 εἰσιν· <οὐχὶ δέ γε φθαρτοί εἰσιν·> Heintz; recte, nisi Sextum brevius locutum esse putamus (cf. ad p. 426, 16) 15 οἷον <οἰκειοῦντα> Heintz 16 οὐ <τὰ> ἑτέρως Heintz αἱ add. Bekk. 18 <τῶ> θεῶ ς 23 ἐπεξεργαστικώτερον ς 25 δὲ addidi ὅλος LEg: ὅλως N: del. Heintz 29 ὁ θεός om. N spatio 6 fere litt. rel. 30 διοσφρήσεως N ἔσται NL: ἐστὶ Ες)

δεκτικός. τοίνυν εἰ ἔστι τὸ θεῖον, φθαρτόν ἐστιν. οὐχὶ δέ γε φθαρτόν ἐστιν· οὐκ ἄρα ἔστιν.

Καὶ μὴν ἡ αἴσθησις ἑτεροίωσίς τις ἐστίν· ἀμήχανον γὰρ τὸ δι’ αἰσθήσεως τινος ἀντιλαμβανόμενον μὴ ἑτεροιοῦσθαι, ἀλλὰ οὕτω διακεῖσθαι, ὧς πρὸ τῆς ἀντιλήψεως διέκειτο. εἰ οὑν αἰσθάνεται ὁ θεός, καὶ ἑτεροιοῦται· εἰ δὲ ἑτεροιοῦται, ἑτεροιώσεως δεκτικός ἐστι καὶ μεταβολῆς·

δεκτικὸς δὲ ὢν μεταβολῆς πάντως καὶ τῆς ἐπὶ τὸ χείρον’ μεταβολῆς ἔσται δεκτικός. εἰ δὲ τοῦτο, καὶ φθαρτός ἐστιν. ἄτοπον δέ γε τὸ λέγειν τὸν θεὸν φθαρτὸν ὑπάρχειν· ἄτοπον ἄρα καὶ τὸ ἀξιοῦν εἶναι τοῦτον.

Πρὸς τούτοις· εἰ ἔστι τι θεῖον, ἤτοι πεπερασμένον ἐστὶν ἢ ἄπειρον. καὶ ἄπειρον μὲν οὐκ ἂν εἴη, ἐπεὶ καὶ ἀκίνητον ἂν εἴη καὶ ἄψυχον. εἰ γὰρ κινεῖται τὸ ἄπειρον, τόπον ἐκ τόπου μετέρχεται· τόπον δὲ ἐκ τόπου μετερχόμενον ἐν τόπῳ ἐστίν, ἐν τόπῳ δὲ ὂν πεπέρασται. εἰ ἄρα ἐστί τι ἄπειρον, ἀκίνητόν ἐστιν· ἢ εἴπερ κινεῖται, οὐκ ἔστιν ἄπειρον.

ὡσαύτως δὲ καὶ ἄψυχόν ἐστιν· εἰ γὰρ ὑπὸ ψυχῆς συνέχεται, πάντως ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν περάτων ἐπὶ τὰ μέσα φερόμενον συνέχεται. ἐν δὲ ἀπείρῳ οὐδέν ἐστι μέσον οὐδὲ πέρας· ὥστε οὐδὲ ἔμψυχόν ἐστι τὸ ἄπειρον. καὶ διὰ τοῦτο εἶ ἄπειρόν ἐστι τὸ θεῖον, οὔτε κινεῖται οὔτε ἔμψυχόν ἐστιν. κινεῖται δὲ τὸ θεῖον καὶ ἐμψυχίας ἀξιοῦται μετέχειν· οὐκ ἄρα ἄπειρόν ἐστι τὸ θεῖον. καὶ μὴν οὐδὲ πεπερασμένον.

ἐπεὶ γὰρ τὸ πεπερασμένον τοῦ ἀπείρου μέρος ἐστί, τὸ δὲ ὅλον τοῦ μέρους κρεῖττόν ἐστι, δῆλον ὧς τὸ ἄπειρον τοῦ θείου κρεῖττον ἔσται καὶ κρατήσει τῆς θείας φύσεως. ἄτοπον δὲ τὸ λέγειν θεοῦ τι κρεῖττον καὶ κρατοῦν τῆς τοῦ θεοῦ φύσεως· τοίνυν οὐδὲ πεπερασμένον ἐστὶ τὸ θεῖον. ἀλλ’ εἰ μήτε ἄπειρόν ἐστι μήτε πεπερασμένον, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι τρίτον νοεῖν, οὐδὲν ἔσται τὸ θεῖον.

Καὶ μὴν εἰ ἔστι τι τὸ θεῖον, ἤτοι σῶμά ἐστιν ἢ ἀσώγε [*](2 om. ς 14 τὸ ἄπειρον del. et dubit. post 18 ἄψυχόν ἐστιν transp. Heintz 18 ἄψυχον ἔσται Heintz dubit. (nisi addatur τὸ ἄπειρον) cf. ad v. 14 20 φερομένης vel φερομένη συνέχει Heintz 29 κρατοῦν scr.: κρατεῖν G 1 τι om. L)

ματον· οὔτε δὲ ἀσώματόν ἐστιν, ἐπεὶ ἄψυχόν ἐστι καὶ ἀναίσθητον καὶ οὐδὲν δυνάμενον ἐνεργεῖν τὸ ἀσώματον, οὔτε σῶμα, ἐπεὶ πᾶν σῶμα μεταβλητόν τέ ἐστι καὶ φθαρτόν, ἄφθαρτον δὲ τὸ θεῖον· οὐ τοίνυν ὑπάρχει τὸ θεῖον.

Εἴγε μὴν ἔστι τὸ θεῖον, πάντως καὶ ζῷόν ἐστιν. εἰ δὲ ζῷόν ἐστιν, πάντως καὶ πανάρετόν ἐστι καὶ εὐδαίμον’ (εὐδαιμονία γὰρ χωρὶς ἀρετῆς οὐ δύναται ὑποστῆναι). εἰ δὲ πανάρετός ἐστι, καὶ πάσας ἔχει τἀς ἀρετάς. ἀλλ’ οὐ πάσας μὲν ἔχει τὰς ἀρετάς, οὐχὶ δέ γε καὶ ἐγκράτειαν ἔχει καὶ καρτερίαν. οὐχὶ δέ γε ταύτας μὲν ἔχει τἀς ἀρετάς, οὐχὶ δέ γε ἔστι τινὰ δυσαπόσχετα καὶ δυσεγκαρτέρητα τῷ θεῷ.

ἐγκράτεια γάρ ἐστι διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον γιγνομένων, ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσαποσχέτων· ἐγκρατεύεται γάρ, φασίν, οὐχ ὁ θανατιώσης γραὸς ἀπεχόμενος, ἀλλ’ ὁ Λαΐδος καὶ Φρύνης ἤ τινος τοιαύτης δυνάμενος ἀπολαοῦσαι, εἶτα ἀπεχόμενος.

καρτερία δέ ἐστιν ἐπιστήμη ὑπομενετέων καὶ οὐχ ὑπομενετέων, ἢ ἀρετὴ ὑπεράνω ποιοῦσα ἡμᾶς τῶν δοκούντων εἶναι δυσυπομενήτων· χρῆται γὰρ καρτερίᾳ ὁ τεμνόμενος καὶ καιόμενος, εἶτα δὲ] διακαρτερῶν, ἀλλ’ οὐχ ὁ οἰνόπεδα πίνων.

ἔσται οὖν τινα τῷ θεῷ δυσυπομένητα καὶ δυσαπόσχετα. εἰ γὰρ μὴ ἔσται, οὐχὶ ταύτας ἔξει τὰς ἀρετάς, τουτέστι τὴν ἐγκράτειαν καὶ τὴν καρτερίαν.

εἰ δὲ ταύτας οὐκ ἔχει τὰς ἀρετάς, ἐπεὶ μεταξὺ ἀρετῆς καὶ κακίας οὐδὲν ἔστι, τὰς ἀντιθέτους ταῖσδε ταῖς ἀρεταῖς ἕξει κακίας ὥσπερ τὴν μαλακίαν καὶ τὴν ἀκρασίαν· καθάπερ γὰρ ὁ μὴ ἔχων τὴν ὑγείαν νόσον ἔχει, οὕτως ὁ μὴ ἔχων ἐγκράτειαν καὶ καρτερίαν ἐν ταῖς ἀντικειμέναις ἐστὶ κακίαις, ὅπερ ἄτοπον ἐπὶ θεοῦ λέγεσθαι.

εἰ δὲ ἔστι τινὰ δυσαπόσχετα καὶ δυσυπομένητα τῷ θεῷ, ἔστι τινὰ καὶ τὰ ἐπὶ τὸ χεῖρον αὐτοῦ μεταβλητικὰ καὶ ὀχλήσεως ποιητικά. ἀλλ’ εἰ τοῦτο, δεκτικός ἐστιν ὀχλήσεως ὁ θεὸς καὶ τῆς ἐπὶ τὸ χεῖἄψυχόν [*](2 ἐστι scr.: ἄψυχον ἔσται G 6 πάντως — 7 ζῷόν ἐστιν del. Heintz 6 <δὲ> καὶ N 7 καὶ εὐδαῖμον — 8 ὑποστῆναι del. Heintz 8 γὰρ scr.: δὲ G 9 καὶ del. Rüstow dubit. 11 οὐχὶ δέ γε G: καὶ οὐ Kajser 19 ἐμμενετέων N 21 καὶ <ὁ> καιόμενος L 22 δὲ secl. Bekk. om. L 24 καὶ τὴν καὶ NLE 30 λέγεται N compendio scriptum)

ρον μεταβολῆς, διὸ καὶ φθορᾶς. ὥστε εἴπερ ἔστιν ὁ θεός, φθαρτός ἐστιν· οὐχὶ δὲ τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον.

Ἔτι δὲ σὺν τοῖς προκειμένοις, εἰ πανάρετόν ἐστι τὸ θεῖον, καὶ ἀνδρείαν ἔχει· εἰ δὲ ἀνδρείαν ἔχει, ἐπιστήμην ἔχει δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ, καὶ εἰ τοῦτο, ἔστι τι θεῷ δεινόν.

οὐ γὰρ δή γε ὁ ἀνδρεῖος διὰ ταῦτά ἐστιν ἀνδρεῖος, ὅτι ἐπιστήμην ἔχει τοῦ ποῖά ἐστι τὰ δεινὰ τῷ γείτονι, ἀλλὰ τὰ ἑαυτῷ· ἅπερ οὐκ ἀπαράλλακτά ἐστι τοῖς τοῦ πλησίον δεινοῖς. ὥστε ἐπεὶ ἀνδρεῖός ἐστιν ὁ θεός, ἔστι τι αὐτῷ δεινόν.

εἰ ἔστι τι θεῷ δεινόν, ἔστι τι τῷ θεῶ ὀχλήσεως ποιητικόν. εἰ δὲ τοῦτο, ἐπιδεκτικός ἐστιν ὀχλήσεως, διὰ δὲ τοῦτο καὶ φθορᾶς. ὅθεν εἰ ἔστι τὸ θεῖον, φθαρτόν ἐστιν. οὐχὶ δὲ φθαρτόν ἐστιν· οὐκ ἄρα ἔστιν.