Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Καὶ μὴν εἰ πανάρετόν ἐστι τὸ θεῖον, καὶ τὴν μεγαλοψυχίαν ἔχει. εἰ δὲ μεγαλοψυχίαν ἔχει, ἐπιστήμην ἔχει ποιοῦσαν ὑπεραίρειν τῶν συμβαινόντων. εἰ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα αὐτῷ ὣν ὑπεράνω γίνεται. εἰ δὲ τοῦτο, ἔστι τινὰ τὰ συμβαίνοντα καὶ ὀχληρὰ αὐτῷ, καὶ οὕτω φθαρτὸς ἔσται. οὐχὶ δέ γε τοῦτο· τοίνυν οὐδὲ τὸ ἐξ ἀρχῆς.

Πρὸς τούτοις· εἴπερ πάσας ἔχει τὰς ἀρετὰς ὁ θεός, καὶ φρόνησιν ἔχει. εἰ φρόνησιν ἔχει, <ἔχει> καὶ ἐπιστήμην ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων. εἰ δὲ ἐπιστήμην ἔχει τούτων, οἶδε ποῖά ἐστι τὰ ἀγαθὰ καὶ κακὰ καὶ ἀδιάφορα.

ἐπεὶ οὖν καὶ ὁ πόνος τῶν ἀδιαφόρων ἐστίν, οἶδε καὶ τὸν πόνον καὶ ποῖός τις ὑπάρχει τὴν φύσιν. εἰ δὲ τοῦτο, καὶ περιπέπτωκεν αὐτῷ· μὴ περιπεσὼν γὰρ οὐκ ἂν ἔσχε νόησιν αὐτοῦ, ἀλλ’ ὃν τρόπον ὁ μὴ περιπεπτωκὼς λευκῷ χρώματι καὶ μέλανι διὰ τὸ ἐκ γενετῆς εἶναι πηρὸς οὐ δύναται νόησιν ἔχειν χρώματος, οὕτως οὐδὲ θεὸς μὴ περιπεπτωκὼς πόνῳ δύναται νόησιν ἔχειν τούτου.

ὁπότε ἡμεῖς οἱ περιπεσόντες πολλάκις τούτῳ τὴν ἰδιότητα [*](4 fort. προεκκειμένοις 6 καὶ ante εἰ om. N 7 τι om. N θεῶν L 9 ἑαυτῶ N: αὐτῶ vel αὑτῶ ceteri οὐκ om. ς 14 <καὶ> φθαρτόν L 15 τὴν del. Rüstow dubit. 19 καὶ ὀχληρὰ τὰ G: transposui coll. v. 18 23 καὶ prius om. N ἔχει add. Bekk. 27 καὶ ante ποῖος secl. Bekk.)

τῆς περὶ τοὺς ποδαλγικοὺς ἀλγηδόνος οὐ δυνάμεθα τρανῶς γνωρίζειν, οὐδὲ διηγουμένων ἡμῖν τινων συμβαλεῖν, οὐδὲ παρ’ αὐτῶν τῶν πεπονθότων συμφώνως ἀκοῦσαι διὰ τὸ ἄλλους ἄλλως ταύτην ἑρμηνεύειν καὶ τοὺς μὲν στροφῇ, τοὺς δὲ κλάσει, τοὺς δὲ νύξει λέγειν ὅμοιον αὑτοῖς παρακολουθεῖν, ἦ πού γε θεὸς μηδ’ ὅλως πόνῳ περιπεπτωκὼς <οὐ> δύναται πόνου νόησιν ἔχειν.

νὴ Δί’, ἀλλά πόνῳ φασίν, οὐ περιπέπτωκεν, ἡδονῇ δέ, κἀκ ταύτης ἐκεῖνον νενόηκεν. ὅπερ ἦν εὔηθες. πρῶτον μὲν γάρ ἐστιν ἀμήχανον μὴ πειραθέντα πόνου νόησιν ἡδονῆς λαβεῖν· κατὰ γὰρ τὴν παντὸς τοῦ ἀλγύνοντος ὑπεξαίρεσιν συνίστασθαι πέφυκεν.

εἶτα καὶ τούτου συγχωρηθέντος πάλιν ἀκολουθεῖ τὸ φθαρτὸν εἶναι τὸν θεόν. εἰ γὰρ τῆς τοιαύτης διαχύσεως δεκτικός ἐστι, καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἔσται δεκτικὸς ὁ θεὸς καὶ φθαρτός ἐστιν. οὐχὶ δέ γε τοῦτο, ὥστε οὐδὲ τὸ ἐξ ἀρχῆς.

Εἴπερ τε πανάρετόν ἐστι τὸ θεῖον καὶ τὴν φρόνησιν ἔχει, ἔχει καὶ τὴν εὐβουλίαν, παρόσον ἡ εὐβουλία φρόνησίς ἐστι πρὸς τὰ βουλευτά. εἰ δὲ τὴν εὐβουλίαν ἔχει, καὶ βουλεύεται.

εἰ δὲ βουλεύεται, ἔστι τι ἄδηλον αὐτῷ· εἰ γὰρ μηδέν ἐστιν ἄδηλον αὐτῷ, οὐ βουλεύεται οὐδὲ τὴν εὐβοὐλίαν εὐβυλίαν ἔχει τῷ τὴν βουλὴν ἀδήλου ζήτησιν οὖσαν περὶ τοῦ πῶς ἐν τοῖς παροῦσιν ὀρθῶς διεξάγομεν. ἄτοπον δέ γέ ἐστι τὸ μὴ βουλεύεσθαι μηδὲ εὐβουλίαν ἔχειν τὸν θεόν. τοίνυν ἔχει ταύτην, καὶ ἔστι τι ἄδηλον αὐτῷ.

εἰ δὲ ἔστι τι ἄδηλον θεῷ, οὐκ ἄλλο μέν τι ἔστιν ἄδηλον θεῷ, οὐχὶ δέ γε καὶ τὸ τοιοῦτον οἶον εἰ ἔστι τινὰ αὐτοῦ ἐν τῇ ἀπειρίᾳ φθαρτικά. ἀλλ’ εἰ τοῦτό ἐστιν ἄδηλον αὐτῷ, πάντως κατὰ τὴν προσδοκίαν τῶν φθαρτικῶν αὐτοῦ τούτων, ἐξ ὧν ἐν συνθροήσει τινὶ καὶ κινήματι γενήσεται, κἂν φοβοῖτο.

εἰ δὲ ἐν κινήματι [*](5 ἄλλους ἄλλως Bekk.: ἄλλως ἄλλους G 8 οὐ quod exstat in solo N, cum alio atramento scriptum sit, a manu altera additum videtur 9 ἐκεῖνον Gen.: ἐκεῖνο G 16 δεκτικός· <εἰ δὲ ταύτης ἐστὶ δεκτικὸς> ὁ θεός, καὶ Heintz at cf. ad p. 422, 8 γε om. N 22 οὐδὲ N (corr. iam Bekk.): εἰ δὲ ς 32 κἂν Bekk.: καὶ G κινήματι alt. Bekk.: συγκινήματι G (ex συνθροήσει ortum))

τοιούτῳ γίνεται, καὶ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς ἔσται δεκτικός, διὰ δὲ τοῦτο καὶ φθαρτός. ᾧ ἀκολουθεῖ τὸ μηδ’ ὅλως αὐτὸν ὑπάρχειν.

Καὶ ἄλλως· εἰ μηδὲν ἄδηλόν ἐστι θεῷ, ἀλλὰ αὐτόθεν ἐκ φύσεως πάντων καταληπτικὸς καθέστηκεν, οὐκ ἔχει τέχνην ἀλλ᾿ ἀλλ’ ὃν τρόπον οὐκ ἂν εἴπαιμεν περὶ τὸν βάτραχον ἢ τὸν δελφῖνα, φύσει νηκτικοὺς ὄντας, τέχνην εἶναι νηκτικήν, τὸν αὐτὸν τρόπον οὐδὲ περὶ τὸν θεὸν ἐκ φύσεως πάντα καταλαμβανόμενον εἴπαιμεν ἂν εἷναι τέχνην τῷ ἀδήλου τινὸς καὶ τοῦ] αὐτόθεν μὴ καταλαμβανομένου ἐφάπτεσθαι τὴν τέχνην.

ἀλλ’ εἰ μὴ ἔστι περὶ τὸν θεὸν τέχνη, οὐδ’ ἡ περὶ τὸν βίον τέχνη ἔσται περὶ αὐτόν, εἰ δὲ τοῦτο, οὐδὲ ἡ ἀρετή. μὴ ἔχων δὲ θεὸς ἀρετὴν ἀνύπαρκτός ἐστιν. καὶ ἄλλως· λογικὸς ὢν ὁ θεός, εἰ μὴ ἔχει τὴν ἀρετήν, πάντως τὴν ἀντίθετον ἔχει κακίαν·

οὐχὶ δέ γε τὴν ἀντίθετον ἔχει κακίαν· ἔχει ἄρα τέχνην ὁ θεός, καὶ ἔστι τι ἄδηλον τῷ θεῷ. ᾧ ἕπεται τὸ φθαρτὸν αὐτὸν εἶναι, καθὼς πρότερον ἐπελογισάμεθα. οὐχὶ δέ γε φθαρτός ἐστιν· οὐκ ἄρα ἔστιν.

Εἴπερ τε μὴ ἔχει φρόνησιν, ὡς ὑπεμνήσαμεν, οὐδὲ σωφροσύνην ἔχει· ἔστι γὰρ ἡ σωφροσύνη ἕξις ἐν αἱρέσεσι καὶ φυγαῖς σῴζουσα τὰ τῆς φρονήσεως κρίματα.

καὶ ἄλλως δέ, εἰ μηδὲν ἔστιν ὃ τὰς τοῦ θεοῦ ὀρέξεις κινήσει, μηδὲ ἔστι τι ὃ ἐπισπάσεται τὸν θεόν, πῶς ἐροῦμεν αὐτὸν εἶναι σώφρονα, τῆς σωφροσύνης κατὰ τοιοῦτόν τινα λόγον ἡμῖν νενοημένης; καθὰ γὰρ οὐκ ἂν εἴπαιμεν τὸν κίονα σωφρονεῖν, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸν θεὸν δεόντως φήσομεν σώφρονα τυγχάνειν. περιαιρουμένων δὲ αὐτοῦ τούτων τῶν ἀρετῶν περιαιρεῖται καἲ ἡ δικαιοσύνη καὶ αἱ λοιπαί. ἀλλ’ εἰ μηδεμίαν ἀρετὴν ἔχει ὁ θεός, ἀνύπαρκτός ἐστιν. τὸ δὲ ἡγούμενον· τὸ ἄρα λῆγον.

[*](3 μηδ’ Bekk.: μὴ G 6 et 9 εἴποιμεν ς 7 φύσιν ἰχθιτικοὺς in margine γρ. φύσει ἠχθωκοὺς N νυκτικοὺς L 10 τῷ G: τοῦ Rüstow τοῦ del. Heintz et Rüstow 11 τὴν del. Rüstow. 14 καὶ ἄλλως—16 κακίαν del. Heintz 18 οὐχὶ δέ Heintz: οὐδέ G 20 ἔχει N1L1: ἔχη N2L2Eς 23 ἐπεὶ 26 εἴπαιμεν NL: εἴποιμεν Ες (cf. vv. 6 et 9))

Πάλιν εἰ ἔστι τὸ θεῖον, ἤτοι ἔχει ἀρετὴν ἢ καὶ εἰ μὲν οὐκ ἔχει, φαῦλόν ἐστι τὸ θεῖον καὶ κακοδαιμονικόν, ὅπερ ἄτοπον. εἰ δὲ ἔχει, ἔσται τι τοῦ θεοῦ κρεῖττον· ὃν γὰρ τρόπον ἡ τοῦ ἵππου ἀρετὴ αὐτοῦ τοῦ ἵππου ἐστὶ κρείττων καὶ ἡ τοῦ ἀνθρώπου ἀρετὴ τοῦ ἔχοντός ἐστι κρείττων, τὸν αὐτὸν τρόπον ἡ τοῦ θεοῦ ἀρετὴ καὶ αὐτοῦ τοῦ θεοῦ ἔσται κρείττων.

εἰ δέ ἐστι κρείττων τοῦ θεοῦ, δῆλον ὧς ἐλλιπῶς ἔχων φαύλως ἕξει καὶ φθαρτὸς γενήσεται. ἀλλ’ εἰ μεταξὺ μὲν τῶν ἀντικειμένων οὐδὲν ἔστιν, εἰς οὐδέτερον δὲ ὁρᾶται τῶν ἀντικειμένων ἐμπίπτων ὁ θεός, ῥητέον μὴ εἶναι θεόν.

Καὶ ἔτι, εἰ ἔστιν, ἤτοι φωνᾶέν ἐστιν ἢ ἄφωνον. τὸ μὲν οὖν λέγειν ἄφωνον τὸν θεὸν τελέως ἄτοπον καὶ ταῖς κοιναῖς ἐννοίαις μαχόμενον. εἰ δὲ φωνᾶέν ἐστι, φωνῇ χρῆται καὶ ἔχει φωνητικὰ ὄργανα, καθάπερ πνεύμονα καὶ τραχεῖαν ἀρτηρίαν γλῶσσάν τε καὶ στόμα. τοῦτο δὲ ἄτοπον καὶ ἐγγὺς τῆς Ἐπικούρου μυθολογίας. τοίνυν ῥητέον μὴ ὑπάρχειν τὸν θεόν. καὶ γὰρ δὴ εἰ φωνῇ χρῆται, ὁμιλεῖ.

εἰ δὲ ὁμιλεῖ, πάντως κατά τινα διάλεκτον ὁμιλεῖ. εἰ δὲ τοῦτο, τί μᾶλλον τῇ Ἑλληνίδι ἢ τῇ βαρβάρῳ χρῆται γλώσσῃ; καὶ εἰ τῇ Ἑλληνίδι, τί μᾶλλον τῇ Ἰάδι ἢ τῇ Αἰολίδι ἤ τινι τῶν ἄλλων; καὶ μὴν οὐδὲ πάσαις· οὐδεμιᾷ τοίνυν. καὶ γὰρ εἰ τῇ Ἑλληνίδι χρῆται, πῶς τῇ βαρβάρῳ χρήσεται, εἰ μὴ ἐδίδαξέ τις αὐτόν; <. . . . .> εἰ μὴ ἑρμηνεῖς ἔχει παραπλησίους τοῖς παρ’ ἡμῖν δυναμένοις ἑρμηνεύειν. ῥητέον τοίνυν μὴ χρῆσθαι φωνῇ τὸ θεῖον, διὰ δὲ τοῦτο καὶ ἀνύπαρκτον εἶναί.

Πἀλιν εἰ ἔστι <τὸ> θεῖον, ἤτοι σῶμά ἐστιν ἢ ἀλλ’ ἀσώματον μὲν οὐκ ἄν εἴη διὰ τὰς ἔμπροσθεν ἡμίν εἰρημένας αἰτίας. εἰ δὲ σῶμά ἐστιν, ἤτοι σύγκριμά ἐστιν ἐκ τῶν ὁπλῶν στοιχείων ἢ ἁπλοῦν ἐστι καὶ στοιχειῶδες σῶμα. καὶ εἰ μὲν σύγκριμά ἐστι, φθαρτόν ἐστιν· πᾶν [*](3 ἔστι N 5 ἐστι alt. LEς: ἔσται N ἔστι <τι> Heintz 24 αὐτήν ς lacunam quam statuit sic fere explendam censuit Bekk.: <πῶς δὲ διδάξει τις αὐτόν,> εἰ; <δὲ τῇ βαρβάρῳ χρῆται, πῶς ὁμιλεῖ πρὸς ἡμᾶς, εἰ> v. s. 28 τὸ add. Bekk. 29 μὲν om. ς)

γὰρ τὸ κατὰ σύνοδόν τινων ἀποτελεσθὲν ἀνάγκη διαλυόμενον φθείρεσθαι.