Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

πάλιν τε ἡμῶν συνερωτώντων “εἰ ἔστι κριτήριον, ἤτοι κέκριται ἢ ἄκριτόν ἐστι”, καὶ δυεῖν θάτερον συναγόντων, ἤτοι τὴν εἰς ἄπειρον ἔκπτωσιν ἢ τὸ ἀτόπως ἑαυτοῦ τι κριτήριον εἶναι λέγεσθαι, ἀντιπαρεξάγοντές φασι μὴ ἄτοπον ὑπάρχειν τὸ ἑαυτοῦ τι κριτήριον ἀπολείπειν·

τὸ εὐθὺ γὰρ ἑαυτοῦ <τε> καὶ ἄλλων ἐστὶ δοκιμαστικόν, ὁ ζυγὸς τῆς τε τῶν ἄλλων ἰσότητος καὶ τῆς ἰδίας σταθμητικὸς ὑπῆρχεν, καὶ τὸ φῶς οὐ μόνον τῶν ἄλλων ἀλλὰ καὶ ἑαυτοῦ ἐκκαλυπτικὸν φαίνεται, διόπερ καὶ τὸ κριτήριον δύναται καὶ ἄλλων καὶ ἑαυτοῦ κριτήριον καθεστάναι.

ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὅτι σκεπτικόν ἐστιν ἔθος τὸ τοῖς πεπιστευμένοις μὴ συνηγορεῖν, ἀρκεῖσθαι δ’ ἐπ’ αὐτῶν ὧς αὐτάρκει κατασκευῇ τῇ κοινῇ προλήψει, τοῖς δὲ ἀπίθεωρεῖν [*](7 θεωρεῖν N 9 ἀρτίοις V, unde ἀρτίως Kayser 11 βλέπεσθαι NLς: φαίνεσθαι E 27 ἑαυτοῦ τι Bekk.: αὐτοὺς τὸ 28 τὸ ἑαυτοῦ Bekk.: τὸ ἐξ αὐτοῦ G τι om. N 29 τὸ εὐθὺ γὰρ ἑαυτοῦ Kochalsky: τὸ γὰρ β εὐθὺ α ἑαυτοῦ N (sic): τὸ γὰρ ἑαυτοῦ εὐθὺ LEς: καὶ γὰρ ἑαυτοῦ τὸ εὐθὺ Bekk. τε add. Kochalsky 30 ζυγὸς Crousaze: λόγος G)

στοις εἶναι δοκοῦσι συναγορεύειν καὶ εἰς ἰσοσθένειαν αὐτῶν ἕκαστον ἀνάγειν τῇ περὶ τὰ παραδοχῆς ἠξιωμένα πίστει. τοίνυν καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀναιροῦντες τὸ κριτήριον τοὺς κατὰ τούτου χειρίζομεν λόγους, ἀλλὰ βουλόμενοι δεῖξαι ὅτι οὐ πάντως πιστόν ἐστι τὸ εἷναι κριτήριον, διδομένων εἰς τοὐναντίον καὶ τῶν ἴσων ἀφορμῶν.

εἶτα κἂν τῷ ὄντι συναναιρεῖν δοκῶμεν τὸ κριτήριον, δυνάμεθα εἰς τοῦτο οὐχ ὧς κριτηρίῳ χρῆσθαι τῇ προχείρῳ φαντασίᾳ, καθ’ ἣν τοὺς προσπίπτοντας ἡμῖν πιθανοὺς λόγους τιθέντες εἰς τὸ μηδὲν εἶναι κριτήριον ἐκτιθέμεθα μέν, οὐ μετὰ συγκαταθέσεως δὲ τοῦτο ποιοῦμεν διὰ τὸ καὶ τοὺς ἀντικειμένους λόγους ἐπ’ ἴσης εἶναι πιθανούς.

νὴ Δία, ἀλλὰ δύναταί τι καὶ ἑαυτοῦ εἶναι κριτήριον, ὧς ἐπί τε κανόνος καὶ ζυγοῦ ἐγίνετο. ὅπερ ἐστὶ μειρακιῶδες. τούτων μὲν γὰρ ἑκάστου ἔστι τι ὑπεραναβεβηκὸς κριτήριον, ὡς αἴσθηδις καὶ νοῦς, διὸ καὶ ἐπὶ τὴν κατασκευὴν αὐτῶν ἐρχόμεθα· τοῦ δὲ νῦν ὑπὸ τὴν ζήτησιν πεπτωκότος κριτήριον οὐδὲν θέλουσιν ὑπεράνω τυγχάνειν. τοίνυν ἄπιστόν ἐστι περὶ αὑτοῦ τι λέγον καὶ μὴ ἔχον τὸ προσμαρτυροῦν τὴν ἀληθότητα.

Τοσαῦτα μὲν περὶ κριτηρίου· μέτρον δὲ ἔχοντος αὔταρκες τοῦ ὑπομνήματος, ἀπὸ ἄλλης ἀρχῆς πειρασόμεθα καὶ περὶ αὐτοῦ κατὰ ἀποτομὴν τοῦ ἀληθοῦς διαπορεῖν.

[*](7 εἰς om. NV 25 τι om. ς 26 ἀληθότητα N (cf. p. 389, 21): ἀλήθειαν LEς post 29: τέλος τῶν κατὰ σέξτον σκεπτικῶν NLE: σέξτου ἐμπειρικοῦ περὶ κριτηρίου ς (τέλος add. Β) |)