Adversus Mathematicos

Sextus Empiricus

Sextus Empiricus. Sexti Empiricii Opera, Volume 2-3. Mutschmann, Hermann; Mau, Jürgen, editors. Leipzig: Teubner, 1912-1954 (printing).

Ὅσα μὲν ἀπορητικῶς εἴωθε λέγεσθαι παρὰ τοῖς σκεπτικοῖς εἰς ἀναίρεσιν τοῦ κριτηρίου τῆς ἀληθείας, διὰ τοῦ προανυσθέντος ἡμῖν ὑπομνήματος ἐπεληλύθαμεν· συναποδόντες δὲ αὐτοῖς καὶ τὴν ἄνωθεν ἀπὸ τῶν φυσικῶν μέχρι τῶν νεωτέρων καταγομένην ἱστορίαν (Ι46—260), τοὐπὶ πᾶσιν ὑπεσχόμεθα καὶ περὶ αὐτοῦ κατ’ ἰδίαν ἐρεῖν τοῦ ἀληθοῦς. ὅθεν νῦν τὴν ὑπόσχεσιν πληροῦντες ἐν πρώτοις σκεπτώμεθα εἰ ἔστι τι ἀληθές.

  • εἰ ἔστι τι ἀληθές
  • Ὅτι μὲν μηδενὸς ὄντος σαφοῦς κριτηρίου κατ’ ἀνάγκην συναδηλεῖται καὶ τὸ ἀληθές, πᾶσιν ἤδη φανερόν ἐστιν· ὅμως δὲ καὶ ἐξ ἐπιμέτρου παρέσται διδάσκειν, ὅτι κἂν μηδὲν ἄντικρυς πρὸς τὸ κριτήριον λέγωμεν, ἡ περὶ αὐτοῦ τοῦ ἀληθοῦς διάστασις ἱκανή ἐστιν εἰς ἐποχὴν ἡμᾶς καταστήσασθαι, καὶ ὃν τρόπον μηδενὸς ὄντος ἐν τῇ

    φύσει τῶν πραγμάτων εὐθέος καὶ στρεβλοῦ οὐδὲ κανὼν ἔστι δοκιμαστικὸς τούτων, καὶ μηδενὸς ὄντος βαρέος καὶ κούφου σώματος συναναιρεῖται <καὶ> ἡ τοῦ ζυγοῦ κατασκευή, οὕτω μη- [*](πρὸς λογικούς Β΄ scr, cum Bekkero: τῶν σέξτου τὸ δεύτερον G Arg. ς΄ εἰ NLE: ς΄ τί ς Textus 2 ἀπορητικῶς Bekk. (cf. p. 196, 24): ἀπορηματικῶς NLE: ἀπορρηματικῶς ς 4 προανυσθέντος Gen.: προανισθέντος Ν (προανι in ras. alio atramento scriptum): προανοισθέντος LEABR: προανυσθέντος οι V (cf. p. 526, 18) 6 τοὐπὶ LEς: ἐπὶ N 12 ὅμως Bekk.: ὁμοίως G 13/14 τἀληθοῦς ς 18 καὶ add. coll. v. qui sequitur et p. 75, 30. 31)

    δενὸς ὄντος ἀληθοῦς οἴχεται καὶ τὸ τῆς ἀληθείας κριτήριον. τὸ δ’ ὅτι οὐδέν ἐστιν ἀληθὲς ἢ ψεῦδος ὅσον ἐπὶ τοῖς τῶν δογματικῶν λόγοις, μάθοιμεν ἂν τὴν γεγονυῖαν αὐτοῖς περὶ τούτου διάστασιν προτάξαντες.

    τῶν γὰρ σκεψαμένων περὶ <τοῦ> ἀληθοῦς οἱ μὲν οὐδὲν εἶναί φασιν ἀληθὲς οἱ δὲ καὶ τῶν εἷναι φαμένων οἱ μὲν μόνα ἔλεξαν ἀληθῆ εἶναι τὰ νοητά, οἱ δὲ μόνα τὰ αἰσθητὰ, οἱ δὲ κοινῶς τὰ αἰσθητά τε καὶ νοητά.

    Ξενιάδης μὲν οὖν ὁ Κορίνθιος, ὡς ἀνώπερον ὑπεδείκνυμεν (I 53), μηθὲν εἶναί φησιν ἀληθές· τάχα δὲ καὶ Μόνιμος ὁ κύων, τῦφον εἰπὼν τὰ πάντα, ὅπερ οἴησίς ἐστι τῶν οὐκ ὄντων ὧς ὄντων.

    οἱ δὲ περὶ τὸν Πλάτωνα καὶ Δημόκριτον μόνα τὰ νοητὰ ὑπενόησαν ἀληθῆ εἶναι, ἀλλ’ ὁ μὲν Δημόκριτος διὰ τὸ μηδὲν ὑποκεῖσθαι φύσει αἰσθητόν. τῶν τὰ πάντα συγκρινουσῶν ἀτόμων πάσης αἰσθητῆς ποιότητος ἔρημον ἐχουσῶν φύσιν,